De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Πακτωλὸς ποταμός ἐστι τῆς Λυδίας κατὰ πόλιν Σάρδεις. Ἐκαλεῖιο δὲ πρότερον Χρυσορρόας. ---Χίος ὁ Ἀπόλλωνος καὶ Ἀπαθίππης ʼπαῖς τήν μηχανικὴν τίχνην ἀσκήσας καὶ σπάνει βίου συνεχόμενος, νυκτὸς βαθείας τοὺς θησαυροὺς Κροίσου τοῦ βασιλέως ἀνέῳξεν καὶ τὸν χρυσὸν ἐκκομίζων διεδίδου τοῖς οἰκείοις καταδιωχθεὶς δὲ ὑπὸ τῶν φρουρῶν καὶ κατάληπτος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν, ὃς ἀπʼ αὐτοῦ Χρυσορρόας μετωνομάσθη. Πακτωλὸς δὲ μετεκλήθη διὰ τήνδε τὴν περίστασιν. Πακτωλὸς, οειολιος --- καὶ Λευκοθέης παῖς, ἐν τοῖς Ἀφροδίτης μυστηρίοις Δημοδίκην τὴν ἀδελφὴν κατʼ ἄγνοιαν βιασάμενος καὶ περὶ τῶν συμβεβηκότων κατηχηθεὶς διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Χρυσορρόαν, ὃς ἀπʼ αὐτοῦ Πακτωλὸς προσηγορεύθη.

2. Γεκνᾶται δʼ ἐν αὐτῷ ψῆγμα Δαρείου χρυσίου καταφερόμενον εἰς τὸν εὐδαίμονα κόλπον.

3. Γεννᾶται δʼ ἐν αὐτῷ καὶ λίθος ἀρουραφύλαξ--- καλούμενος ἔστι δὲ ἀργύρῳ παρόμοιος· εὑρίσκεται δὲ δυσχερῶς τῷ καταφερομένῳ ψήγματι συναναμιγνύμενος· ἔχει δὲ δύναμιν τοιαύτην. Οἱ ἐν ἐξοχῇ τυγχάνοντες τῶν Λυδῶν συναγοράζουσιν αὐτὸν καὶ πρὸ τῆς εἰσόδου τῶν θησαυρῶν τιθέασι, καὶ διαφυλάττουσιν

646
ἀκινδύνως τὸν διατιθέμενον χρυσόν. Ὁσάκις γὰρ ἂν φῶρες ἐπέλθωσι, σάλπιγγος ᾔχον ἀναδίδωσιν ὁ λίθος. Οἱ δὲ, ὡς ὑπὸ δορυφόρων διωκόμενοι, κατὰ κρημνῶν φέρονται. Καὶ καλεῖται ὁ τόπος τῶν βιαιοθανατησάντων Πακτωλοῦ φρουρά.

4. Γεννᾶται δὲ ἐν αὐτῷ καὶ βοτάνη πορφυράνθεμος, καλουμένη χρυσοπόλη· πρὸς αὐτὴν γὰρ αἱ ἀστυγείτονες πόλεις τὸν ἀκέραιον χρυσὸν δοκιμάζουσιν. Ἅμα γὰρ αὐτὸν χωνευθῆναι βάπτουσι τὴν βοτάνην· καὶ ἐὰν μὲν ἀνόδευτον τὸ χρυσίον ᾖ, τὰ φύλλα χρυ σοῦται· ἐὰν δʼ ἐφθαρμένον ὑπάρχῃ, τὴν ἠλλαγμένην ὑγρασίαν ἀποπτύει, καὶ διατηρεῖ τῆς ὔλης τὴν οὐσίαν, καθὼς ἱστορεῖ Χρύσερμος ἐν γ περὶ Ποταμῶν.

5. Παράκειται δὲ αὐτῷ ὄρος Τμῶλος, παντοδαπῶν θηρίων πλῆρες ἐκαλεῖτο δὲ πρότερον Καρμανόριον ἀπὸ Καρμάνορος τοῦ Διονύσου καὶ Ἀλεξιρροίας παιδὸς, ὅς κυνηγετῶν ἀπέθανεν ὑπὸ κάπρου πληγείς· ὕστερον δὲ μετωνομάσθη Τμῶλος διὰ τοιαύτην αἰτίαν. μῶλος Ἄρεως καὶ Θεογόνης υἱὸς, βασιλεὺς Λυδίας, ἐν Καρμανορίῳ κυνηγετῶν ὄρετ καὶ θεασάμενος Ἀρσίππην παρθένον τῇ Ἀρτέμιδι συναναστρεφομένην, εἰς ἐπιθυμίαν αὐτῆς ἐνέπεσεν καὶ πλεονεκτούμενος ὑπὸ τοῦ ἔρωτος ἐπεδίωκεν αὐτὴν βιάσασθαι βουλόμενος ἡ δὲ περικατάληπτος γενομένη ἀπέφυγεν εἰς τὸν ναὸν τῆς Ἀρτέμιδος. Καταφρονήσας δὲ τῆς δεισιδαιμονίας ὁ τύραννος ἐν τῷ τεμένει τὴν κόρην ἔφθειρεν· ἡ δὲ ἀθυμίᾳ συσχεθεῖσα βρόχῳ τὸν βίον περιέγραψεν. Ἀναξιοπαθήσασα παθήσασα δὲ ἐπὶ τοῖς πραχθεῖσιν ἡ θεὸς, οἰστροπλῆγα τῷ προειρημένῳ ταῦρον ἐπέσκηψεν, ὑφʼ οὗ ῤιφεὶς εἰς ὅψος καὶ εἰς σκόλοπας κατενεχθεὶς, μετὰ βασάνων I. ἔθανεν. Θεοκλύμενος δὲ, τοῦ προειρημένου παῖς, τὸν γεννήσαντα θάψας τὸ ὅρος ἀπʼ αὐτοῦ μετωνόμασεν.

6. Γεννᾶται δὲ ἐν αὐτῷ λίθος κισήρει παρόμοιος καὶ σπανίως εὑρίσκεται· τετράκις γὰρ τῆς ἡμέρας ἀλλάσσει τὴν χρόαν· βλέπεται δὲ ὑπὸ παρθένων τῶν μήπω χρόνον φρονήσεως ἐχουσῶν αἱ δὲ ὥραν ἔχουσαι γάμου ἐὰν ὁρῶσιν αὐτὸν, οὐδὲν ἀδικοῦνται παρὰ τῶν ὑβρίζειν θελόντων· καθὼς ἱστορεῖ Κλειτοφῶν---