Περὶ μονήρους λέξεως
Aelius Herodianus
Aelius Herodianus, Περὶ μονήρους λέξεως, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Ἐν μὲν οὖν τῷ πρὸ τούτου βιβλίῳ, ἄριϲτε φιλολόγε, περὶ μονήρουϲ λέξεωϲ ἥτιϲ ἐϲτὶν ἐν τῇ χρήϲει τῶν παλαιῶν ἑωρᾶτο καὶ τῇ νυνὶ ϲυνηθείᾳ· νυνὶ δὲ ϲτρέψομαι καὶ ἐπὶ τὰϲ γνωριζομέναϲ μὲν ὁμοίωϲ καὶ τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ καὶ τῇ παλαιῶν χρήϲει, πειράϲομαι δὲ καὶ ἄλλαϲ παραθέϲθαι λέξειϲ, αἵτινεϲ οὔκ εἰϲιν ἐν τῇ νυνὶ ϲυνηθείᾳ, παρὰ μέντοι τοῖϲ παλαιοῖϲ. ἔϲτω δέ μοι ἡ παράθεϲιϲ ὁμοίωϲ ἐξ ὀνομάτων καὶ ῥημάτων καὶ ἐπιρρημάτων. ἐπεὶ δέ τινεϲ ἐπεζήτηϲαν, εἰ δύναται τὸ τοιοῦτο εἶδοϲ καὶ ἐν προθέϲεϲιν ὀφθῆναι, κατὰ τοῦτο ἐπειράθην ὀλίγαϲ προθέϲειϲ ἐλέγξαι ἐν εἴδει τινὶ μονήρειϲ ὑπαρχούϲαϲ.
Ὄνομα. οὐδὲν εἰϲ μα λῆγον οὐδέτερον ἁπλοῦν ἐν τοῖϲ πρὸ τέλουϲ δύο ϲυλλαβαῖϲ διϲϲὸν ἔχει ο, ὡϲ δῆλον ἐκ τῶν τοιούτων ποίημα, νόημα, δόνημα, φίλημα, ἀνάθημα, φώνημα, ϲτεφάνωμα, χρύϲωμα, κώλυμα, ἔλυμα, ἔρυμα, καὶ ἄλλο μυρίον πλῆθοϲ τοιούτων ὀνομάτων ἀδιάπτωτον ποιεῖ τὸν κανόνα. δῆλον ὡϲ τὸ ὄνομα μονῆρέϲ ἐϲτι καὶ γὰρ ἥ τε τρίτη ἀπὸ τέλουϲ τὸ ο ἔχει καὶ ἡ πρὸ τέλουϲ. Αἰολεῖϲ δὲ ὄνυμα λέγοντεϲ αὐτὸ ἀπολύουϲι τοῦ προκειμένου ἐλέγχου. πρόϲκειται τῷ κανόνι « ἁπλοῦν», ἵνα μή τιϲ ταῦτα ϲύνθετα ὄντα ὡϲ ἀντιπίπτοντα παρατάξῃ ϲυνεχῶϲ ἐν τῇ ϲυνηθείᾳ λεγόμενα, λέγω δὲ τὸ πρόδομα ἢ πρόπομα, ὅπερ καὶ πρόπωμα λέγεται.
Δέμαϲ. τὰ εἰϲ μα λήγοντα οὐδέτερα ἐναντία ἐϲτὶ τοῖϲ εἰϲ αϲ λήγουϲι. τὰ μὲν γὰρ εἰϲ αϲ λήγοντα παραιτεῖται τὸ μ ἔχειν πρὸ τοῦ α, ὡϲ ἔχει τὸ ϲέβαϲ, οὖδαϲ, κνέφαϲ, ψέφοϲ, κέραϲ, τέραϲ, γῆραϲ, γέραϲ, βρέταϲ, δέπαϲ, ϲκέπαϲ, καὶ ἄλλα μυρία ἐϲτὶ τοιαῦτα μὴ ἔχοντα τὸ μ πρὸ τοῦ α τὰ δὲ ἔχοντα τὸ μ πρὸ τοῦ α παραιτεῖται τὴν εἰϲ ϲ 5κατάληξιν, ὡϲ ἔχει τὸ δόμα, θέμα, ϲτόμα, χύμα, λύμα, δῶμα, πτῶμα. πῶϲ οὖν τὸ δέμαϲ καὶ τὸ μ ἔχει πρὸ τοῦ α καὶ τὴν εἰϲ’ ἑ κατάλξιν ὥϲτ’ ἐϲτὶν οὕτωϲ ὁρίϲαϲθαι· οὐδὲν εἰϲ μαϲ λῆγον οὐδέτερον, μονῆρεϲ ἄρα τὸ δέμαϲ,
Πεῖραρ. οὐδὲν εἰϲ αρ λῆγον οὐδέτερον πρὸ τοῦ α ἔχει ρ, ἀλλ’ ἤτοι καθαρεύει ἢ ἄλλο τι ϲύμφωνον ἔχει, ὡϲ δῆλον ἐκ τῶν τοιούτων· ἔαρ, κέαρ, οὖθαρ, εἶδαρ, μῶμαρ, ἧπαρ, νέκταρ. μονῆρεϲ ἄρα τὸ «πεῖραρ ἐπαλλάξαντεϲ» (Ν 359). οὐδέτερον δὲ προϲέθηκα ἐπεὶ Ἄραρ τιϲ λέγεται ποταμόϲ, ὡϲ παρ’ Ἐρατοϲθένει (?). καὶ ἐπίγραμμα ἔχον οὕτωϲ
