De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

Ὑγροὶ δὲ μάλιστα ὅ τε καικίας καὶ λίψ· χαλαζώδης δ᾿ ἀπαρκτίας καὶ θρακίας καὶ ἀργέστης· νιφετώδης δὲ ὅ τε μέσης ἢ βορέας καὶ ἀπαρκτίας· καυματώδης δὲ νότος καὶ ζέφυρος καὶ εὖρος· οἱ μὲν οἷς ἂν ἐκ πελάγους προσπίπτωσιν, οἱ δὲ οἷς ἂν διὰ γῆς. δασύνουσι δ᾿ οὐρανὸν νέφεσι καὶ καλύπτουσι καικίας μάλιστα εἶτα λίψ. καὶ οἱ μὲν ἄλλοι ἄνεμοι ἀφ᾿ ἑαυτῶν τὰ νέφη ὠθοῦσι, καικίας δὲ μόνος πνέων εἰς ἑαυτόν. αἴθριοι δὲ μάλιστα θρακίας καὶ ἀργέστης καὶ τῶν λοιπῶν ἀπαρκτίας· ἐκνεφίαι δὲ μάλιστα ὅ τε ἀπαρκτίας καὶ ὁ θρακίας καὶ ὁ ἀργέστης.

Γίνονται δὲ ἐκνεφίαι ὅταν εἰς ἀλλήλους ἐμπίπτωσι πνέοντες μάλιστα μὲν μετοπώρου τῶν δὲ λοιπῶν ἔαρος. ἀστραπαῖος δὲ θρακίας καὶ ἀργέστης καὶ ἀπαρκτίας καὶ μέσης. ἐὰν ἐν τῇ θαλάττῃ πάπποι φέρωνται πολλοὶ οἱ γινόμενοι ἀπὸ τῶν ἀκανθῶν, ἄνεμον σημαίνουσιν ἔσεσθαι μέγαν. ὅθεν ἂν ἀστέρες διᾴττωσι πολλοί, ἄνεμον [*](¹ Ι have bracketed ἢ βορέας as probably a gloss on ἀπαρκτίας; ἢ is difficult to account for otherwise. See diagram.) [*](² Plin. 18. 360.)

418
ἐντεῦθεν· ἐὰν δὲ πανταχόθεν ὁμοίως, πολλὰ πνεύματα σημαίνουσι.

Πνευμάτων μὲν οὖν σημεῖα ταῦτα.

ΙΙΙ. Χειμῶνος δὲ τάδε. ἥλιος δυόμενος εἰς μὴ καθαρόν. καὶ ὡς ἂν μερισθῇ δυόμενος, οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται. οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ. τὸ σελήνιον ἐὰν ὀρὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον, χειμάσει μέχρι διχοτόμου· γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι, πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον, ὀψὲ χειμάσει. καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι, χειμῶνα σημαίνουσι.

Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον. σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον. ὄρχιλος ὡς εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνουσι καὶ ἐριθεὺς ὡσαύτως. κορώνη ἐὰν ταχὺ δὶς κρώζῃ καὶ τρίτον, χειμερία. καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ᾄδοντες χειμέριοι. στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν, χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καί, μέλανες ἐὰν πολλοὶ φανῶσιν, ὕδωρ.

Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι, χειμῶνα σημαίνουσι. καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον. ὅσα ὕδωρ σημαίνει, χειμῶνα ἄγει, ἐὰν μὴ ὕδωρ, χιόνα καὶ χειμῶνα. [*](¹ i.e. and the succeeding day will be more or less stormy in proportion. ἀπολειφθείη ? ἀποληφθείη =‘may be obscured.’) [*](² cf. 27. i.e. it is possible, more or less, to see the whole circle.)

420
κόραξ φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον. κολοιοὶ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι. φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον. καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει. χειμερινοῦ ἔτους σημεῖον. πρόβατα ἐὰν πρωῒ ὀχεύηται, πρώϊον χειμῶνα σημαίνουσι.