Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Κοινὴ δὲ διαφορὰ πάντων ὁμοίως δένδρων καὶ τῶν ἄλλων ὅτι τὰ μὲν πολύφυλλα τὰ δ᾿ ὀλιγόφυλλα. ὡς δ᾿ ἐπὶ τὸ πᾶν τὰ πλατύφυλλα ταξίφυλλα, καθάπερ μύρρινος, τὰ δ᾿ ἄτακτα καὶ ὡς ἔτυχε, καθάπερ σχεδὸν τὰ πλεῖστα τῶν ἄλλων [*](1 Plin. 16. 91. ² ἐπὶ conj. W.; ἡ Ald. H.) [*](³ ἐνίων. . . εἰκός. So Sch. explains: text probably defective.)

76
ἦν. ἴδιον δὲ ἐπὶ τῶν λαχανωδῶν, οἷον κρομύου γητείου, τὸ κοιλόφυλλον.

Ἁπλῶς δ᾿ αἱ διαφοραὶ τῶν φύλλων ἢ μεγέθει ἢ πλήθει ἡ σχήματι ἢ πλατύτητι ἢ στενότητι ἢ κοιλότητι ἢ τραχύτητι ἢ λειότητι καὶ τῷ παρακανθίζειν ἢ μή. ἔτι δὲ κατὰ τὴν πρόσφυσιν ὅθεν ἢ δι᾿ οὗ· τὸ μὲν ὅθεν, ἀπὸ ῥίζης ἢ κλάδου ἢ καυλοῦ ἢ ἀκρεμόνος· τὸ δὲ δι᾿ οὗ, ἢ διὰ μίσχου ἢ δι᾿ αὐτοῦ καὶ εἰ δὴ πολλὰ ἐκ τοῦ αὐτοῦ. καὶ ἔνια καρποφόρα, μεταξὺ περιειληφότα τὸν καρπόν, ὥσπερ ἡ Ἀλεξανδρεία δάφνη ἐπιφυλλόκαρπος.

Αἱ μὲν οὖν διαφοραὶ τῶν φύλλων κοινοτέρως πᾶσαι εἴρηνται καὶ σχεδόν εἰσιν ἐν τούτοις.

(Σύγκειται δὲ τὰ μὲν ἐξ ἰνὸς καὶ φλοιοῦ καὶ σαρκός, οἷον τὰ τῆς συκῆς καὶ τῆς ἀμπέλου, τὰ δὲ ὥσπερ ἐξ ἰνὸς μόνον, οἷον τοῦ καλάμου καὶ σίτου.

τὸ δὲ ὑγρὸν ἀπάντων κοινόν· ἅπασι γὰρ ἐνυπάρχει καὶ τούτοις καὶ τοῖς ἄλλοις τοῖς ἐπετείοις μίσχος ἄνθος καρπὸς εἴ τι ἄλλο μᾶλλον δὲ καὶ τοῖς μὴ ἐπετείοις· οὐδὲν γὰρ ἄνευ τούτου. δοκεῖ δὲ καὶ τῶν μίσχων τὰ μὲν ἐξ ἰνῶν μόνον συγκεῖσθαι, καθάπερ τὰ τοῦ σίτου καὶ τοῦ καλάμου, τὰ δ᾿ ἐκ τῶν αὐτῶν, ὥσπερ οἱ καυλοί.

[*](¹ τῶν ἄλλων ἦν MSS.; τῶν ποιωδῶν conj. W. ἦν, at all events, cannot be right. ² Plin. 19. 100.)[*](3 ἢ στενότητι ἢ κοιλότητι : so G ; ἢ κοιλότητι ἢ στενότητι MSS. ⁴ i. e. petiolate. 5 i. e. sessile.)[*](6 i. e. compound: εἰ δὴ conj. W.; εἴδη UMV Ald.)[*](7 The passage from here to the end of the chapter is a digression.)
78

Τῶν δ᾿ ἀνθῶν τὰ μὲν ἐκ φλοιοῦ καὶ φλεβὸς καὶ σαρκός, ??τὰ δ᾿ ἐκ σαρκὸς?? μόνον, οἷον τὰ ἐν μέσῳ τῶν ἄρων.

