De Ventis

Theophrastus

Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.

Αἴτιον δʼ ὅτι διὰ μὲν τὸ μέγεθος πολὺν ἀέρα κινεῖ τοῦτον δὲ φθάνει ἐκπηγνὺς πρὶν ἀπῶσαι· παγέντα δὲ μένει τὰ νέφη διὰ βάρος· εἰς τὰ ἔξω δὲ καὶ πορρωτέρω τὸ μέγεθος μᾶλλον ἢ ψυχρότης διαδίδοται καὶ τοῦτο ἐργάζεται. Ὁ δὲ νότος ἧττόν τὸ ἔχων ὕλην καὶ ταύτην οὐ πηγνὺς ἀλλ' ἀπωθῶν αἰθρίαν πνέων καὶ λήγων μᾶλλον ἢ ἀρχόμενος, ὅτι ἀρχόμεο νος μὲν ὀλίγον ἀέρα ἀπωθεῖται προϊὼν δὲ πλείω, καὶ οὕτως ἀθροιζόμενος ἐκνεφοῦταί τε καὶ πυκνωθεὶς ὑδάτινος γίνεται. Ἔτι δὲ καὶ τὸ ἀπʼ ἐλάττονος ἢ μείζονος ἀρχῆς ἄρχεσθαι διαφέρει· μικρᾶς μὲν γὰρ οὔσης αἴθριος, μεγάλης δʼ ἐπινεφὴς καὶ ὑέτιος διὰ τὸ πλείω συνωθεῖν ἀέρα.

Τὸ δὲ μὴ πνεῖν κατʼ αὐτὴν τὴν Αἴγυπτον τὴν πρὸς θάλατταν τὸν νότον ὥς τινές φασι μηδʼ ὅσον ἡμέρας ἀπέχοντα καὶ νυκτὸς δρόμον, ἀλλὰ τὰ ὑπὲρ Μεμφίδος λαμπρὸν, ὁμοίως δὲ καὶ ἃ ἂν ἀπέχῃ τοσοῦτον, οὐκ ἀληθὲς μὲν εἶναί φασιν ἀλλὰ ψεῦδος· οὐ μὴν ἴσως γε ἀλλʼ ἔλαττον πνεῖ. Τὸ δʼ αἴτιον ὅτι κοίλη τὰ κάτω ἡ Αἴγυπτος ὥσθʼ ὑπερπίπτειν αὐτῆς, τὰ δʼ ἄνω ὑψηλοτέρα. Ἐπεὶ τό γε σύνεγγυς ἀπαιτεῖ τὸ μέγεθος· τὰ γὰρ τοιαῦτα μάλιστα ἐκ τῶν τόπων ἀποδοτέον ἅπερ κατὰ φύσιν ἔχει. Διαμένει δʼ ἐπινεφῆ καὶ αἴθρια τὰ πνεύματα ταῦτα ὁμοίως ὥσπερ ἀρτίως ἐλέχθη.

Τὸ δὲ τὸν βορέαν ἐπιπνεῖν τῷ νότῳ, τὸν δὲ νότον μὴ τῷ βορέᾳ, πρὸς ἐκείνην τὴν αἰτίαν ἀνακτέον τὴν μερίζουσαν ἑκάτερα κατὰ τοὺς τόπους· παρʼ ἡμῖν γὰρ τοῦτο συμβαίνει καὶ ὅλως τοῖς ὑπὸ τὴν ἄρκτον οἰκοῦσιν, τοῖς δὲ πρὸς μεσημβρίαν ἀνάπαλιν. Αἴτιον δʼ ἀμφοῖν τὸ αὐτό· τοῖς μὲν γὰρ ὁ βορέας τοῖς δʼ ὁ νότος πλησίον, ὥστʼ εὐθὺς ἀρχόμενοι ποιοῦσιν αἴσθησιν, εἰς δὲ τὰ πόρρω βραδέως δικνοῦνοται.