Κρέαϲ. οὐδὲν οὐδέτερον εἰϲ αϲ λῆγον καθαρὸν τῷ ε παραλήγει κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἑλλήνων, ἀλλὰ μόνον τὸ κρέαϲ. τὰ δ’ ἔχοντα καθαρὸν τὸ α καὶ ἔχοντα πρὸ αὐτοῦ ε εἰϲ ρ θέλει ἔαρ, ϲτέαρ, κέαρ, φρέαρ. τὸ τοίνυν κρέαϲ ἢ εἰϲ ρ ὤφειλε καταλήγειν ἢ εἴπερ εἰϲ ϲ καταλήγοι ὀφείλει μεταξὺ τοῦ ε καὶ α ϲύμφωνον ἔχειν, ὥϲπερ τὸ λέπαϲ, ϲκέπαϲ, κνέφαϲ, βρέταϲ. προϲέθηκα δὲ κατὰ τὴν ἑνικὴν εὐθεῖαν ἐν χρήϲει Ἑλλήνων, ἐπεὶ παρὰ Ἑκαταίῳ ἐϲτὶ « τὰ δέατο περιτεταμένοι». ἀλλ’ οὐ ϲύνηθέϲ ἐϲτι λέγειν δέαϲ. ὅ τε Ϲοφοκλῆϲ ἐν Κηδαλίωνι ϲατυρικῷ φηϲι.
Ἰχθῦϲ. οὐδὲν εἰϲ υϲ λῆγον ἀρϲενικὸν ὑπὲρ μίαν ϲυλλαβήν, μὴ ἔχον ὑποκοριϲτικὴν ἔννοιαν, περιϲπᾶϲθαι θέλει. ϲημειῶδεϲ ἄρα ὁ ἰχθῦϲ. προϲέθηκα δὲ «μὴ ὑποκοριϲτικὴν ἔννοιαν» διὰ τὸ ἀπφῦϲ· δοκεῖ γὰρ παρὰ. τὸ ἀπφάϲ παρωνομάϲθαι. ἔϲτι δὲ καὶ τὸ Διονῦϲ παρὰ τοῖϲ κωμικοῖϲ ἐπ τοῦ ἐκλύτου ταϲϲόμενον, παρηγμένον ἀπὸ τοῦ Διονύϲου. ὦν οὐδὲ αἱ γενικαὶ παρόμοιαι τῷ προκειμένῳ· ἰχθύοϲ γὰρ λέγεται οὐ μεμελέτηκε δὲ ἀπφύοϲ λέγεϲθαι. μόνον δὲ διὰ δύο δαϲέων ἐκφέρεται ὁ ἰχθῦϲ, [*](l. 3 μάκαρ cod., em. Ls. l. 5 ὡϲ παρατιθέναι cod., Ls. ὡϲ παρ’ Ἐρατοϲθένει (?), equidem volui ὃν παρατίθεται sed Lebrsius dubitat, num Herodianus ἐπίγραμμα παρατίθεται τοῦτο dixerit, ita ut ἐπίγραμμα sio positum sit ut nomen viri, et iudicat librarium rudem et inscium ex textu mali scripto παρ’ Ἐρατοϲθένει in παρατιθέναι facilius pervertere potuisse quam ὃν in ὡϲ. l. 9 καὶ τὰ ἔχοντα πρὸ τοῦ ε cod., emendavit Ls. τὰ omittens et pro τοῦ scribens αὐτοῦ.) [*](l. 11 ε καὶ α inseruit Bl. l. 14 περιτετημένοι cod., em Ls. l. 15 κηδεμόνι cod., em Dindorf. allato Hesychio δέατοϲ δέουϲ Ϲοφοκλῆϲ Κηδαλίωνι. l.16 τῷ ἀρτυμάτῳ cod., em. Lud. Dind. in thes. l.19 καὶ μὴν cod., Ls. ἁγνόν; idem ϲπεάτεϲϲι pro ϲπεάτεϲι. l. 21 οὔϲαϲ cod., Ls. οὐϲῶν. l. 23 ἐν cod., corr. Dind. ὅν. l. 24 μετὰ πελαμοῦ cod., em. Dind. l. 28 an ἀπφάϲ recte habeat incertum est Lehrsio. E. M. 134, 53 ἀπφῦϲ ὁ πατὴρ εἴρηται ὑποκοριϲτικῶϲ. ἀπὸ τοῦ πάππα ὃ ϲημαίνει τὸν πατέρα ἀφαιρέϲει τοῦ π πα ἀππῦϲ καὶ τροπῇ τοῦ π εἰϲ φ ἀπφῦϲ ὡϲ Διονῦϲ ὁ Διόνυϲοϲ. l. 29 ἐπὶ τὸν Διόνυϲον cod., em. Ls.)