Ὁμοίως δὲ καὶ ἐπὶ τῶν καρπῶν· οἱ μὲν γὰρ ἐκ σαρκὸς καὶ ἰνός, οἱ δὲ ἐκ σαρκὸς μόνον, οἱ δὲ καὶ ἐκ δέρματος σύγκεινται· τὸ δὲ ὑγρὸν ἀκολουθεῖ καὶ τούτοις. ἐκ σαρκὸς μὲν καὶ ἰνὸς ὁ τῶν κοκκυμήλων καὶ σικύων, ἐξ ἰνὸς δὲ καὶ δέρματος ὁ τῶν συκαμίνων καὶ τῆς ῥόας. ἄλλοι δὲ κατ᾿ ἄλλον τρόπον μεμερισμένοι. πάντων δὲ ὡς εἰπεῖν τὸ μὲν ἔξω φλοιὸς τὸ δ᾿ ἐντὸς σὰρξ τῶν δὲ καὶ πυρήν.)

XI. Ἔσχατον δ᾿ ἐν ἅπασι τὸ σπέρμα. τοῦτο δὲ ἔχον ἐν ἑαυτῷ σύμφυτον ὑγρὸν καὶ θερμόν, ὧν ἐκλιπόντων ἄγονα, καθάπερ τὰ ὠά. καὶ τῶν μὲν εὐθὺ τὸ σπέρμα μετὰ τὸ περιέχον, οἷον φοίνικος καρύου ἀμυγδάλης, πλείω δὲ τούτων τὰ ἐμπεριέχοντα, ὡς τὰ τοῦ φοίνικος. τῶν δὲ μεταξὺ σὰρξ καὶ πυρήν, ὥσπερ ἐλάας καὶ κοκκυμηλέας καὶ ἑτέρων. ἔνια δὲ καὶ ἐν λοβῷ, τὰ δ᾿ ἐν ὑμένι, τὰ δ᾿ ἐν ἀγγείῳ, τὰ δὲ καὶ γυμνόσπερμα τελείως.

Ἐν λοβῷ μὲν οὐ μόνον τὰ ἐπέτεια, καθάπερ τὰ χεδροπὰ καὶ ἕτερα πλείω τῶν ἀγρίων, ἀλλὰ καὶ τῶν δένδρων ἔνια, καθάπερ ἥ τε κερωνία, ἥν τινες καλοῦσι συκῆν Αἰγυπτίαν, καὶ ἡ κερκὶς καὶ ἡ κολοιτία περὶ Λιπάραν· ἐν ὑμένι δ᾿ ἔνια τῶν [*](¹ τὰ U; τὸ Ald.) [*](² τὰ δ᾿ ἐκ σαρκὸς preserved only in mBas.; om. UMVP2 Sch. reads τὸ.) [*](³ ἄρων conj. W.; αἰρῶν MSS. ⁴ i. e. rind.) [*](5 Plin. 18. 53. 6 οὐ conj. Sch.; οὖν Ald. H.)

80
ἐπετείων, ὥσπερ ὁ πυρὸς καὶ ὁ κέγχρος· ὡσαύτως δὲ καὶ ἐναγγειοσπέρματα καὶ γυμνοσπέρματα. ἐναγγειοσπέρματα μὲν οἷον ἥ τε μήκων καὶ ὅσα μηκωνικά· τὸ γὰρ σήσαμον ἰδιωτέρως· γυμνοσπέρματα δὲ τῶν τε λαχάνων πολλά, καθάπερ ἄνηθον κορίαννον ἄννησον κύμινον μάραθον καὶ ἕτερα πλείω.