De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Ἐνιαχοῦ δὲ καὶ ὑπʼ αὐτοὺς τοὺς ἐτησίας ἀντίπνοιαι γίνονται τῷ βορέᾳ διὰ τὴν περίκλασιν ὥστε καὶ ἐναντιοδρομεῖν τὰ πλοῖα, καθάπερ καὶ περὶ τὸν πόρον τὸν ἐκ Χαλκίδος εἰς Ὀρωπὸν, οὓς δὴ καλοῦσι παλιμβορέας. Γίνεται δὲ τοῦτο σχεδὸν ὅταν ὦσι λαμπρότατοι· τότε γὰρ μάλιστα δύνανται ὡς πορρωτάτω διατείνειν ὅταν πλῆθος ᾖ τὸ ἀντικόπτον. Ἐνιαχοῦ δὲ διὰ τὸ προσκόπτειν σχίζεσθαι συμβαίνει τὸν ἄνεμον ὥστε τὸ μὲν ἐκεῖσε τὸ δὲ δεῦρο ῥεῖν καθάπερ καὶ τὸ ὕδωρ ὑπὸ μιᾶς πηγῆς καὶ τῆς αὐτῆς ῥέον.
Ἁπλῶς δὲ οἱ τόποι πολλὰς ποιοῦσι τῶν πνευμάτων μεταβολὰς, ἄλλας τε καὶ τὸ σφοδρότερα καὶ ἠρεμέστερα γίνεσθαι, καθάπερ ἐὰν διὰ στενοῦ καὶ ἀχανοῦς πνέῃ. Σφοδρότερον γὰρ ἀεὶ καὶ λἀμο πρότερον τὸ διὰ τοῦ στενοῦ καθάπερ ὕδατος ῥεῖθρον· ἐκβιάζεται γὰρ καὶ διωθεῖ μᾶλλον ἀθρόον. Διὸ καὶ ἐν τοῖς ἄλλοις ἀπνοίας οὔσης ἐν τοῖς στενοῖς ἀεὶ πνεῦμα· μένειν γὰρ ὁ ἀὴρ οὐ δύναται διὰ τὸ πλῆθος, ἡ δὲ τούτου κίνησις ἄνεμος. Ὅθεν καὶ ἐν τοῖς στενωποῖς ὅταν κατακλεισθῶσι καὶ συμπέσωσι λαμπροὶ πνέουσι, καὶ ἐν ταῖς πύλαις, καὶ αἱ θυρίδες ἕλκουσιν ἀεὶ καὶ πνοὴν παρέχουσι. Πάντων γὰρ τούτων καὶ τῶν τοιούτων ἡ αὐτὴ καὶ μία τις ἡ εἰρημένη αἰτία.
Πάλιν δʼ ἔνιοι τόποι διὰ τὴν κοιλότητα καὶ διὰ τὸ περιέχεσθαι μείζοσιν ἐγγὺς ὄντες γε ἢ ἐγγυτέρω ἑτέρων ταῖς ἀρχαῖς ὅλως ἀποπνεύματοι τυγχάνουσιν. Οἱ δὲ πορρωτέρω πνευματώδεις· ὥσπερ καὶ περὶ Θετταλίαν καὶ Μακεδονίαν συμβαίνει κατὰ τοὺς ἐτησίας· οὐ γὰρ πνέουσι παρʼ αὐτοῖς ὡς εἰπεῖν, ἐν δὲ ταῖς νήσοις λαμπροὶ ταῖς μακρὰν ἀπηρτημέναις. Αἴτιον δὲ τὸ τὰς χώρας κοίλας καὶ ἐπισκεπεῖς εἶναι, ταῖς δὲ νήσοις οὐδὲν ἐπίπροσθεν τῆς φορᾶς. Κωλύονται δὲ καὶ οὗτοι καὶ ὅλως πᾶς ἄνεμος πνεῖν ἢ διὰ τὴν ἀπόστασιν, οὐ γὰρ δύνανται διατείνειν εἰς τὸ πορρωτέρω διὰ τὸ
μῆκος, — ἢ διʼ ἐπιπρόσθησίν τινων, ἢ τρίτον εἴ τι πνεῦμα ἐγχώριον ἀντιπνεῖ καὶ κρατεῖ.