De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

Ἐὰν ὄρος ---, πρὸς βορρᾷ ἄνεμον προσημαίνει. ἐὰν ἐν θαλάττῃ ἐξαίφνης πνεύματος γαλήνη γίνηται, μεταβολὴν πνεύματος ἢ ἐπίδοσιν. ἐὰν ἄκραι μετέωροι φαίνωνται ἢ καὶ νῆσοι ἐκ μιᾶς πλείους, νοτίαν μεταβολὴν σημαίνει· γῆ τε μέλαινα ὑποφαινομένη βόρειον, λευκὴ δὲ νότιον. αἱ ἅλωνες περὶ τὴν σελήνην πνευματώδεις μᾶλλον ἢ περὶ ἥλιον· σημαίνουσι δὲ πνεῦμα ῥαγεῖσαι περὶ ἄμφω, καὶ ᾗ ἂν ῥαγῇ ταύτῃ πνεῦμα. ἐπινεφέλων [*](¹ cf. 40: Plin. 18. 359: Verg. Georg. 1. 356.) [*](2 cf. Arist. Probl. 26. 12 ad fin.) [*](3 ξηραίνει, ὑγραίνει seem to be used quasi-impersonally; but the text is perhaps defective.) [*](4 νότια MSS.; βόρεια conj. Furl., surely with good reason. cf. Arist. Probl. 1. 24.) [*](5 After δεξιὸν Sch. and W. mark a lacuna, which does not seem necessary. 6 cf. Arist. H.A. 9. 6 ad fin.)

412
ὅθεν ἂν ἀνατέλληται, ἐντεῦθεν ἄνεμος. αἱ κηλάδες νεφέλαι θέρους ἄνεμον σημαίνουσι.

Ἐὰν ἀστραπὴ πανταχόθεν γίνηται, ὕδωρ σημαίνει, καὶ ὅθεν ἂν αἱ ἀστραπαὶ πυκναὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται. θέρους ὅθεν ἂν ἀστραπαὶ καὶ βρονταὶ γίνωνται, ἐντεῦθεν πνεύματα γίνεται ἰσχυρά· ἐὰν μὲν σφόδρα καὶ ἰσχυρὸν ἀστράπτῃ, θᾶττον καὶ σφοδρότερον πνεύσουσιν, ἐὰν δ᾿ ἠρέμα καὶ μανῶς, κατ᾿ ὀλίγον. τοῦ δὲ χειμῶνος καὶ φθινοπώρου τοὐναντίον· παύουσι γὰρ τὰ πνεύματα αἱ ἀστραπαί· καὶ ὅσῳ ἂν ἰσχυρότεραι γίνωνται ἀστραπαὶ καὶ βρονταί, τοσούτῳ μᾶλλον παύονται· τοῦ δ᾿ ἔαρος ἧττον ἂν ταὐτὰ σημεῖα λέγω, ὥσπερ καὶ χειμῶνος.

Ἐὰν νότου πνέοντος βορρᾶθεν ἀστράπτῃ, παύεται· ἐὰν ἕωθεν ἀστράπτῃ εἴωθε παύεσθαι τριταῖος, οἱ δὲ ἄλλοι πεμπταῖοι ἑβδομαῖοι ἐναταῖοι, οἱ δὲ δειλινοὶ ταχὺ παύονται. οἱ βορέαι παύονται ὡς ἐπὶ τὸ πολὺ ἐν περιτταῖς οἱ δὲ νότοι ἐν ἀρτίαις. ἄνεμοι αἴρονται ἁμ᾿ ἡλίῳ ἀνατέλλοντι καὶ σελήνῃ. ἐὰν ἀνατέλλων ὁ ἥλιος καὶ σελήνη παύσωσιν, ἐπιτείνει τὰ πνεύματα· χρονιώτερα δὲ καὶ ἰσχυρότερα τὰ πνεύματα γίνεται τὰ ἡμέρας ἢ νύκτωρ ἀρχόμενα.

Ἐὰν ἐτησίαι πολὺν χρόνον πνεύσωσι καὶ μετόπωρον γένηται ἀνεμῶδες, ὁ χειμῶν νήνεμος γίνεται, ἐὰν δ᾿ ἐναντίως, καὶ ὁ χειμὼν ἐναντίος. [*](¹ κηλάδες, i.e. a ‘mackerel sky’ (?) The word seems to occur nowhere else except in Hesych., who renders ἄνυδρος: derivation obscure. It should probably be read in § 51 for κοιλάδες. ² Plin. 18. 354.) [*](³ ἄν. Sc. εἶναι, which perhaps should be added.)

414
πρὸς κορυφῆς ὄρους ὁπόθεν ἂν νεφέλη μηκύνηται, ταύτῃ ἄνεμος πνευσεῖται. αἱ νεφέλαι ἐκ τῶν ὄπισθεν προσίζουσαι καὶ ὄπισθεν πνευσοῦνται. Ἄθως μέσος διεζευγμένος νότιος, καὶ ὅλως τὰ ὄρη διεζωσμένα νότια ὡς τὰ πολλά. οἱ κομῆται ἀστέρες ὡς τὰ πολλὰ πνεύματα σημαίνουσιν, ἐὰν δὲ πολλοί, καὶ αὐχμόν. μετὰ χιόνα νότος, μετὰ πάχνην βορέας εἴωθε πνεῖν. μύκητες ἐπὶ λύχνου νότιον πνεῦμα ἢ ὕδωρ σημαίνουσιν.

Αἱ δὲ στάσεις τῶν πνευμάτων οὕτως ἔχουσιν ὡς ἐν τῷ γράμματι διώρισται. τῶν δ᾿ ἀνέμων ἔτι πνέουσι τοῖς ἄλλοις ἐπιπίπτουσι μάλιστα ἀπαρκτίας θρακίας ἀργέστης. ὅταν δὲ μὴ ὑπ᾿ ἀλλήλων διαλύωνται τὰ πνεύματα, ἀλλ᾿ αὐτὰ καταμαρανθῶσι, μεταβάλλουσιν εἰς τοὺς ἔχομένους [*](1 cf. 22. 2 cf. 57.) [*](3 cf. de Ventis 50; Arist Probl. 26. 3. 4 cf. 14, 25, 42, 54.) [*](5 The ‘figure’ (giving points of the compass) has not been preserved. Arist. Meteor. 2. 6. describes such a figure (ὑπο- γραφή), which may be reconstructed thus :—)

416
ἐπὶ δεξιά, ὥσπερ ἡ τοῦ ἡλίου ἔχει φορά. ὁ νότος ἀρχόμενος ξηρὸς τελευτῶν δὲ ὑγρός. καὶ ὁ εὖρος. ὁ δ᾿ ἀπηλιώτης ἀπὸ ἀνατολῆς ἰσημερινῆς ὑδατώδης· διὰ λεπτῶν δὲ ἄγει τὰ ὕδατα.