Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Οἴονται δέ τινες καὶ τὴν τροφὴν τῷ ὑπτίῳ διὰ τοῦ πρανοῦς εἶναι, διὰ τὸ ἔνικμον ἀεὶ τοῦτο καὶ χνοῶδες εἶναι, οὐ καλῶς λέγοντες. ἀλλὰ τοῦτο μὲν ἴσως συμβαίνει χωρὶς τῆς ἰδίας φύσεως καὶ διὰ τὸ μὴ ὁμοίως ἡλιοῦσθαι, ἡ δὲ τροφὴ διὰ τῶν φλεβῶν ἢ ἰνῶν ὁμοίως ἀμφοτέροις· ἐκ θατέρου δ᾿ εἰς θάτερον οὐκ εὔλογον μὴ ἔχουσι πόρους μηδὲ βάθος δι᾿ οὗ· ἀλλὰ περὶ μὲν τροφῆς διὰ τίνων ἕτερος λόγος.

Διαφέρουσι δὲ καὶ τὰ φύλλα πλείοσι διαφοραῖς· τὰ μὲν γάρ ἐστι πλατύφυλλα, καθάπερ ἄμπελος συκῆ πλάτανος, τὰ δὲ στενόφυλλα, καθάπερ ἐλάα ῥόα μύρρινος· τὰ δ᾿ ὥσπερ ἀκανθόφυλλα, καθάπερ πεύκη πίτυς κέδρος· τὰ δ᾿ οἷον σαρκόφυλλα· τοῦτο δ᾿ ὅτι σαρκῶδες ἔχουσι τὸ φύλλον, οἷον κυπάριττος μυρίκη μηλέα, τῶν δὲ φρυγανικῶν κνέωρος στοιβὴ καὶ ποιωδῶν ἀείζωον πόλιον· τοῦτο δὲ καὶ πρὸς τοὺς σῆτας τοὺς ἐν τοῖς ἱματίοις ἀγαθόν· τὰ γὰρ αὖ τῶν τευτλίων ἢ ῥαφάνων ἄλλον τρόπον σαρκώδη καὶ τὰ τῶν πηγανίων καλουμένων· ἐν πλάτει γὰρ καὶ οὐκ ἐν στρογγυλότητι τὸ σαρκῶδες. καὶ τῶν θαμνωδῶν δὲ ἡ μυρίκη σαρκῶδες τὸ φύλλον ἔχει.

ἔνια δὲ [*](¹ cf. 1. 8. 3; 1. 10. 8; Plin. 16. 92.) [*](2 ἐκ θατέρου δ᾿ εἰς conj. Sch. from G ; δὲ ἐκ θατέρου εἰς with stop at ἰνῶν Ald. ³ δι᾿ οὗ Ι conj.; δ᾿ ὦν U.) [*](4 ἀκανθόφυλλα conj. W.; σπανόφυλλα UM Ald.; ἀνόφυλλα P2; cf. 3. 9. 5, whence Sch. conj. τριχόφυλλα: Plin. l.c. has capillata pino cedro.) [*](5 μηλέα probably corrupt; omitted by Plin. l.c.)

72
καὶ καλαμόφυλλα, καθάπερ ὁ φοῖνιξ καὶ ὁ κόιξ καὶ ὅσα τοιαῦτα· ταῦτα δὲ ὡς καθ᾿ ὅλου εἰπεῖν γωνιόφυλλα· καὶ γὰρ ὁ κάλαμος καὶ ὁ κύπειρος καὶ ὁ βούτομος καὶ τἆλλα δὲ τῶν λιμνωδῶν τοιαῦτ· πάντα δὲ ὥσπερ ἐκ δυοῖν σύνθετα καὶ τὸ μέσον οἷον τρόπις, οὗ ἐν τοῖς ἄλλοις μέγας πόρος ὁ μέσος. διαφέρουσι δὲ καὶ τοῖς σχήμασι· τὰ μὲν γὰρ περιφερῆ, καθάπερ τὰ τῆς ἀπίου, τὰ δὲ προμηκέστερα, καθάπερ τὰ τῆς μηλέας· τὰ δὲ εἰς ὀξὺ προήκοντα καὶ παρακανθίζοντα, καθάπερ τὰ τοῦ μίλακος. καὶ ταῦτα μὲν ἄσχιστα· τὰ δὲ σχιστὰ καὶ οἷον πριονώδη, καθάπερ τὰ τῆς ἐλάτης καὶ τὰ τῆς πτερίδος· τρόπον δέ τινα σχιστὰ καὶ τὰ τῆς ἀμπέλου, καὶ τὰ τῆς συκῆς δὲ ὥσπερ ἂν εἴποι τις κορωνοποδώδη.

