De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

3. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος κατ᾿ ἀντίφρασιν Σώφρων καλούμενος, ὃν ἐὰν βάλῃς τινὸς εἰς κόλπον, ἐμμανὴς γίνεται καὶ φονεύει τινὰ τῶν συγγενῶν· ἐξιλασάμενος δὲ τὴν μητέρα τῶν θεῶν, ἀπαλλάσσεται τοῦ πάθους, καθὼς ἱστορεῖ Δημάρατος ἐν γ´ περὶ Ποταμῶν. Μέμνηται δὲ τούτων καὶ Ἀρχέλαος ἐν α´ περὶ Λίθων.

4. Παράκειται δ᾿ αὐτῷ ὄρος Σίπυλον τὴν προσηγορίαν ἔχον ἀπὸ Σιπύλου τοῦ Ἀγήνορος καὶ Διωξίππης παιδός. Οὗτος γὰρ μητροκτονήσας κατʼ ἄγνοιαν καὶ ὑπʼ Ἐρινύων οἰστρηλατηθεὶς, εἰς τὸ Κεραύνιον ὄρος ἦλθεν καὶ διὰ λύπης ὑπερβολὴν βρόχῳ τὸν βίον περιέγραψεν. Τὸ δὲ ὄρος κατὰ πρόνοιαν θεῶν ἀπ᾿ αὐτοῦ Σίπυλον ὠνομάσθη.

5. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος παρόμοιος κυλίνδρῳ, ὃν οἱ εὐσεβεῖς υἱοὶ ὅταν εὕρωσιν, ἐν τῷ τεμένει τῆς

649
μητρὸς τῶν θεῶν τιθέασι καὶ οὐδέποτς χάριν ἀσεβείας ἁμαρτάνουσιν, ἀλλὰ φιλοπάτορες ὑπάρχουσι καὶ πρὸς τοὺς προσήκοντας συμπαθοῦσιν, ὡς ἱστορεῖ Ἀγαθαρχίδης ὁ Σάμιος ἐν δ΄ περὶ Λίθων. Μέμνηται δὲ τούτων ἀκριβέστερον Δημάρατος ἐν δʼ Φρυγίας.

1. Μαρσύας ποταμός ἐστι τῆς Φρυγίας κατὰ πόλιν Κελαινὰς κείμενος· προσηγορεύετο δὲ πρότερον πηγὴ Μίδα διʼ αἰτίαν τοιαύτην. Μίδας βασιλεὺς Φρυγῶν περιερχόμενος τὰ ἐρημότερα τῆς χώρας καὶ ἀνυδρία συνεχόμενος, ἤψατο τῆς γῆς καὶ χρυσῆν ἀνέδωκε πηγὴν, τοῦ ὕδατος χρυσοῦ γενομένου· καὶ ὑπόδιψος ὢν καὶ τῶν ὑποτεταγμένων θλιβομένων, ἀνεκαλέσατο τὸν Διόνυσον. Γενόμενος δʼ ἐπήκοος ὁ θεὸς, δαψιλὲς ὕδωρ ἀνέτειλε. Κορεσθέντων δὲ τῶν Φρυγῶν, Μίδας τὸν ἐκ τῆς κρήνης καταρρέοντα ποταμὸν Μίδα πηγὴν ἐκάλεσε. Μετωνομάσθη δὲ Μαρσύας διὰ τοιαύτην αἰτίαν. Νικηθέντος ὑπʼ Ἀπόλλωνος Μαρσύου καὶ ἐκδαρέντος, ἐκ τοῦ ῥεύσαντος αἵματος ἐγεννήθησαν Σάτυροί τε καὶ ποταμὸς ὁμώνυμος, Μαρσύας καλούμενος, καθὼς ἱστορεῖ Ἀλέξανδρος Κορνήλιος ἐν γ΄ Φρυγιακῶν.

2. Εὐημερίδας δὲ ὁ Κνίδιος ἱστορίας μέμνηται τοιαύτης. Ὁ ἀσκὸς Μαρσύου τῷ χρόνῳ δαπανηθεὶς καὶ κατενεχθεὶς ἔπεσεν ἀπὸ τῆς γῆς εἰς τὴν Μίδα κρήνην καὶ κατʼ ὀλίγον καταφερόμενος ἁλιεῖ τινι προσηνέχθη· κατὰ δὲ χρησμοῦ προσταγὴν Πεισίστρατος ὁ Λακεδαιμόνιος παρὰ τὰ λείψανα τοῦ Σατύρου πόλιν κτίσας, Νόρικον αὐτήν προσηγόρευσεν ἀπὸ τοῦ συγκυρήματος. Νόρικον δὲ οἱ Φρύγες τῆ σφῶν διαλέκτῳ τὸν ἀσκὸν καλοῦσιν.

3. Γεννᾶται δὲ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη αὐλὸς ὀνομαζομένη, ἣν ἐὰν πρὸς ἄνεμον σείσῃ τις, μουσι κὴν ἔχει μελῳδίαν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν α΄ Σατυρικῶν.