De Ventis
Theophrastus
Theophrastus. Theophrasti Eresii Opera, Quae Supersunt, Omnia. Wimmer, Friedrich, editor. Paris: A.F. Didot, 1866.
Καὶ τοῦτο μὲν κοινὸν ὡς εἰπεῖν πᾶσι. Τὸ δʼ ὑέτιον καὶ αἴθριον ἑκατέρου καὶ τὸ κυματῶδες καὶ ἄκυμον καὶ πυκνὸν καὶ συνεχὲς καὶ ἀνωμαλὲς καὶ ὅμαλον, ἔτι δὲ τὸ μέγεθος τοῦ μὲν ἀρχομένου τοῦ δὲ λήγοντος πρὸς τὴν ἀπόστασιν τῶν τόπων ἀποδίδοται μᾶλλον. Ὅθεν μὲν γὰρ ἕκαστος πνεῖ παρʼ ἐκείνοις αἴθριος, ὅποι δʼ ἀπωθεῖ τὸν ἀέρα παρʼ ἐκείνοις ἐπινεφὴς καὶ ὑέτιος. Διόπερ ὁ μὲν βορέας καὶ μᾶλλον οἱ ἐτησίαι τοῖς πρὸς μεσημβρίαν καὶ ἀνατολὴν οἰκοῦσιν ὑέτιοι ὁ δὲ νότος καὶ ἁπλῶς εἰπεῖν οἱ ἐξ ἐκείνου τοῦ τόπου πνέοντες τοῖς πρὸς ἄρκτον.
Οὐ μικρὰ δʼ ἐνταῦθα ἀλλὰ μεγίστη ῥοπὴ τὸ τὰς χώρας ὕψος ἔχειν, ὅπου ἂν προσκόψῃ τὰ νέφη καὶ λάβῃ στάσιν, ἐνταῦθα καὶ ὕδατος γένεσις. Διὸ καὶ τῶν σύνεγγυς τόπων ἄλλοι παρʼ ἄλλοις ὑέτιοι τῶν ἀνέμων. Ἀλλὰ περὶ μὲν ὑδάτων ἐν ἑτέροις εἴρηται διὰ πλειόνων. Ἐκ τῆς αὐτῆς δʼ αἰτίας καὶ ὁ μὲν βορέας εὐθὺς ἀρχόμενος μέεγας ὁ δὲ νότος λήγων, ὅθεν καὶ ἡ παροιμία συμβουλεύει τὰ περὶ τοὺς πλοῦς. Ὁ μὲν γὰρ εὐθὺς οἷον ἐπίκειται τοῖς περὶ ἄρκτον οἰκοῦσιν ὁ δὲ μακρὰν ἀφέστηκε· χρονιωτέρα δʼ ἡ τῶν ἄπωθεν ἀπορροὴ καὶ ὅταν ἀθροισθῇ πλῆθος. Τοῖς γὰρ περὶ Αἴγυπτον καὶ τοὺς τόπους ἐκείνους ἀνάπαλιν ὁ νότος ἀρχόμενος μέγας, ὅθεν καὶ τὴν παροιμίαν ἐναντίως λέγουσιν.
Ὡσαύτως δὲ καὶ τὸ πυκνὸν καὶ ἄκυμον καὶ συνεχὲς καὶ ὁμαλὲς ἐκείνοις ὁ νότος ποιεῖ μᾶλλον· ἀεὶ γὰρ τοῖς ἐγγὺς ἕκαστος τοιοῦτος τοῖς δὲ πόρρω καὶ ἀνωμαλὴς
καὶ διεσπασμένος. Τούτων μὲν οὖν τὰς εἰρημένας αἰτίας ὑποληπτέον αἵπερ ἐμφανεῖς καὶ κατʼ ἄλλους τόπους εἰσὶν ἐλάττους καὶ ἔλαττον ἀπέχοντας ἀλλήλων· τοῦτο δʼ ἂν καὶ δόξειεν ἄλογον εἶναι. Ὁ μὲν γὰρ νόστος ἀεὶ τοῖς ἑαυτοῦ τόποις αἴθριος, ὁ δὲ βορέας ὅταν ᾖ χειμὼν μέγας ἐν μὲν τοῖς πλησίον συννεφὴς ἔξω δʼ αἴθριος.