De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

ΙΙ. Ὕδατος μὲν οὖν ταῦτα λέγεται σημεῖα· ἀνέμου δὲ καὶ πνευμάτων τάδε. ἀνατέλλων ὁ ἥλιος καυματίας, κἂν μὴ ἀποστίλβῃ, ἀνεμῶδες τὸ σημεῖον· καὶ ἐὰν κοῖλος φαίνηται ὁ ἥλιος, ἀνέμου ἢ ὕδατος τὸ σημεῖον. καὶ ἐὰν ἐπὶ πολλὰς ἡμέρας καυματίας, αὐχμοὺς καὶ ἀνέμους πολυχρονίους σημαίνει. ἐὰν αἱ ἀκτῖνες αἱ μὲν πρὸς βορρᾶν αἱ δὲ πρὸς νότον σχίζωνται τούτου μέσου [*](¹ So called also by Pind. Nem. 5. 19. Paus. 2. 30. 3 calls it the temple of Ζεῦς Πανελλήνιος. καὶ bracketed by Sch.) [*](2 cf. C.P. 2. 2.)

408
ὄντος κατ᾿ ὄρθρον, κοινὸν ὕδατος καὶ ἀνέμου σημεῖόν ἐστιν.

Ἔστι δὲ σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ, τὰ μὲν μέλανα ὕδατος τὰ δ᾿ ἐρυθρὰ πνεύματος. ἐὰν δὲ καὶ ὁ μεὶς βορείου ὄντος ὀρθὸς εἱστήκῃ, ζέφυροι εἰώθασιν ἐπιπνεῖν καὶ ὁ μὴν χειμερινὸς διατελεῖ. ὅταν μὲν ἡ κεραία ἡ ἄνω τοῦ μηνὸς ἐπικύπτῃ, βόρειος ὁ μείς· ὅταν δ᾿ ἡ κάτωθεν, νότιος· ἐὰν δ᾿ ὀρθὸς καὶ μὴ καλῶς ἐγκεκλιμένος μέχρι τετράδος καὶ εὔκυκλος, εἴωθε χειμάζειν μέχρι διχομηνίας. σημαίνει ζοφώδης μὲν ὢν ὕδωρ πυρώδης δὲ πνεῦμα.

Αἴθυιαι καὶ νῆτται πτερυγίζουσαι καὶ ἄγριαι καὶ τιθασσαὶ ὕδωρ μὲν σημαίνουσι δυόμεναι, πτερυγίζουσαι δὲ ἄνεμον. οἱ κέπφοι εὐδίας οὔσης ὅποι ἂν πέτωνται ἄνεμον προσημαίνουσι. στρουθοὶ χειμῶνος ἀφ᾿ ἑσπέρας θορυβοῦντες ἢ ἀνέμου μεταβολὴν σημαίνουσιν ἢ ὕδωρ ὑέτιον. ἐρωδιὸς ἀπὸ θαλάσσης πετόμενος καὶ βοῶν πνεύματος σημεῖόν ἐστι· καὶ ὅλως βοῶν μέγα ἀνεμώδης.

Κύων κυλινδούμενος χαμαὶ μέγεθος ἀνέμου σημαίνει. ἀράχνια πολλὰ φερόμενα πνεῦμα ἢ χειμῶνα σημαίνει. ἡ ἄμπωτις βόρειον πνεῦμα σημαίνει, πλημμύρα δὲ νότιον. ἐὰν μὲν γὰρ ἐκ βορείων πλημμύρα ἥκῃ, εἰς νότιον μεταβάλλει, ἐὰν δ᾿ ἐκ νοτίων ἄμπωτις γίνηται, εἰς βόρειον [*](¹ Plin. 18. 343 suggests that this is the meaning: text perhaps defective. cf. Verg. Georg. 1. 445.) [*](2 cf. 38.) [*](3 Lit. ‘ the crescent moon has a northerly character.’ ἡ ἄνω add. Furl.)

410
μεταβάλλει. θάλασσα οἰδοῦσα καὶ ἀκταὶ βοῶσαι καὶ αἰγιαλὸς ἠχῶν ἀνεμώδης. καὶ ὁ μὲν βορέας λήγων ἐλάττων ὁ δὲ νότος ἀρχόμενος. παρήλιος ὁπόθεν ἂν ᾖ ὕδωρ ἢ ἄνεμον σημαίνει.

Ἡ πέμπτη καὶ δεκάτη ἀπὸ τροπῶν τῶν χειμερινῶν ὡς τὰ πολλὰ νότιος. βορείων δὲ γινομένων ξηραίνει πάντα, νοτίων δὲ ὑγραίνει. ἐὰν δὲ νοτίων ὄντων ψοφῇ τι τῶν κεκολλημένων, εἰς τὰ νότια σημαίνει τὴν μεταβολήν· ἐὰν δὲ πόδες οἰδῶσι, νοτία ἡ μεταβολή. τὸ δὲ αὐτὸ σημεῖον καὶ ἐκνεφίου. καὶ ὀδαξῶν τὸν δεξιόν. ἐχῖνος ὁ χερσαῖος σημαντικόν· ποιεῖται δὲ δύο ὀπὰς ὅπου ἂν οἰκῇ, τὴν μὲν πρὸς βορρᾶν τὴν δὲ νοτόθεν· ὁποτέραν δ᾿ ἂν ἀποφράττῃ, ἐντεῦθεν πνεῦμα σημαίνει, ἐὰν δ᾿ ἀμφοτέρας, ἀνέμου μέγεθος.