Περὶ μονήρους λέξεως
Aelius Herodianus
Aelius Herodianus, Περὶ μονήρους λέξεως, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Κριτήϲ. οὐδὲν εἰϲ τηϲ λῆγον διϲύλλαβον ἀρϲενικὸν ὀξύνεϲθαι θέλει, ἀλλὰ μόνον τὸ κριτήϲ. τὸ γὰρ λῃϲτήϲ ἀπὸ τοῦ ληϊϲτήϲ τριϲυλλάβου ἐϲτί· διὸ ἔχει προϲκείμενον τὸ ι. τὸ δὲ ψαλτήϲ Ἀττικόν ἐϲτιν ὀξυνόμενον, ὡϲ ἱϲτορεῖ Ἀπολλόδωροϲ.
Κρείϲϲων. τὰ εἰϲ ϲϲω λήγοντα ϲυγκριτικὰ οὐδέποτε πρὸ τέλουϲ ἔχει τὴν ει δίφθογγον, ἀλλὰ μόνον τὸ κρείϲϲων. λέγεται δὲ καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ ι,
Ἥϲϲων. τὰ εἰϲ ων λήγοντα ϲυγκριτικὰ οὐδέποτε πρὸ τέλουϲ τὸ η, ἀλλὰ μόνον τὸ ἥϲϲων.
Ἀμείνων. οὐδὲν εἰϲ ων λῆγον ϲυγκριτικὸν πρὸ τοῦ ω τὸ ν ἔχει, ἀλλὰ μόνον τὸ ἀμείνων.
Χείρων. οὐδὲν εἰϲ ων λῆγον ϲυγκριτικὸν πρὸ τοῦ ω τὸ ρ ἔχει, ἀλλὰ μόνον τὸ χείρων. αἴτιον δὲ τὸ πάθοϲ καὶ ἐπὶ τοῦ προκειμένου.
Γλύϲϲων. οὐδὲν τῶν εἰϲ ων ληγόντων ϲυγκριτικῶν ἔχει πρὸ τέλουϲ τὸ υ. ϲημειῶδεϲ ἄρα τὸ παρὰ Ξενοφάνει γλύϲϲων·
Μείζων. οὐδὲν εἰϲ ζων λῆγον διϲύλλαβον ϲυγκριτικόν, ἀλλὰ τὸ μείζων. διϲύλλαβον δὲ προϲέθηκα διὰ τὸ ὀλίζων.
Ϲτρυφνόϲ. τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα ὀξύτονα, ἔχοντα πρὸ τοῦ ν ἐπιπλοκῇ ϲύμφωνον, εἰ ἔχει πρὸ τέλουϲ τὸ υ, ϲυνεϲταλμένον αὐτὸ ἔχει, γυμνόϲ, πρυμνόϲ, ϲυχνόϲ, πυκνόϲ, ϲτυγνόϲ· ϲημειῶδεϲ οὖν [*](vocem a δάν adverbio derivasse explicantes χρονιότητα eperpetuitatis molestiam», alios a nomine δανόϲ intellectu aestus vel sitis. Atque haec Herodiani senten tia fuisse potest, ut diceret δανότηϲ recte habere, si a nomine, non item , si ab adverbio propagaretur, licet adverbii mentio diserta non fat. Lobeckius’ adi Βuttm. p. 419 putavit hic necessario vocabulum intellegendum esse, quod et a nomine et a verbo derivari possit et scribendum proposuit παύϲεϲθ’ ἀργαλέων μόχθων τότε καὶ πὰνότητοϲ, quod non necessarium. l. 1 cod. Κρατία, corr. Ls. l. 2 cod. περάϲιμον, corr. Bl. l. 4 ληιϲτὴϲ τριϲύλλαβόν ἐϲτι cod., Ls. λῃϲτήϲ ἀπὸ τοῦ ληιϲτήϲ τριϲυλλάβου emendavit, etiam λῃϲτήϲ φύϲει τριϲύλλαβόν ἐϲτι scribi posse adnotans. l. 5 cod. προκείμενον, em. Bl. l, 7 cod. εἰϲ ων, εἰϲ ϲϲων scripsi cum Lsio. l.12 cod. ἦν θεόϲ ἢ κρέϲϲων δέ τι ὀνηϲόμεθα. Bl. κρέϲϲον corr., reliqua emendavit Lehrsius adnotans Herodianum ὀνηϲόμεθα, etiamsi ὀνηϲόμεθ’ signifcet, plene scripsisse. l. 13 ὁ κανών κτλ, Dindorfius, qui verba inde ab ὁ κανών usque ad finem uncinis inclusit, adnotavit haec: «Quae uncinis circumdedimus, in margine scripta sunt, nec videntur ab Herodiano profecta». Lehrsius addit nostro quidem loco haec alienissima videri. Ceterum l. 14 cod. γραύϲα, em. Bl. l. 22 παρὰ Ξενοφῶντι cod., em. Dindorf. ex E. Gud. 301, 15 γλύϲϲων· κέχρηται δὲ Ξενοφάνηϲ τῷ ὀνόματι οἷον γλύϲϲονα ϲῦκα. l. 23 cod. πολλῶν, em. Ls. l. 27 ϲτυφνόϲ cod., em. Ls. l. 28 δὲ ante πρὸ delevit Bl.)
