Geographiae informatio

Agathemerus

Agathemerus, creator; Diller, Aubrey (1903-1985), editor and translator.

Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ’ ἡμᾶς νήσων τὰς περιμέτρους λαβόντες παρὰ Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρκ, πλάτος σταδίων ιϛ· ὁ δὲ καθ’ ῾Ηρακλείους στήλας πορθμὸς στενότατός ἐστι σταδίων π· ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι Πιτυοῦσσαι ἡ μείζων καὶ οἰκουμένη σταδίων τ μῆκος, ἡ δὲ ἐλάττων σταδίων ρ· τῶν δὲ Γυμνασίων ἃς Καρχηδόνιοι Βαλιαρίας καλοῦσιν (οἱ γὰρ σφενδονηταὶ οὕτω καλοῦνται οἱ Βαλιαρεῖς) ἡ μείζων μῆκος σταδίων ͵ασ, πλάτος σταδίων υ, ἡ ἐλάττων σταδίων τ. αἱ δὲ Στοιχάδες αἱ φερώνυμοι ἑξῆς ἐπ’ εὐθείας κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων αἱ μὲν μείζους τρεῖς δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς ποδὸς ἴχνος μεσόκοιλος τὸ μῆκος ͵βσ· Κύρνος ἐγγὺς Σαρδοῦς πολλῷ δὲ ἀγενεστέρα ἔλαττον ἢ ἥμισυ τοῦ Σαρδοῦς μήκους ἔχει· ἀφετήριον δ’ εἰς Σαρδὼ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας, τὸ δὲ δίαρμα σταδίων ͵ασ. τῆς Σιλεκίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμ, σχῆμα τρίγωνον σκαληνοειδές, δίαρμα δ’ ἔχει ἀπὸ Πελώρου ἄκρου εἰς Ἰταλίαν σταδίων ιβ πορθμῷ· πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵ατξ, ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχ· κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια ͵αφ· ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αφ.

Κέρκινα νῆσος μῆκος [σ] πλάτος στάδια ο, ὅπου δὲ στενοτάτη στάδια μ· ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θεήνης ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς· τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Καρκινῖτις γεφύρᾳ ζευχθεῖσα στάδια μῆκος μ πλάτος δὲ στάδια κε.