De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ὅτι δὲ συμβαίνει κατὰ τὴν ὥραν τοὺς ἐτησίας ἐπαίρεσθαι καὶ τὴν τροπαίαν πνεῖν περὶ Μακεδονίαν ὥσπερ σύμπτωμα θετέον. Πανταχοῦ γὰρ τῆς μεσημβρίας ἀπολήγει τὰ πνεύματα διὰ τὸν ἥλιον, ἅμα δὲ τῇ δείλῃ πάλιν αἴρεται. Συμβαίνει δὲ κατὰ τὸν αὐτὸν καιρὸν τήν τε τροπαίαν πρὸς ταῖς ἀπογείαις αὔραις καὶ τοὺς ἐτησίας ἐπαίρεσθαι πάλιν· οὐ γὰρ δὴ τὴν ἀνάκλασιν τὴν ἀπὸ τοῦ Ὀλύμπου καὶ τῆς Ὄσσης τῶν ἐτησίων αἰτιατέον ἢν μὴ * ἑρμηνεύουσιν ἢ μέτριοι παντελῶς. Τὰ μὲν οὖν συμπτώματα πειρατέον ἅπασι διαιρεῖν.

Ἐκεῖνο δʼ ἂν δόξειεν ἄτοπον καὶ παράλογον εἶναι διὰ τί τῶν ὑψηλῶν τόπων τὰ μὲν προσήνεμα πάντα ἀπνεύματα τυγχάνει τὰ δʼ ἐπισκεπῆ πνευματώδη, καὶ οὐ μετρίως ἀλλὰ σφοδρῶς· οἷον ἐν Πλαταιαῖς τῆς Βοιωτίας κειμέναις πρὸς τὸν βορέαν ὁ μὲν βορέας εὐδιεινὸς, ὁ δὲ νότος μέγας καὶ χειμερινὸς καὶ ἐπιπροσθοῦντος τοῦ Κιθαιρῶνος. Καὶ πάλιν παρὰ μὲν τὰ κοῖλα τῆς Εὐβοίας ὑπὸ τοὺς ἐτησίας τροπαῖαι παραθέουσιν, ἐν Καρύστῳ δὲ τηλικοῦτοι πνέουσιν ὥστε ἐξαίσιον εἶναι μέγεθος.

Ἔτι δὲ τῆς Κουριάδος ἐν τῷ καλουμένῳ Φαιστῷ κειμένῳ πρὸς νότον ὑψηλῷ καὶ ἀποτόμῳ θαυμαστόν τι κῦμα μὲν εἰσπίπτει, πνεῦμα δʼ οὐκ ἔστιν ἀλλὰ καὶ τὰ πλοῖα προσορμίζονται τοῖς λειωτοῖς ἀλιμένων ὄντων τῶν τόπων τῶν πλησίον, καὶ τὰ συμβαίνοντα θεωρεῖν ἐστί. Αἴτιον δὲ τοῦ μὲν μὴ διικνεῖσθαι τὸ πνεῦμα πρὸς τὴν γῆν τὸ μὴ ὑπάγειν τὸν ἀέρα μηδὲ ῥεῖν, ὅπερ συμβαίο νει διὰ τὸ ὕψος πρὸς κα --- οὐχ ὑπεραίρων. Ὅτι δʼ ὑπεξάγειν ἀεὶ δεῖ καὶ μὴ ἵστασθαι τὸν ἀέρα φανερόν· ἐν γὰρ τοῖς οἰκήμασιν οὗ τις ἂν κατακλείσῃ τὰς θύρας ἧττον διὰ θυρίδων ἡ πνοὴ φέρεται· πλῆρες γὰρ ὂν καὶ μὴ ὑπεξάγον οὐκ εἰσδέχεται τὸν ἔξωθεν ἀέρα· πρὸς γὰρ τὸ κενὸν ἡ φορά· διὸ καὶ τὸ ἕλκειν οὐ καλῶς λέγεται.