ἔνια δὲ καὶ ἐντομὰς ἔχοντα, καθάπερ τὰ τῆς πτελέας καὶ τὰ τῆς Ἡρακλεωτικῆς καὶ τὰ τῆς δρυός. τὰ δὲ καὶ παρακανθίζοντα καὶ ἐκ τοῦ ἄκρου καὶ ἐκ τῶν πλαγίων, οἷον τὰ τῆς πρίνου καὶ τὰ τῆς δρυὸς καὶ μίλακος καὶ βάτου καὶ παλιούρου καὶ τὰ τῶν ἄλλων. ἀκανθῶδες δὲ ἐκ τῶν ἄκρων καὶ τὸ τῆς πεύκης καὶ πίτυος καὶ ἐλάτης ἔτι δὲ κέδρου καὶ κεδρίδος. φυλλάκανθον δὲ ὅλως ἐν μὲν τοῖς δένδροις οὐκ ἔστιν οὐδὲν ὧν ἡμεῖς ἴσμεν, ἐν δὲ τοῖς ἄλλοις ὑλήμασίν ἐστιν, οἷον ἥ τε ἄκορνα καὶ ἡ δρυπὶς καὶ ὁ ἄκανος καὶ σχεδὸν ἅπαν τὸ τῶν ἀκανωδῶν γένος· ὥσπερ γὰρ φύλλον ἐστὶν ἡ ἄκανθα πᾶσιν· εἰ δὲ μὴ φύλλα τις ταῦτα θήσει, [*](1 Plin. l.c. and 13. 30. ² οὗ ἐν conj. W.: ὅθεν Ald. H.) [*](² παρακανθίζοντα conj. Sch.; παραγωνίζοντα UMV Ald.) [*](⁴ τὰ δὲ σχιστὰ add. W.)

74
συμβαίνοι ἂν ὅλως ἄφυλλα εἶναι, ἐνίοις δὲ ἄκανθαν μὲν εἶναι φύλλον δὲ ὅλως οὐκ ἔχειν, καθάπερ ὁ ἀσφάραγος.

Πάλιν δ᾿ ὅτι τὰ μὲν ἄμισχα, καθάπερ τὰ τῆς σκίλλης καὶ τοῦ βολβοῦ, τὰ δ᾿ ἔχοντα μίσχον. καὶ τὰ μὲν μακρόν, οἷον ἡ ἄμπελος καὶ ὁ κιττός, τὰ δὲ βραχὺν καὶ οἷον ἐμπεφυκότα, καθάπερ ἐλάα καὶ οὐχ ὥσπερ ἐπὶ τῆς πλατάνου καὶ ἀμπέλου προσηρτημένον. διαφορὰ δὲ καὶ τὸ μὴ ἐκ τῶν αὐτῶν εἶναι τὴν πρόσφυσιν, ἀλλὰ τοῖς μὲν πλείστοις ἐκ τῶν κλάδων τοῖς δὲ καὶ ἐκ τῶν ἀκρεμόνων, τῆς δρυὸς δὲ καὶ ἐκ τοῦ στελέχους, τῶν δὲ λαχανωδῶν τοῖς πολλοῖς εὐθὺς ἐκ τῆς ῥίζης, οἷον κρομύου σκόρδου κιχορίου, ἔτι δὲ ἀσφοδέλου σκίλλης βολβοῦ σισυριγχίου καὶ ὅλως τῶν βολβωδῶν· καὶ τούτων δὲ οὐχ ἡ πρώτη μόνον ἔκφ υσις ἀλλὰ καὶ ὅλος ὁ καυλὸς ἄφυλλον. ἐνίων δ᾿ ὅταν γένηται, φύλλα εἰκός, οἷον θριδακίνης ὠκίμου σελίνου καὶ τῶν σιτηρῶν ὁμοίως. ἔχει δ᾿ ἔνια τούτων καὶ τὸν καυλὸν εἶτ᾿ ἀκανθίζοντα, ὡς ἡ θριδακίνη καὶ τὰ φυλλάκανθα πάντα καὶ τῶν θαμνωδῶν δὲ καὶ ἔτι μᾶλλον, οἷον βάτος παλίουρος.