Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

Πλάτος δὲ τῆς οἰκουμένης ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἐπὶ Μερόην σταδίων ͵ε, ἀπὸ Μερόης εἰς Ἀλεξάνδρειαν σταδίων μυρίων ͵α , ἀπὸ δὲ Ἀλεξανδρείας ἐπὶ Τάναϊν μυρίων ✝͵ανϛ (τὰ γὰρ ἄνω τῶν ἐκβολῶν τοῦ Τανάιδος ἀγνοεῖται εἰς βορρᾶν) οὕτως· ἀπὸ Ἀλεξανδρείας εἰς Λίνδον Ῥόδου στάδια ͵δφ, ἐπὶ τὸ Θοάντιον δεξιὸν παραπλέοντι ῾Ρόδον στάδια υ, ἐπὶ Τῆλον στάδια ρξ, ἐπὶ Λακτῆρα τῆς Κῴας στάδια ρκ, ἐπὶ Δρέπανον Κῴας στάδια ρ, ἐπὶ Ἀρκίτιν νῆσον στάδια σλ, ἐπὶ Κορσίας ρ, ἐπὶ Σαμίων Ἄμπελον στάδια λ, ἐπὶ τὸ ✝Αἰγαῖον Ἄργεννον διὰ τοῦ Αἰγαίου στάδια φ, ἐπὶ τὸ Ἐρυθραῖον Κορυναῖον στάδια σο, ἐπὶ Φλίον ἄκρον Χίου στάδια ν, ἐπὶ Μελανέα ἄκρον Λέσβου στάδια υν, ἐπὶ Σίγριον Λέσβου στάδια φ, εἰς Τένεδον νῆσον στάδια υν, εἰς Σίγειον στάδια ρ, ἐπὶ στόμα Πόντου στάδια ͵βφ, ἐπὶ Κάραμβιν στάδια ͵βω, ἐπὶ στόμα Μαιώτιδος στάδια ͵βφ, ἐπὶ Τάναϊν στάδια ͵βσ.

ἄλλως, ἀπὸ πόλεως εἰς πόλιν, ἀπὸ Ἀλεξανδρείας εἰς Ῥόδον στάδια ͵δχο, εἰς Κνίδον στάδια ψ, εἰς Κῶ στάδια σ, εἰς Σάμον στάδια ω, εἰς Χίον στάδια ψν, εἰς

65
Μιτυλήνην στάδια φκ, εἰς Τένεδον ↑ν, εἰς Σίγειον ρ, ἐπὶ τὸ στόμα Πόντου ͵βφ, εἰς Κάραμβιν ͵βω, εἰς στόμα Μαιώτιδος ͵βφ, ἐπὶ Τάναϊν ποταμὸν ͵βσ· ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Τανάιδος σταδίων μυρίων ͵ηχϟ.