Metaphysics

Theophrastus

Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.

τόδε δ᾽ ἄν τις ἴσως ἀπορήσειε πρὸς αὐτὸν τὸν πρῶτον οὐρανὸν ἀναφέρων πότερον ἡ περιφορὰ τῆς οὐσίας ἐστὶν αὐτοῦ καὶ ἅμα τῷ πεπαῦσθαι φθείροιτ᾽ ἂν, ἢ εἴπερ ἐφέσει τινὶ καὶ ὀρέζει κατὰ συμβεβηκὸς· εἰ μὴ ἄρα σύμφυτον αὐτῷ τὸ ὀρέγεσθαι καὶ οὐδὲν κωλύει τοιαῦτ᾽ ἄττα τῶν ὄντων ὑπάρχειν. ἴσως δ᾽ ἂν εἴη καὶ ἀφελόντα τὴν ὄρεξιν ὑπὲρ αὐτῆς τῆς κινήσεως ἀπορεῖν εἰ ἀφαιρεθεῖσα φθείροι ἂν τὸν οὐρανόν. καὶ τοῦτο μὲν ὥσπερ ἑτέρων λόγων. ἀπὸ δ᾽ οὐν ταύτης ἢ τούτων τῶν ἀρχῶν ἀξιώσειεν ἄν τις. τάχα δὲ καὶ ἀπὸ τῶν ἄλλων ἀρχῶν ἄν τις τιθῆται τὰ ἐφεξῆς εὐθὺς ἀποδιδόναι

καὶ μὴ μέχρι του προελθόντα παύεσθαι· τοῦτο γὰρ τελέου καὶ φρονοῦντος, ὅπερ Ἀρχύτας ποτ᾽ ἔφη ποιεῖν Εὔρυτον διατιθέντα τινὰς ψήφους. λέγειν γὰρ ὡς ὅδε μὲν ἀνθρώπου ὁ ἀριθμὸς, ὅδε δὲ ἵππου, ὅδε δ᾽ ἄλλου τινὸς τυγχάνει. νῦν δ᾽ οἵ γε πολλοὶ μέχρι τινὸς ἐλθόντες καταπαύονται.

καθάπερ καὶ οἱ τὸ ἓν καὶ τὴν ἀόριστον δυάδα ποιοῦντες. τοὺς γὰρ ἀριθμοὺς γεννήσαντες καὶ τὰ ἐπίπεδα καὶ τὰ σώματα σχεδὸν τἆλλα παραλείπουσι πλὴν ὅσον ἐφαπτόμενοι καὶ τοσοῦτο μόνον δηλοῦντες ὅτι τὰ μὲν ἀπὸ τῆς ἀορίστου δυάδος οἷον τόπος καὶ κενὸν καὶ ἄπειρον, τὰ δ᾽ ἀπὸ τῶν ἀριθμῶν καὶ τοῦ ἑνὸς οἷον ψυχὴ καὶ ἄλλ᾽ ἄττα, χρόνον δ᾽ἅμα καὶ οὐρανὸν καὶ ἕτερα δὴ πλείω· τοῦ δ᾽ οὐρανοῦ πέρι καὶ τῶν λοιπῶν οὐδεμίαν ἔτι ποιοῦνται μνείαν. ὡσαύτως δ᾽ οὐδὲ οἱ περὶ Σπεύσιππον οὐδὲ τῶν ἄλλων οὐθεὶς πλὴν Ξενοκράτης· οὗτος γὰρ ἀπόντα πως περιτίθησι περὶ τὸν κόσμον ὁμοίως αἰσθητὰ καὶ νοητὰ καὶ μαθηματικὰ καὶ ἔτι δὴ τὰ θεῖα.