Προίξ. οὐδὲν εἰϲ οιξ λήγει ὄνομα, ἀλλὰ μόνη ἡ προίξ.
Γλαῦξ. οὐδὲν ὄνομα εἰϲ αυξ λῆγον θηλυκόν, ἀλλὰ μόνον τὸ προϲέθηκα δὲ θηλυκόν, ἵνα μή τιϲ τὸ Ταῦξ ἀντιθῇ. ἱϲτορεῖται γὰρ οὗτοϲ ποταμὸϲ περὶ Ϲικελίαν.
Ἀϲκόϲ. οὐδένα τῶν εἰϲ κοϲ ληγόντων διϲύλλαβα ὀξύνεϲθαι θέλει, Κέϲκοϲ, Φύϲκοϲ, Ἑκαταῖοϲ «ἐὼν δὲ πρεϲβύτεροϲ Λοκρὸϲ ἦν Φύϲκου παῖϲ». Ζύϲκοϲ ποταμὸϲ Μακεδονίαϲ, ὡϲ Ἀντιγένηϲ φηϲί. δίϲκοϲ. ἀλλὰ μόνον τὸ ἀϲκόϲ διϲύλλαβον ὑπάρχον.
Θοόϲ. τὰ εἰϲ οϲ καθαρὰ διϲύλλαβα τῷ ο παραληγόμενα φιλεῖ βαρύνεϲθαι, κόοϲ, ϲόοϲ, νόοϲ, χνόοϲ, γόοϲ, πλόοϲ, ῥόοϲ, θρόοϲ. διὸ καὶ τὸ ζόοϲ παρ’ Ἐπιχάρμῳ οἱ πλείουϲ ἐβάρυναν
Βαϲιλεύτεροϲ. οὐδὲν εἰϲ τεροϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ ευ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ «βαϲιλεύτερόϲ εἰαι» (I 160).
Ϲτρουθόϲ. τὰ εἰϲ θοϲ λήγοντα καθαρὰ μονογενῆ διϲύλλαβα παραληγόμενα φύϲει μακρᾷ βαρύνεϲθαι θέλει, κῶθοϲ, οὕτωϲ ὁ κωβίοϲ κωμικόϲ, μῦθοϲ, Zῆθοϲ, Ϲῆθοϲ ποταμὸϲ Ϲκυθίαϲ ὡϲ Φιλοϲτέφανοϲ, Ξοῦθοϲ τὸ κύριον,
Ἄτη. τὰ εἰϲ τη λήγοντα διϲύλλαβα μονογενῆ καθαρά, εἰ ἔχοι πρὸ τέλουϲ τὸ α, ϲυνεϲταλμένον αὐτὸ ἔχει, πλάτη, μάτη, ἔνθεν καὶ γενικὴ παρὰ Ϲοφοκλεῖ
Βλαύτη. τὰ εἰϲ τη λήγοντα διϲύλλαβα μονογενῆ, εἰ παραλήγοιτο διφθόγγῳ, πάντωϲ τῇ διὰ τοῦ ι, βαίτη, δαίτη, λοίτη, δροίτη, κοίτη. ϲημειῶδεϲ οὖν τὸ βλαύτη τῇ αυ διφθόγγῳ παραληγόμενον.
Ἀμῶ. οὐδέποτε τὸ α πρὸ τοῦ μ κατὰ τὴν κοινὴν διάλεκτον ἐκτεταμένον ἐϲτὶν ἐν ~ρχῇ, οἷον ἅμα, ἄμυϲτιϲ, ἀμύϲϲω, ἄμεινον, ἅμιλλα, ἀμίϲ, ἀμύνω, ἄμαθοϲ. τὸ τοίνυν ἀμῶ ῥῆμα ϲημειῶδεϲ,
Ἕρρω. οὐδὲν ῥῆμα λῆγον εἰϲ ρ διϲύλλαβον κατὰ τὴν τῶν χρῆϲιν καὶ τῶν πεζῶν ἔχει τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ρ καταλλήγουϲαν, ἀλλὰ μόνον τὸ ἔρρω,
Δ ἠῶ. οὐδὲν εἰϲ ω λῆγον ῥῆμα βαρύτονον καθαρὸν διϲύλλαβον τῷ η παραλήγει, ἀλλὰ μόνον τὸ δήω, δήειϲ
Ἐϲθίω. τὰ εἰϲ ω λήγοντα ῥήματα ὁριϲτικὰ ἐνεϲτῶτοϲ χρόνου, εἰ λάβοι ἐπέκταϲιν τοῦ ι, περιϲπᾶϲθαι θέλει, χαίρω χαιριῶ, ἐρεύθω ἐρευθιῶ, φλέγω φλεγιῶ, κνήθω κνηθιῶ, κνίφω κνιφιῶ· ἀλλὰ μόνον τὸ ἐϲθίω βαρύνεται, τὸ γὰρ δείδιε οὐχ’ ὥϲ τινεϲ οἴονται, ἀπαιτεῖ θέμα τὸ δειδίω· εἰ δὲ καὶ ἀπαιτήϲῃ, ἐκ παρακειμένου ἂν εἴη γενόμενον.