Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Τὴν δὲ πυρὸν ἀπολλύουσι καὶ οἱ σκώληκες οἱ μὲν εὐθὺς κατεσθίοντες φυόμενοι τὰς ῥίζας, οἱ δὲ ὅταν αὐχμῶντες ἀποχυθῆναι μὴ δύνωνται· τότε γὰρ ἐγγινόμενος ὁ σκώληξ ἐσθίει τὸν ἀποπηνιζόμενον κάλαμον· ἐσθίει δὲ ἄχρι τοῦ στάχυος, εἶτ᾿ [*](¹ Plin. 18. 154.) [*](² ἐρυσιβᾷ conj. W.; ἐρυσίβαι Ald.; εἰς add. Sch.) [*](³ τὰ add. Sch. 4 cf. C. P. 3. 22. 2.) [*](5 ἐρυσιβᾷ conj. Sch.; ἐρυσίβαι Ald) [*](6 cf. C.P. 4. 13. 4: Plin. 18. 151.) [*](7 μέγαλα conj. Sch.; μεγάλη UMAld.)

204
ἐξαναλώσας ἀπόλλυται· καὶ ἐὰν μὲν ὅλον ἐκφάγῃ τελέως αὐτὸς ὁ πυρός, ἐὰν δὲ ἐπὶ θάτερον τοῦ καλάμου καὶ ἐκβιάσηται τὴν ἀπόχυσιν, τοῦτο μὲν αὖον τοῦ στάχυος θάτερον δὲ ὑγιές. γίνεται δὲ οὐ πανταχοῦ τὸ περὶ τοὺς πυρούς, οἷον ἐν Θετταλίᾳ, ἀλλὰ κατὰ χώρας τινάς, ὥσπερ ἐν τῇ Λιβύῃ καὶ τῆς Εὐβοίας ἐν τῷ Ληλάντῳ.

Σκώληκες δὲ γίνονται καὶ ἐν τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς, ὅταν ὑγρανθῶσι καὶ θερμημερίαι γένωνται, καθάπερ καὶ ἐν τοῖς ἐρεβίνθοις αἱ κάμπαι. πάντα δὲ ἐξαναλώσαντα τὰς τροφὰς ἀπόλλυται καὶ ἐν τοῖς χλωροῖς καὶ ἐν τοῖς ξηροῖς καρποῖς, οἷον οἵ τε ἶπες καὶ οἱ ἐν τοῖς κυάμοις ἐγγινόμενοι καὶ ἐν τοῖς ἄλλοις, ὥσπερ καὶ ἐν τοῖς δένδρεσι καὶ ἐν τοῖς ξύλοις ἐλέχθη, πλὴν τῶν κεραστῶν καλουμένων. πρὸς ἅπαντα δὴ ταῦτα μεγάλα διαφέρουσιν αἱ χῶραι οὐκ ἀλόγως· ὁ γὰρ ἀὴρ εὐθὺς διάφορος τῷ θερμὸς ἢ ψυχρὸς εἶναι ἢ ὑγρὸς ἢ ξηρός· οὗτος δ᾿ ἦν ὁ γονεύων· δι᾿ ὃ καὶ ἐν οἷς εἰώθασι γίνεσθαι οὐκ ἀεὶ γίνονται.

XI. Τῶν δὲ σπερμάτων οὐχ ἡ αὐτὴ δύναμίς ἐστιν εἴς τε τὴν βλάστησιν καὶ εἰς θησαυρισμόν. [*](¹ αὐτὸς: sc. the grain. ἀυαίνεται conj. W,; ? αὐαίνεται αὐτὸς.) [*](θάτερον conj. Sch.; θατέρου Ald.) [*](3 cf. C. P. 3. 22. 3. ὤχροις conj. St.: ὄχροις Ald.H.) [*](4 καθάπερ καὶ conj. Sch.; καὶ καθάπερ Ald.) [*](5 πάντα conj. W.; τὰ Ald.)

206
ἔνια μὲν γὰρ βλαστάνει καὶ τελειοῦται τάχιστα καὶ θησαυρίζεται κράτιστα, καθάπερ ἔλυμος καὶ κέγχρος· ἔνια δὲ βλαστάνει μὲν εὖ ταχέως δὲ σήπεται, καθάπερ ὁ κύαμος καὶ μᾶλλον ὁ τεράμων· ταχὺ δ᾿ ἡ ἀφάκη καὶ ὁ δόλιχος· κριθὴ δὲ πυροῦ θᾶττον δὲ καὶ ὁ κονιορτώδης σῖτος καὶ ὁ ἐν οἰκήμασι κονιατοῖς ἢ ἀκονιάτοις.