Metaphysics
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
τὸ δὲ μετὰ ταῦτ᾽ ἤδη λόγου δεῖται πλείονος περὶ τῆς ἐφέσεως, ποία καὶ τίνων. ἐπειδὴ πλείω τὰ κυκλικὰ καὶ αἱ φοραὶ τρόπον τινὰ ὑπεναντίαι, καὶ τὸ ἀνήνυτον καὶ οὗ χάριν ἀφανές. εἴτε γὰρ ἓν τὸ κινοῦν, ἄτοπον τὸ μὴ πάντα τὴν αὐτήν· εἴτε καθ᾽ ἕκαστον ἕτερον αἵ τ᾽ ἀρχαὶ πλείους ὥστε τὸ σύμφωνον αὐτῶν εἰς ὄρεξιν ἰόνκ τῶν τὴν ἀρίστην οὐδαμῶς φανερόν.
τὸ δὲ κατὰ τὸ πλῆθος τῶν σφαιρῶν τῆς αἰτίας μείζονα ζητεῖ λόγον· οὐ γὰρ ὅ γε τῶν ἀστρολόγων. ἄπορον δὲ καὶ πῶς ποτὲ φυσικὴν ὄρεξιν ἐχόντων οὐ τὴν ἠρεμίαν διώκουσιν ἀλλὰ τὴν κίνησιν. τί οὖν ἅμα τῇ μιμήσει φασὶν ἐκεῖνο ὅσοι τε τὸ ἓν καὶ ὅσοι τοὺς ἀριθμοὺς λέγουσιν; καὶ γὰρ αὐτοὶ τούς ἀριθμούς φασι τὸ ἕν. εἰ δὴ ἔφεσις, ἄλλως τε καὶ τοῦ ἀρίστου, μετὰ ψυχῆς. εἰ μή τις λέγοι καθ᾽ ὁμοιότητα καὶ διαφορὰν ἔμψυχα εἶναι τὰ κινούμενα. ψυχὴ δ᾽ ἅμα δοκεῖ καὶ κίνησις ὑπάρχειν ζωὴ γὰρ τοῖς ἔχουσιν, ἀφ᾽ ἧς καὶ αἱ ὁρέξεις πρὸς ἕκαστον, ὥσπερ καὶ τοῖς ζώοις, ἐπεὶ καὶ αἱ αἰσθήσεις καίπερ ἐν τῷ πάσχειν οὖσαι δι᾽ ἑτέρων ὅμως ἔμψυχοι γίγνονται.