De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Ἐνίοτε δὲ καὶ ἅμα τῇ δύσει κατέπαυσεν ἀφελόμενος τὴν ἀπʼ αὐτοῦ κίνησιν ἣν ἔδωκεν. Ταύτην δὲ δῆλον ὡς ἔχειν τινὰ δεῖ συμμετρίαν ὥστε μήτʼ ἐξαναλίσκεσθαι μήτʼ ἐξ αὐτῆς δύνασθαι κινεῖσθαι πλείω χρόνον. Ἔνια δὲ καὶ δύνοντος τοῦ ἡλίου πνεῖν οὐδὲν κωλύει μᾶλλον οἷον ὅσα κατέχεται τῇ θερμότητι καὶ ὥσπερ ἀναξηραίνεται καὶ ἐκκαίεται. Διὰ τοῦτο γὰρ καὶ ἐν μεσημβρίᾳ μάλιστʼ ἀπνεύματοι, παρεγκλίναντος δὲ τοῦ ἡλίου πνευματωδέστεραι.

Ποιεῖ δὲ καὶ ἡ σελήνη ταὐτὰ πλὴν οὐχ ὁμοίως· οἷον γὰρ ἀσθενὴς ἥλιός ἐστι. Διὸ καὶ νύκτωρ δεινότεραι καὶ αἱ σύνοδοι τῶν μηνῶν χειμερινώτεραι. Συμβαίνει δ' οὖν ὁτὲ μὲν ἀνατέλλοντος τοῦ ἡλίου τὰ πνεύματα ἐπαίρεσθαι ὁτὲ δὲ λήγειν· καὶ ἐπὶ τῆς δύσεως ὁμοίως· ὁτὲ μὲν γὰρ κατέπαυσεν ὁτὲ δὲ ὥσπερ ἀφῆκεν. Εἰ δέ ποτε καὶ κατὰ σύμπτωμα γίνοιτο ταῦτα, καθάπερ καὶ τὰ ἐπὶ τῶν ἄστρων ἀνατολαῖς καὶ δύσεσιν, ἐπισκεπτέον, τοῦτʼ ἂν εἴη.

Καὶ ἀπὸ τῆς αὐτῆς αἰτίας καὶ διὰ μέσων νυκτῶν καὶ μεσημβρίας ἄπνοιαι γίνονται καὶ μάλιστα· συμβαίνει γάρ ποτε μὲν κρατεῖν ποτὲ δὲ κρατεῖσθαι τὸν ἀέρα τὸν τοιοῦτον ὑπὸ τοῦ ἡλίου· καὶ μέσων μὲν νυκτῶν κρατεῖ, πορρωτάτω γὰρ ὁ ἥλιος τότε· μεσημβρίας δὲ κρατεῖται· κρατῶν δὲ καὶ κρατούμενος ἕστηκεν, ἡ δὲ στάσις νηνεμία. Συμβαίνει δὲ καὶ τὰς καταπαύσεις γίνεσθαι τῶν πνευμάτων κατὰ λόγον· ἄρχεται μὲν γὰρ ἢ περὶ ἕω ἢ περὶ δυσμάς· λήγει δὲ τὰ μὲν ἕωθεν ὅταν κρατηθῇ κρατεῖται δὲ κατὰ μεσημβρίαν, τὰ δʼ ἀπὸ δυσμῶν ὅταν παύσηται κρατῶν, τοῦτο δὲ γίνεται μέσων νυκτῶν.