Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Γίνεται δὴ φθειρομένοις σπέρμασι ἴδια ζῶα, καθάπερ ἐλέχθη, πλὴν ἐρεβίνθου· μόνος γὰρ οὗτος οὐ ζωογονεῖ. καὶ σηπομένοις μὲν πᾶσι σκώληξ κοπτομένοις δὲ καθ᾿ ἕκαστον ἴδιον. πάντων δὲ μάλιστα διαμένουσιν ἐρέβινθος καὶ ὄροβος, τούτων δ᾿ ἔτι μᾶλλον ὁ θέρμος· ἀλλ᾿ ἔοικέ γ᾿ οὗτος ὥσπερ ἀγρίῳ.

Διαφέρει δὲ ὡς ἔοικε χώρα χώρας καὶ ἀὴρ ἀέρος εἰς τὸ κόπτεσθαι καὶ μὴ τὰ σπέρματα· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον οὐκ ἐσθίεσθαί φασιν ὅλως κύαμον, δι᾿ ὃ καὶ εἰς θησαυρισμὸν ἀποτίθεσθαι· διαμένει δὲ καὶ περὶ Κυζικὸν ἐπὶ πλείω. μέγα δὲ πρὸς διαμονὴν καὶ τὸ ξηρὰ θερίζειν· ἐλάττων γὰρ ἡ ὑγρότης· θερίζουσι δ᾿ ἐγχυλότερα τὰ μὲν χεδροπὰ πρὸς τὸ μᾶλλον καὶ ῥᾷον συλλέξαι, ταχὺ γὰρ καταρρεῖ καὶ αὐανθέντα [*](¹ εὖ conj. W.; οὐ Ald. ² σήπεται add. W.) [*](³ cf. 8. 8. 6; C. P. 5. 18. 2. ⁴ θᾶττον add. W.) [*](5 καὶ ὁ κον. . . . ἀκονιάτοις conj. W., cf. C.P. 4. 16. 1; ὁ κονι- ορτώδης καὶ ὁ κονίορτος· καὶ ὁ ἐν τοῖς κονιορτοῖς ἐν ἅπασιν, οἷον κονιάτοις ἢ ἀκονιάτοις Ald.; so also UM, but omitting τοῖς; U gives κονιατοῖς; ἢ ὁ ἀκονίορθος for καὶ ὁ κονίορτος mBas. cf. Plin 18. 301, Varro 1. 57. 1, where the use of a cement of pounded marble is recommended.) [*](6 δὴ φθειρομένοις conj. Sch.; διαφθειρομένοις UMAld.)

208
θρύπτεται, τοὺς δὲ πυροὺς καὶ γένος τι κριθῶν διὰ τὸ βελτίους εἰς τὰ ἄλφιτα γίνεσθαι μὴ ἀπεξηραμμένας.

Δἰ ὃ καὶ εἰς θώμους συντιθέασι καὶ πυροὺς καὶ κριθάς, καὶ δοκοῦσιν ἁδρύνεσθαι ἐν θώμῳ μᾶλλον ἢ λιποσαρκεῖν. οὐκ ἐσθίεται δὲ σῖτος, ὅταν ὑσθεὶς θερισθῇ· ἀθέριστος δὲ μάλιστα διαμένει ὁ πυρός, ἔτι δὲ μᾶλλον ὁ θέρμος· οὐδὲ γὰρ θερίζουσι τοῦτον πρότερον ἢ ὕδωρ γενέσθαι, διὰ τὸ ἐκπηδᾶν θεριζόμενον καὶ ἀπόλλυσθαι τὸ σπέρμα.