De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Εἰ δʼ οὖν ἀληθὲς, ὁ λέγουσιν ἄλλοι τε καὶ οἱ περὶ Κρήτην, ὡς ἄρα νῦν μείζονες οἱ χειμῶνες καὶ χιὼν πλείων πίπτει, τεκμήρια φέροντες ὡς τότε μὲν ᾠκεῖτο τὰ ὄρη καὶ ἔφερε καρπὸν καὶ τὸν σιτηρὸν καὶ τὸν δενδρίτην πεφυτευμένης καὶ διειργασμένης τῆς χώρας· ἔστι γὰρ πεδία ἐν τοῖς ἰδαίοις ὄρεσιν εὐμεγέθη καὶ ἐν τοῖς ἄλλοις ὧν νῦν οὐδʼ ὁτιοῦν γεωργοῦσι διὰ τὸ μὴ φέρειν, τότε δʼ ὥσπερ εἴρηται καὶ ἐπῴκουν, ὅθεν καὶ ἡ νῆσος πλήρης ἦν ἀνθρώπων, ὄμβρων μὲν γενομένων κατʼ ἐκεῖνον τὸν χρόνον πολωλῶν χιόνων δὲ καὶ χειμώνων μὴ γινομένων, — εἰ δʼ ἔστιν ἀληθῆ ταῦτα, ὅπερ λέγουσιν, ἀναγκαῖον καὶ τοὺς ἐτησίας εἶναι πλείους.

Εἰ δὲ ποτʼ ἐξέλιπον καὶ Ἀρισταῖος αὐτοὺς ἀνεκαλέσατο θύσας τὰς ἐν Κέῳ θυσίας τῷ Διὶ καθάπερ μυθολογοῦσι, κάτομβρα μὲν ἂν εἴη τὰ ἐπιχειμέρια οὐχ ὁμοίως οὐδὲ χιονώδη. Ταῦτα δʼ εἴ τινα ἔχει διαλλαγὴν εἴτε τεταγμένην εἴτʼ ἄτακτον εἴη ἂν καὶ τῶν πνευμάτων παῦλα καὶ μεταλλαγὴ κατὰ τοὺς αὐτοὺς χρόνους. Ἄτοπον δʼ ἂν δόξειεν εἰ μὴ καὶ τοῖς πρὸς μεσημβρίαν εἴη τοιαύτη τις ἐπικουο ρία κατὰ τὸ ἔτος· πολλῷ γὰρ ἐκπυρώτερος ὁ τόπος ἐκεῖνος. Δῆλον οὖν τοῦτο πλὴν εἰς --- μιση τὸν καρπόν. Οἱ δὲ προτεροῦσιν οἱ δʼ ἀπαθεῖς εἰσί. Περὶ μὲν τούτων σκεπτέον.

Εἰ δὲ πάντων τῶν πνευμάτων ἡ αὐτὴ καὶ ὑπὸ τῶν αὐτῶν γένεσις τῷ τι παραλαβεῖν, ὁ ἥλιος ἂν ὁ ποιῶν εἴη. Τάχα δʼ οὐκ ἀληθὲς καθόλου εἰπεῖν ἀλλʼ ὡς ἡ ἀναθυμίασις, οὗτος δʼ ὡς συνεργῶν. Ἀλλʼ ὁ ἥλιος δοκεῖ καὶ κινεῖν ἀνατέλλων καὶ καταπαύειν τὰ πνεύματα· διὸ καὶ ἐπαυξάνεται καὶ πίπτει πολλάκις. Οὐ καθόλου δὲ τοῦτʼ ἀληθὲς, ἀλλʼ ἐφʼ ὧν γε συμβαίνει ταύτην ὑποληπτέον τὴν αἰτίαν. Ὅταν μὲν γὰρ ἔλαττον ᾖ τὸ ἀνηγμένον ὑγρὸν, τούτου κατακρατῶν ἐξανήλωσε καὶ κατέπαυσεν ὁ ἥλιος, ὅταν δὲ πλέον συμπαρώρμησε καὶ σφοδροτέραν ἐποίησε τὴν κίνησιν.