Geographiae expositio compendiaria

Anonymi Geographiae Expositio Compendiaria

Anonymous, author; Geographi graeci minores Volumen Secundum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1861

32. Τῆς δὲ μεγίστης τε καὶ πρὸς ταῖς ἀνατολαῖς θαλάσσης τὰ μὲν νοτιώτατα καὶ πρὸς τῇ ἀγνώστῳ καλεῖται Πρασώδης θάλασσα· λέγεται γὰρ τῷ χρώματι τοιαύτη τις εἶναι, καὶ βρύον ἔχειν πλεῖστον καὶ μέγιστον ἐμφερὲς πράσῳ, ὅθεν εἰκὸς αὐτῇ καὶ τὴν πρασώδη φαντασίαν προσγίνεσθαι.

33. Μετὰ δὲ ταύτην ὡς πρὸς ἄρκτους ἡ Βραχεῖα κεῖται θάλασσα, ἣ οὐ διὰ βραχύτητα τοῦ μεγέθους (ἐστὶ γὰρ μεγίστη) τούτου τετύχηκε τοῦ ὁδόματος, ἀλλὰ διὰ τὰ ἐν αὐτῇ βράχη· τὰς γὰρ ἀμπώτεις γίνεσθαι κἀκεῖ μεγίστας, μὴ δʼ αὐθήμερον μεταβάλλειν, ἀλλ᾿ ἐπὶ πλεῖστον ἀναχωρεῖν χρόνον τὸ ὕδωρ, καὶ τὰς ῥαχίας μετὰ τὴν ἀναχώρησιν ἀναξηραίνεσθαι, ὥστε τοὺς πλέοντας, εἰ περιπέσοιέν ποτε τούτῳ τῷ πάθει, ὑποστηρίξαντας τὸ πλοῖον ἀναβαίνειν καθάπερ εἰς ἤπειρον.

34. Ταύτης δὲ τῆς θαλάσσης ὑπέρκειται ἡ λοιπὴ ἡ παρὰ τὴν ἤπειρον· καὶ ἔστι μὲν αὐτῆς μέγιστον μὲν Ἰνδικὸν πέλαγος, ἐν ᾧ χερρόνησοι καὶ κόλποι πάνυ

503
μεγάλοι, ὅ τε Θηριώδης καὶ ὁ Μέγας καὶ ὁ Γαγγητικός.