Metaphysics

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

εἰ δ᾽ οὖν τῆς κυκλικῆς αἴτιον τὸ πρῶτον οὐ τῆς ἀρίστης ἂν εἴη· κρείττων γὰρ ἡ τῆς ψυχῆς καὶ πρώτη δὴ καὶ μάλιστα ἡ τῆς διανοίας ἀφ᾽ ἧς καὶ ἡ ὄρεξις. τάχα δὲ καὶ τοῦτ᾽ ἄν τις ἐπιζητήσειε

διὰ τί τὰ κυκλικὰ μόνον ἐφετικὰ, τῶν δὲ περὶ τὸ μέσον οὐθὲν καίπερ κινητῶν ὄντων, πότερον ὡς ἀδύνατα ἢ ὡς οὐ διικνουμένου τοῦ πρώτου. ἀλλὰ τοῦτό γ᾽ ἄτοπον εἰ δι᾽ ἀσθένειαν· ἰσχυρότερον γὰρ ἄν τις ἀξιώσειε τοῦ Ὁμήρου Διὸς ὅς φησιν
αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ.
ἀλλὰ λοιπὸν ὥσπερ ἄδεκτόν τι καὶ ἀσύνθετον εἶναι.

τάχα δὲ πρότερον ζητήσειεν ἄν τις πῶς ἔχει, πότερα μέρη ταῦτα ἢ οὐ μέρη τοῦ οὐρανοῦ, καὶ εἰ μέρη, πῶς μέρη. νῦν γὰρ οἷον ἀπεωσμένα τῶν ἐντιμοτάτων οὐ μόνον κατὰ τὰς χώρας ἀλλὰ καὶ κατὰ τὴν ἐνέργειαν, εἴπερ ἡ κυκλικὴ τοιαύ1η. συμβαίνει γὰρ οἷον κατὰ συμβεβηκὸς ὑπὸ τῆς κυκλικῆς περιφορᾶς καὶ εἰς τοὺς τόπους καὶ εἰς ἄλληλα τὰς μεταβολάς. εἰ δὲ καὶ τὸ ἄριστον ἀπὸ τοῦ ἀρίστοῦ κάλλιον ἄν τι παρὰ τοῦ πρώτου δέοι τῆς κυκλοφορίας, εἰ μὴ ἄρ᾽ ἐκωλύετο τῷ μὴ δύνασθαι δέχεσθαι. τὸ γὰρ δὴ πρῶτον καὶ θειότατον πάντα τὰ ἄριστα βουλόμενον. τάχα δὲ τοῦτο μὲν οἷον ὑπέρβατόν τι καὶ ἀζήτητον. ἀξιοῖ γὰρ ὁ τοῦτο λέγων ἅπανθ᾽ ὅμοια, καὶ ἐν τοῖς ἀρίστοις εἶναι μικράν τινα ἢ μηδεμίαν ἔχοντα διαφοράν.