Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

Πάντα δὲ καὶ τῶν ἄλλων τὰ ἀείφυλλα στενοφυλλότερα καὶ ἔχοντά τινα λιπαρότητα καὶ εὐωδίαν. ἔνια δ᾿ οὐκ ὄντα τῇ φύσει παρὰ τὸν τόπον ἐστὶν ἀείφυλλα, καθάπερ ἐλέχθη περὶ τῶν ἐν Ἐλεφαντίνῃ καὶ Μέμφει· κατωτέρω δ᾿ ἐν τῷ Δέλτα μικρὸν πάνυ χρόνον διαλείπει τοῦ μὴ ἀεὶ βλαστάνειν. ἐν Κρήτῃ δὲ λέγεται πλάτανόν τινα εἶναι ἐν τῇ Γορτυναίᾳ πρὸς πηγῇ τινι ἣ οὐ φυλλοβολεῖ· μυθολογοῦσι δὲ ὡς ὑπὸ ταύτῃ ἐμίγη τῇ Εὐρώπῃ ὁ Ζεύς· τὰς δὲ πλησίας πάσας φυλλοβολεῖν. ἐν δὲ Συβάρει δρῦς ἐστιν εὐσύνοπτος ἐκ τῆς πόλεως ἣ οὐ φυλλοβολεῖ· φασὶ [*](1 Plin. 16. 80.) [*](² Some words probably missing (W.) which would explain the next two clauses. 3 Plin. 16 82. ⁴ 1. 3. 5.) [*](5 Plin. 12. 11; Varro, 1. 7.)

66
δὲ οὐ βλαστάνειν αὐτὴν ἅμα ταῖς ἄλλαις ἀλλὰ μετὰ Κύνα. λέγεται δὲ καὶ ἐν Κύπρῳ πλάτανος εἶναι τοιαύτη.

Φυλλοβολεῖ δὲ πάντα τοῦ μετοπώρου καὶ μετὰ τὸ μετόπωρον, πλὴν τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον ὥστε καὶ τοῦ χειμῶνος ἐπιλαμβάνειν. οὐκ ἀνάλογοι δὲ αἱ φυλλοβολίαι ταῖς βλαστήσεσιν. ὥστε τὰ πρότερον βλαστήσαντα πρότερον φυλλοβολεῖν, ἀλλ᾿ ἔνια πρωϊβλαστεῖ μὲν οὐδὲν δὲ προτερεῖ τῶν ἄλλων, ἀλλά τινων καὶ ὑστερεῖ, καθάπερ ἡ ἀμυγδαλῆ.

Τὰ δὲ ὀψιβλαστεῖ μὲν οὐδὲν δὲ ὡς εἰπεῖν ὑστερεῖ τῶν ἄλλων, ὥσπερ ἡ συκάμινος. δοκεῖ δὲ καὶ ἡ χώρα συμβάλλεσθαι καὶ ὁ τόπος ὁ ἔνικμος πρὸς τὸ διαμένειν. τὰ γὰρ ἐν τοῖς ξηροῖς καὶ ὅλως λεπτογείοις πρότερα φυλλοβολεῖ καὶ τὰ πρεσβύτερα δὲ τῶν νέων. ἔνια δὲ καὶ πρὸ τοῦ πεπᾶναι τὸν καρπὸν ἀποβάλλει τὰ φύλλα, καθάπερ αἱ ὄψιαι συκαῖ καὶ ἀχράδες.

Τῶν δ᾿ ἀειφύλλων ἡ ἀποβολὴ καὶ ἡ αὔανσις κατὰ μέρος· οὐ γὰρ δὴ ταὐτὰ αἰεὶ διαμένει, ἀλλὰ τὰ μὲν ἐπιβλαστάνει τὰ δ᾿ ἀφαυαίνεται. τοῦτο δὲ περὶ τροπὰς μάλιστα γίνεται θερινάς. εἰ δέ τινων καὶ μετ᾿ Ἀρκτοῦρον ἢ καὶ κατ᾿ ἄλλην ὥραν ἐπισκεπτέον. καὶ τὰ μὲν περὶ τὴν φυλλοβολίαν οὕτως ἔχει.

[*](1 Plin. 16. 82 and 83.)
68

X. Τὰ δὲ φύλλα τῶν μὲν ἄλλων δένδρων ὅμοια πάντων αὐτὰ ἑαυτοῖς, τῆς δὲ λεύκης καὶ τοῦ κιττοῦ καὶ τοῦ καλουμένου κρότωνος ἀνόμοια καὶ ἑτεροσχήμονα· τὰ μὲν γὰρ νέα περιφερῆ τὰ δὲ παλαιότερα γωνοειδῆ, καὶ εἰς τοῦτο ἡ μετάστασις πάντων. τοῦ δὲ κιττοῦ ἀνάπαλιν νέου μὲν ὄντος ἐγγωνιώτερα πρεσβυτέρου δὲ περιφερέστερα· μεταβάλλει γὰρ καὶ οὗτος. ἴδιον δὲ καὶ τὸ τῇ ἐλάᾳ καὶ τῇ φιλύρᾳ καὶ τῇ πτελέᾳ καὶ τῇ λεύκῃ συμβαῖνον· στρέφειν γὰρ δοκοῦσιν τὰ ὕπτια μετὰ τροπὰς θερινάς, καὶ τούτῳ γνωρίζουσιν ὅτι γεγένηνται τροπαί.

πάντα δὲ τὰ φύλλα διαφέρει κατὰ τὰ ὕπτια καὶ τὰ πρανῆ. καὶ τῶν μὲν ἄλλων τὰ ὕπτια ποιωδέστερα καὶ λειότερα· τὰς γὰρ ἶνας καὶ τὰς φλέβας ἐν τοῖς πρανέσιν ἔχουσιν, ὥσπερ ἡ χεὶρ . τῆς δ᾿ ἐλάας λευκότερα καὶ ἦττον λεῖα ἐνίοτε καὶ τὰ ὕπτια. πάντα δὴ ἢ τά γε πλεῖστα ἐκφανῆ ἔχει τὰ ὕπτια καὶ ταῦτα γίνεται τῷ ἡλίῳ φανερά. καὶ στρέφεται τὰ πολλὰ πρὸς τὸν ἥλιον· δι᾿ ὃ καὶ οὐ ῥᾴδιον εἰπεῖν ὁπότερον πρὸς τῷ κλῶνι μᾶλλόν ἐστιν· ἡ μὲν γὰρ ὑπτιότης μᾶλλον δοκεῖ ποιεῖν τὸ πρανές, ἡ δὲ φύσις οὐχ ἦττον βούλεται τὸ ὕπτιον, ἄλλως τε καὶ ἡ ἀνάκλασις διὰ τὸν ἥλιον· ἴδοι δ᾿ [*](1 Plin. 16. 85.) [*](2 καὶ τοῦ κιττοῦ καὶ τοῦ MSS. cf. Plin. l.c ; Diosc. 4. 164. καὶ τοῦ κικίου τοῦ καὶ conj. W.: Galen, Lex. Hipp., gives κίκιον as a name for the root of κρότων. cf. C. P. 2. 16. 4.) [*](³ i.e. not ‘entire.’ ‘Young leaves’ = cleaves of the young tree.) [*](4 This seems to contradict what has just been said.) [*](τὰ ἄρθρα add. Sch. from Plin. 16. 88, incisuras. cf. Arist H.A. 1. 15, where Plin. (11. 274) renders ἄρθρα incisuras.)

70
ἄν τις ὅσα πυκνὰ καὶ κατ᾿ ἄλληλα, καθάπερ τὰ τῶν μυρρίνων.