Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Χ. Νοσήματα δὲ τῶν σπερμάτων τὰ μὲν κοινὰ πάντων ἐστίν, οἷον ἡ ἐρυσίβη, τὰ δ᾿ ἴδιά τινων, οἷον ὁ σφακελισμὸς τοῦ ἐρεβίνθου, καὶ τὸ ὑπὸ καμπῶν κατεσθίεσθαι καὶ ὑπὸ ψυλλῶν, τινὰ δὲ καὶ ὑπ᾿ ἄλλων θηριδίων. ἔνια δὲ καὶ ψωριᾷ καὶ ἁλμᾷ, καθάπερ καὶ τὸ κύμινον. τὰ δ᾿ ἐπιγινόμενα ζῶα μὴ ἐξ αὐτῶν ἀλλ᾿ ἐκ τῶν ἔξωθεν οὐχ ὁμοίως βλάπτει. ἐπιγίνεται γὰρ ἡ μὲν κανθαρὶς [*](¹ ἥ τε ζειὰ καὶ ἡ τίφη add. W, from Galen.) [*](² ὁ δ᾿ conj. Scal.; ὅ τ᾿ Ald.H.; ἥ τ᾿ UMP.) [*](³ καίτοι conj W.; καὶ Ald. cf. C.P. 4. 15. 1.) [*](⁴ τὰ add. St. 5 8. 3. 5 ad fin.) [*](5 καὶ τὰ Ald.; καὶ οἱ τὰ UMP: ? καὶ αὖ τὰ W.)

202
ἐν τοῖς πυροῖς, τὸ δὲ φαλάγγιον ἐν ὀρόβοις, ἄλλα δ᾿ ἐν ἄλλοις.

Ἐρυσιβᾷ δ᾿ ὡς ἁπλῶς εἰπεῖν τὰ σιτώδη μᾶλλον τῶν ὀσπρίων· αὐτῶν δὲ τούτων κριθὴ μᾶλλον ἢ πυρός· καὶ τῶν κριθῶν ἕτεραι ἑτέρων, μάλιστα δ᾿ ὡς εἰπεῖν ἡ Ἀχιλληΐς. διαφέρει δὲ καὶ ἡ τῶν χωρίων θέσις καὶ ἡ φύσις οὐ μικρόν· τὰ γὰρ προσήνεμα καὶ μετέωρα οὐκ ἐρυσιβᾷ ἢ ἧττον, ἀλλὰ τὰ ἔγκοιλα καὶ ἄπνοα· γίνεται δὲ ἡ ἐρυσίβη πανσελήνοις μάλιστα.

ἀπόλλυται δὲ καὶ ὑπὸ τῶν πνευμάτων καὶ πυρὸς καὶ κριθή, ὅταν ἢ ἀνθοῦντα ληφθῇ ἢ ἄρτι ἀπηνθηκότα καὶ ἀσθενῆ· μᾶλλον δὲ κριθή, πολλάκις δ᾿ ἤδη ἐν τῷ ἁδρύνεσθαι οὖσα, ἐὰν μεγάλα καὶ πλείω χρόνον ἐπιγένηται· ξηραίνει γὰρ καὶ ἀφαυαίνει, ὃ καλοῦσί τινες ἐξανεμοῦσθαι. διαπόλλυσι δὲ καὶ ἥλιος ὁ ἐκνέφελος ἄμφω καὶ μᾶλλον πυρὸν ἢ κριθήν, ὥστε μηδ᾿ ἐπίδηλον εἶναι τὸν στάχυν τῇ ὄψει ὄντα κενόν.