Metaphysics
Theophrastus
Theophrastus. Theophrasti Eresii opera quae supersunt omnia, vol. III. Wimmer, Friedrich, editor. Leipzig: Teubner, 1862.
πειρᾶται δὲ καὶ Ἑστιαῖος μέχρι τινὸς, οὐχ ὥσπερ εἴρηται περὶ τῶν πρώτων μόνον. Πλάτων μὲν οὖν ἐν τῷ ἀνάγειν εἰς τὰς ἀρχὰς δόξειεν ἄν ἅπτεσθαι τῶν ἄλλων εἰς τὰς ἰδέας ἀνάπτων, ταύτας δ᾽ εἰς τοὺς ἀριθμοὺς, ἐκ δὲ τούτων εἰς τὰς ἀρχὰς, εἶτα κατὰ τὴν γένεσιν μέχρι τῶν εἰρημένων. οἱ δὲ τῶν ἀρχῶν μόνον. ἔνιοι δὲ καὶ τὴν ἀλήθειαν ἐν τούτοις· τὰ γὰρ ὄντα μόνον περὶ τὰς ἀρχάς. συμβαίνει δὲ τοὐναντίον ἢ ἐν ταῖς ἄλλαις μεθόδοις· ἐν ἐκείνοις γὰρ τὰ μετὰ τὰς ἀρχὰς ἰσχυρότερα καὶ οἷον τελεώτερα τῶν ἐπιστημῶν· τάχα δὲ καὶ εὐλόγως. ἔνθα μὲν γὰρ τῶν ἀρχῶν ἐν δὲ ταῖς λοιπαῖς ἀπὸ τῶν ἀρχῶν ἡ ζήτησις.
πῶς δέ ποτε χρὴ καὶ ποίας τὰς ἀρχὰς ὑποθέσθαι τάχ᾽ ἂν ἀπορήσειέ τις, πότερον ἀμόρφους καὶ οἷον δυναμικὰς ὥσπερ
ὅσοι πῦρ καὶ γῆν, ἢ μεμορφωμένας ὡς μάλιστα δέον ταύτας ὡρίσθαι καθάπερ ἐν τῷ Τιμαίῳ φησίν· τοῖς γὰρ τιμιωτάτοις οἰκειότατον ἡ τάξις καὶ τὸ ὡρίσθαι. φαίνεται δὲ καὶ ἐν ταῖς λοιπαῖς σχεδὸν ἔχειν οὕτω καθάπερ τῇ γραμματικῇ καὶ μουσικῇ καὶ ταῖς μαθηματικαῖς. συνακολουθεῖ δὲ καὶ τὰ μετὰ τὰς ἀρχάς. ἔτι δὲ καὶ κατὰ τὰς τέχνας ὁμοίως αἵπερ τὴν φύσιν μιμοῦνται· καὶ τὰ ὄργανα καὶ τὰ ἄλλα κατὰ τὰς ἀρχάς. οἱ μὲν οὐν ἀμόρφους πάσας, οἱ δὲ μόνον τὰς ὑλικάς· οἱ δ᾽ ἀμφοτέρας ἐμμόρφους, καὶ τὰς τῆς ὕλης, ὡς ἐν ἀμφοῖν τὸ τέλεον·