Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκ οὕτως· ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου σταδίων χιλίων τετρακοσίων, ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδιοι ͵ατ, ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια ͵α↑, εἰς Πάταρα στάδια ω, ὠς εἰς ῾Ρόδον στάδια ψ, εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ✝ρμ, ἐπὶ Ταίναρον στάδια ͵α↑ν, ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δ, ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφκ, ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵αω, ἐπὶ Γάδειρα ὑπερπλεύ

64
σαντι Γυμνησίας νήσους στάδια μύρια, ἀπὸ Γαδείρων δὲ διὰ Ἱεροῦ ἀκρωτηρίου καὶ Ἀρτάβρων λιμένος στάδιοι ͵ζ↑λβ· ὁμοῦ γίνονται μυριάδες ἑπτὰ καὶ ͵ϛυοζ.

καὶ ἄλλως· ἀπὸ Γάγγου ἕως Εὐφράτου ποταμοῦ μυριάδων τεσσάρων καὶ χιλίων τν, ἀπὸ Εὐφράτου εἰς Μάζακα Καππαδοκῶν στάδια ͵α↑ν, ἀπὸ δὲ Μαζάκων διὰ Φρυγίας τῆς παρορίου καὶ μεγάλης [καὶ] Καρίας ἕως Ἐφέσου στάδιοι ͵ζ↑ϟ· ὁμοῦ ἀπὸ Γάγγου εἰς Ἔφεσον σταδίων μυριάδων τεσσάρων καὶ ͵ζσϟ· ἀπὸ δὲ Ἐφέσου εἰς Δῆλον διὰ τοῦ Αἰγαίου στάδια ͵αχ, ἐπὶ Ἰσθμὸν στάδια ͵αψ, ἀπὸ Ἰσθμοῦ διὰ Κορινθίου κόλπου εἰς Πάτρας στάδια ψκ, ἐπὶ Λευκάδα στάδια ψ, ἐπὶ Κόρκυραν στάδια ψ, ἐπ’ Ἀκροκεραύνια ὄρη στάδια χξ, ἐπὶ Βρεντέσιον στάδια ψ, ἀπὸ Βρεντεσίου πεζῇ ὁδεύοντι ἕως ῾Ρώμης στάδια ͵βωπ, ἀπὸ Ῥώμης ἐπὶ τὰς Ἄλπεις ἕως ὑπὸ ταῖς Ἄλπεσιν οὔσης στάδια ͵δρνβ, εἶτα διὰ Κελτικῆς ἕως πόλεως Ἰλλυγύρεως [ὑπό τῇ Πυρήνῃ οὔσης στάδια ͵γψμδ, εἶτα διὰ Ἰβηρίας] ἕως Γαδείρων στάδια ͵ϛχνδ, καὶ ὁ διάπλους ἐπὶ Γάδειρα διὰ τῶν πανδοκίων στάδια ξ· ὁμοῦ ἀπὸ Γάγγου εἰς Γάδειρα σταδίων μυριάδες ἑπτὰ καὶ ͵αφξ.