Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

29. Τῶν δὲ ἐν τῇ οἰκουμένῃ ποταμῶν μέγιστοι μέν εἶσιν, ἐν μὲν τῆ Ἀσίᾳ πολλῶν ὄντων παρὰ πάντας ὅ τε Γάγγης καὶ ὁ Ἰνδός· οὗτοι γὰρ ἀρξάμενοι ἀπὸ τῶν βορειοτάτων τῆς οἰκουμένης, καὶ προσλαμβάνοντες σχεδὸν πάντας τοὺς ἀξιολόγους, ὅσοι διαρρέουσι τὴν ὅλην Ἰνδικὴν (εἰσὶ δὲ καὶ ὅσοι πλεῖστοι), ἐκδιδόασιν ἐπὶ τὴν πρὸς νότον θάλασσαν. Τῶν δὲ λοιπῶν κατὰ τὴν Ἀσίαν ποταμῶν ἐμβαλόντων τε εἰς διαφόρους θαλάσσας

502
Ἰαξάρτης μὲν καὶ Ὦξος καὶ Ῥύμμος καὶ Ῥᾶς καὶ Κῦρος καὶ Ἀράξης εἰς τὴν Κασπίαν ἵενται θάλασσαν, Φᾶσις δὲ καὶ Θερμώδων καὶ Σάγγαρις εἰς τὸν Πόντον. Οὗιοι δὲ σχεδόν τι περὶ τοὺς αὐτοὺς τόπους τὰς ἐκβολὰς ἔχουσι ταῖς πηγαῖς.

30. Τῶν δὲ ἐν τῇ Εὐρώπη πρωτεύοι μὲν ἂν εἰκότως ὁ Ἴστρος, ὃς φεφόμενος ἀπὸ τῶν πρὸς δύσιν τόπων τοσαῦτά τε διερχόμενος ἔνυη καὶ τόπους ἐκδίδωσιν εἰς τὸν Πόντον· ἐξῆς δὲ μέγιστοι Βορυσθένης, Οὐιστούλας, τάναϊς, Ῥῆνος. Εἰσὶ δὲ καὶ ἄλλοι μεγάλοι ποταμοὶ πρὸς ταῖς ἐκβολαῖς γινόμενοι, μάλιστα Ἠρίδανος, Ἴβηρ, Βαῖτις, Σηκοάνας, Δορίας καὶ οἱ ἀμφὶ Ῥοδανόν.

31. Ἐν δὲ τῇ Λιβύῃ μέγιστός ἐστιν ὁ Νεῖλος· ὁρμιώμενος γὰρ ἐκ τῶν ὑπὲρ τὸν ἰσημερινὸν ἐν βάθει τῆς μεσημβρίας τόπων, ἐκδίδωσιν εἰς τὴν καθʼ ἡμᾶς θάλασσαν, ἐλικογραφῶν, ὡς εἰκὸς, ὅπερ ἐστὶν ἴδιον ποταμῶν, ὡς πιθανὸν εἶναι μᾶλλον ἀπὸ τῶν ἐκεῖ γιγνομένων κατὰ τὸ παῤ ἡμὶν θέρος ὄμβρων ἤπερ ἀπὸ χίονος σύστασιν τὴν πλημμυρίαν ἐνιαυσίῳ χρόνῳ ποιεισθαι. Φαίνεται δὲ καὶ ὁ Βαγράδας ὁ περὶ Καρχηδόνα ῥέων καὶ ὁ Κίνυψ ἀπὸ τῶν νοτιωτάτων. Τῶν δὲ διαρρεόντων σὴν ἐντὸς Αἰθιοπίαν καὶ τάς τε ἀρχὰς καὶ τὰ τέλη ἐν ἠπείρῳ ἐχόντων, μέγιστος ἐστιν ὅ τε Γὶρ καὶ Νίγιρ.