De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Πλείστων δʼ ὄντων ὥσπερ εἴρηται βορείων καὶ νοτίων ἑκατέρων οἷον τάξις, ἐν οἷς χρόνοις μάλιστα πνέουσι κατὰ λόγον --- μέχρι τοῦ λήγειν, τοῖς δὲ νοτίοις κατὰ χειμῶνά τε καὶ ἀρχομένου ἔαρος καὶ μετοπώρου λήγοντος. Καὶ γὰρ αἵ τε τοῦ ἡλίου φοραὶ συνεργοῦσιν ἀμφοτέροις καὶ ἡ ἀνταπόδοσις γίνεται καθάπερ παλιρροοῦντος τοῦ ἀέρος· ὃ γὰρ ἂν ἀπωσθῇ κατὰ χειμῶνα, — πλείους γὰρ ὡς ἐπίπαν βόρειοι πνέουσι, — καὶ ἔτι πρότερον τοῦ θέρους ὑπὸ τῶν ἐτησίων καὶ τῶν ἐπὶ τούτοις, ἀνταποδίδοται πάλιν τοῦ ἦρος εἰς τούσδε τοὺς τόπους, καὶ λήγοντος μετοπώρου καὶ περὶ πλειάδος δύσιν ἀνὰ λόγον.
Ὅθεν καὶ τὸ θαυμαζόμενον ὡς οὐκ ὂν διὰ τί βορέαι μὲν ἐτησίαι γίνονται νότοι δʼ οὐ γίνονται, φαίνεταί πως συμβαίνειν. Οἱ γὰρ ἠρινοὶ νότοι καθάπερ ἐτησίαι τινές εἰσιν οὓς
καλοῦσι λευκονότους· αἴθριοι γὰρ καὶ ἀσυννεφεῖς ὡς ἐπίπαν. Ἅμα δὲ καὶ τῷ μακρὰν ἡμῶν ἀπηρτῆσθαι λανθάνουσιν· ὁ δὲ βορέας εὐθὺς ἐν ἡμῖν. Ἥδε τῶν ἐτησίων φύσις. Διὰ τί δὲ ταύτην τὴν ὥραν καὶ τοσοῦετοι πνέουσι, καὶ διὰ τί λήγουσι τῆς ἡμέρας ληγούσης καὶ νύκτωρ οὐ πνέουσι σχεδὸν ἐν ταύταις λέγεται ταῖς αἰτίαις· ὡς ἄρα ἡ μὲν πνοὴ γίνεται διὰ τὴν τῆς χιόνος τῆξιν· ὅταν μὲν οὖν ὁ ἥλιος ἄρξηται λύειν τὸν πάγον καὶ κρατεῖν, οἱ πρόδρομοι, μετὰ δὲ ταῦτα οἱ ἐτησίαι.Τοῦ δὲ ἅμα τῇ καταφορᾷ τοῦ ἡλίου λήγειν καὶ νύκτωρ μὴ πνεῖν αἴτιον τὸ τὴν χιόνα τηκομένην παύεσθαι δυομένου καὶ νύκτωρ μὴ τήκεσθαι δεδυκότος. Οὐ μὴν ἀλλʼ ἐνίοτε πνέουσιν ὅταν πλείων ἡ τῆξις γένηται· καὶ γὰρ τῆς ἀνωμαλίας αἴτιον τοῦτο ὑποληπτέον. Ὁτὲ μὲν γὰρ μεγάλοι καὶ συνεχεῖς ὁτὲ δὲ ἐλάττους καὶ διαλείποντες πνέουσι διὰ τὸ τὰς τήξεις ἀνωμαλεῖς γίνεσθαι. Κατὰ δὲ τὴν ὕλην ἡ φορά. καὶ τῷ σύνεγγυς ἢ πόρρω καὶ ἄλλαις τοιαύταις διαφοευ ραῖς συμβαίνειν.