Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

26. Συγκρινομένων δὲ τῶν τριῶν ἠπείρων πρὸς ἀλλήλας, μεγίστη μὲν ἂν φανείη ἡ Ἀσία, εἶτα ἡ Λιβύη, τελευταία δὲ ἡ Εὐρώπη. Ἀνάπαλιν δὲ πρὸς εὐδαιμονίαν καὶ εὐετηρίαν πρός τε τὰ τῶν ἀέρων καταστήματα καὶ ὑδάτων διὰ παντὸς εὐμοιρίαν καὶ τῶν φυομένων ποικίλην δαψίλειαν κατὰ τὰ ἱστορούμενα εὕροι τις ἂν μακρῷ πασῶν διαφορωτέραν τῶν ἄλλων τὴν Εὐρώπην· εἶτα τῆς ὅλης Ἀσίας σχεδόν τι τὰ ὑπὸ Ῥωμαίοις μόνα· τῆς δὲ Λιβύης τὰ περὶ τὴν θάλασσαν. Τῶν δὲ ἐν αϋταῖς

501
ἐθνῶν, τῆς μὲν Εὐρώπης μεγίστη ἐστὶν Ἱσπανία τε καὶ Ἰταλία, Γερμανία τε καὶ Σαρματία, τῶν δὲ ἐν τῇ Λιβύῃ ἥ τε Ἀφρικὴ καὶ ἡ Αἴγυπτος καὶ τῶν Ἀσιανῶν παρὰ πάντα μὲν ἰδίως ἡ Ἰνδικὴ, μεγίστη δὲ καὶ Σκυθία Σηρική τε καὶ ἡ Εὐδαίαων.

27. Τῶν δὲ νήσων τῶν πάνυ μεγίστων πρωτεύει μὲν παρὰ πάσας ἐν τῇ οἰκουμένῃ ἡ Σαλικὴ, δευτερεύει δὲ ἡ Ἀλουΐων, τὰ δὲ τρίτα φέροιτʼ ἂν ἡ Ἰουερνία. Τῶν δὲ ἄλλων μὲν μεγάλων, ἐλαττόνων δὲ ἢ κατὰ τὰς εἰρημένας, πάλιν τετάξεται πρώτη μὲν Σικελία, δευτέρα δὲ Σαρδονία, τρίτη δὲ Κύπρος, τετάρτη δὲ Κρήτη, πέμπτη ἡ Εὔβοια. Τῶν δὲ λοιπῶν καὶ τρίτην ὥσπερ ἐν μεγέθει τάξιν ἐχουσῶν πρώτη μὲν ἂν εἴη ἡ Κορσικὴ ἡ καὶ Κύρνος, δευτέρα ἡ Λέσβος, τρίτη δὲ ἡ Ῥόδος.

28. Ἔστι δὲ καὶ τῶν ὀρῶν μέγιστα, ἐν μὲν τῇ Ἀσίᾳ ὅ τʼ Ἰμάϊος καὶ τὰ Ἠμωδὰ καὶ τὰ Καυκάσια· ταῦτα δὲ καὶ τὰ Ῥίπαιά φασι παρὰ πάντα ὑψηλότατα εἶναι μέγιστον δʼ ὄρος καὶ ὁ παροπάνισος καὶ ὁ Ταῦρος, τῶν τε κατὰ τὴν Ἰνδικὴν τὰ πλεῖστα· τῶν δὲ Λιβυκῶν ὑψηλότατα μέν ὅ τε μέγας Ἄτλας καὶ τὸ τῶν Θεῶν ὄχημα, μεγάλα δὲ καὶ ἐπιμηκέστατα τὰ Αἰθιοπικά· ἀρξάμενα γὰρ ἀπὸ τῆς μεθορίας τῆς κατʼ Αἴγυπτον κάτεισιν ἐπὶ μεσημβρίαν συνεκτεινόμενα τῇ τοῦ Νείλου πορείᾳ. Ἐν δὲ τῇ Εὐρώπῃ μέγιστά φασιν εἶναι τὰ Σαρματικὰ καὶ τὰ Ἄλπεια, εἴ τις αὐτὰ κατὰ συνάφειαν λαμβάνοι. Ὑψηλὰ δὲ φασιν εἶναι καὶ τὰ Πυρηναῖα καὶ τὴν Ἰδούβαιδαν τῆς Ἱσπανίας, καὶ τὸν Μακεδονικὸν δὲ Ὄλυμπον καὶ τὸν Ἄθω καὶ τῆς Ἠπείρου τὰ Ἀκροκεραύνια· ταῦτα δὲ καὶ ἀπὸ Κανυσίου φασὶν ὁρᾶσθαι.