De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἀπὸ μόνου δὲ τοῦ Νείλου δοκοῦσιν οὐκ ἀποπνεῖν αὖραι ἢ ἐλάχισται διότι θερμὸς ὁ τόπος καὶ ἐξ οὗ καὶ εἰς ὃν ῥεῖ· αἱ δʼ αὖραι πυκνουμένου τοῦ ὑγροῦ εἰσί. Διὸ καὶ οὐδʼ ἀπὸ τῶν ἐν Λιβύῃ ποταμῶν οὐδʼ ἀφʼ ἑνὸς αὖραι οὐδαμῶς· ἅπαντες γὰρ θερμοί. Τοῦτο δὲ δῆλον ὅτι οὐδʼ ἀπὸ τῶν περὶ Βαβυλῶνα καὶ Σοῦσα καὶ ὅλως πρὸς τοὺς ἐμπύρους τόπους. Καίτοι φασί γε θαυμαστῶς καταψύχεσθαι τὸν ἀέρα πρὸς τὴν ἕω. Τοῦτο μὲν οὖν ἐπισκεπτέον. Τάχα γὰρ ἀποψύχεται μὲν, οὐ δύναται δὲ πορρωτέρω προϊέναι καὶ ποιεῖν αὔραν, ἐμπύρων εὐθὺ τῶν ὑποδεχομένων ὄντων τόπων,

Ἀπὸ γοῦν τῆς ἀπογείας καὶ τῆς τοιαύτης αὔρας καὶ αἱ τροπαὶ γίνονται συναθροισθέντος τοῦ ὑγροῦ ἀέρος· ἡ γὰρ τροπὴ καθάπερ παλιμπνοή τίς ἐστι πνεύματος ὥσπεο ἐν τοῖς εὐρίποις τῶν ὑγρῶν·

ὅταν γὰρ ἀθροισθῇ καὶ πλῆθος λάβῃ μεταβάλλει πάλιν εἰς τὸ ἐναντίον. Μάλιστα δʼ ἐν τοῖς κοίλοις ταῦτα γίνεται καὶ ὅπου πνέουσιν αἱ ἀπόγειαι. Τούτων δʼ ἑκάτερον εὐλόγως· ἐν μὲν γὰρ τοῖς κοίλοις ὁ ἀὴρ ἀθροισθήσεται προσπίπτων ἐν δὲ τοῖς ἀναπταμένοις διαχεῖται. Τῶν δʼ ἀπογείων πνευμάτων ἀσθενὴς ἡ φύσις ὥστʼ οὐ δύνασθαι βιάζεσθαι πόρρω· συμβαίνει δὲ καὶ ἡ ἀνταπόδοσις ἀνὰ λόγον τοῦ τε πλήθους καὶ τοῦ μεγέθους ὡς ἂν αἱ ἀπόγειαι πνεύσωσιν. Ὁμοίως δὲ καὶ κατὰ τὰς ὥρας οἷον τὸ ὀψιαίτερον ἢ πρωιαίτερον ἐμβάλλειν αὐτάς.

Γίνεται δὲ καὶ ἀνάκλασίς τις τῶν ἀνέμων ὥστʼ ἀντιπνεῖν αὑτοῖς, ὅταν ὑψηλοτέροις τόποις προσπνεύσαντες ὑπερᾶραι μὴ δύνωνται. Διὸ ἐνιαχοῦ τὰ νέφη τοῖς πνεύμασιν ὑπεναντία φέρεται καθάπερ περὶ Αἰγειὰς τῆς Μακεδονίας βορέου πνέοντος πρὸς τὸν βορέαν. Αἴτιον δʼ ὅτι τῶν ὀρῶν ὄντων ὑψηλῶν τῶν τε περὶ τὸν Ὄλυμπον καὶ τὴν Ὄσσαν τὰ πνεύματα προσπίπτοντα καὶ οὐχ ὑπεραίροντα τούτων ἀνακλᾶται πρὸς τοὐναντίον, ὥστε καὶ τὰ νέφη κατώτερα ὄντα φέρουσιν ἐναντίως. Συμβαίνει δὲ καὶ αὐτὸ τοῦτο παρʼ ἄλλοις.