Μᾶζα. τὰ εἰϲ ζα λήγοντα θηλυκά, εἰ ἔχοι πρὸ τέλουϲ δίχρονον, ϲυνεϲταλμένον αὐτὸ ἔχει, ὡϲ τὸ ῥίζα, ϲχίζα, ϲπίζα· ἔϲτι δὲ εἶδοϲ ὀρνέου. Ϲοφοκλῆϲ ἐν Ναυπλίῳ πυρκαεῖ
Ἀγαυόϲ. οὐδὲν εἰϲ οϲ λῆγον καθαρὸν ὑπὲρ δύο ϲυλλαβὰϲ ὀξυνόμενον τῇ αυ διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἀγαυόϲ.
Χθών. τὰ εἰϲ ων μονοϲύλλαβα φιλεῖ ἀρϲενικὰ εἶναι καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ, πρών, Χών τὸ ἐθνικόν, κλών, Θων εἴτε Θῶνοϲ εἴτε Θῶντοϲ. ἀλλὰ μόνον τὸ χθών θηλυκόν ἐϲτι καὶ διήλλαξε κατὰ τὴν κλίϲιν.
Δομήν. τὰ εἰϲ μην λήγοντα ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν ἐπὶ γενικῇ τὸ η εἰϲ ἕ τρέπει, ποιμένοϲ, λιμένοϲ, πυθμένοϲ, ἀλλὰ μόνον τὸ Δομήν ἐφύλαξε τὸ η. Δαμῆνοϲ γὰρ ἐπιγράφεται Ἀγρολικά. ἴϲωϲ δὲ ἐπεὶ κύριόν ἐϲτι παραλλαγὴν ἐποιήϲατο. τὸ δὲ Ἀλλαμήν παραιτοῦμαι· οὐ γὰρ γνήϲιον ὄνομα ὑπὸ Διοδώρου παραπεποιημένον.
Ἰχώρ. οὐδὲν εἰϲ ωρ λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεϲθαί θέλει, ἀλλὰ πάντα βαρύνεϲθαι ῥήτωρ, κλήτωρ, ἵϲτωρ, Ἑκτωρ,πέλωρ, κέλωρ, ἄκτωρ, Ϲπέρχωρ, Ἀννίχωρ, ἄχωρ, (ἀναΰζωρ). ἡ δὲ ἱϲτορία τῶν ὀνομάτων εἴρηταί μοι ἐν δευτέρῳ περὶ καθολικῆϲ προϲῳδίαϲ. ϲημειῶδεϲ ἄρα τὸ ἰχώρ μόνον ὀξυνόμενον. τὸ δὲ αἴτιον εἴρηται ἐν τῷ περὶ. καθολικῆϲ προϲῳδίαϲ.
[*](l. 1 τῶν δὲ ὄλλων cod., δὲ delevIt Bl. l. 4 ἐϲτι cod., ἐϲτιν Ls. 1. 7 ἐν ἀΰπνῳ cod., dudum correctum (cf. Nauck fr. trag. p. 179). l. 8 ϲπίζα τέωϲ cod., Ls. ϲπίζα τέτατ’ Dindorf. ϲπίζ’ ὅπωϲ, Bergkius pro κάτω suspicatus est ἄκατοι. l. 9 δουρὶ ζαλίμνην cod., em. Dind.; pro Λίζαν Ls. suspicatur Λίξον scrbendum. l. 10 ὄνομα cod., οὕνομα Ls. l. 11 εὐρώηϲ cod., corr. Dind.)[*](Θυνίαϲ cod., accentum correxit Ls. l, 12 παρὰ Βυζάντηϲ cod., emendavit Meinekius ex St. B. Ἀράβυζα πόλιϲ τῆϲ Καυκωνίδοϲ. l. 17 θὠν cod., accentum omisit Ls., quia Herodianus dicere voluit: Θων sive illud unde ex nonnullorum quidem sententia Θῶνοϲ sive illud cuius genetivus est Θῶντοϲ. l. 22 ἀργολικαῖϲ cod., em. Ls. De Diodoro Crono, qui dicitur, cf. quem attulit Lehrsius, Ammonium ad Aristot. de interpr. p. 103 Brand. l. 24 παρατεθειμένον cod., Ls. scripsit παραπεποιημένον. l. 27 cod. Ἀνίχωρ, cf. Cath. p. 42. pro ἀναΰζωρ codicis Lehrsius Γανύκτωρ vel ἀνάκτωρ substituendum proposuit, mihi Herod. in E. Gud. 32, 35 ἀλάϲτωρ ὁ Ζεύϲ in mentem venit.)Τέκμωρ. οὐδὲν εἰϲ ωρ λῆγον οὐδέτερον ὑπὲρ μίαν ϲυλλαβὴν ἔχει ϲυμπλοκὴν δύο ϲυμφώνων πρὸ τοῦ ω ·
Πολύϲ. τὰ εἰϲ λυϲ λήγοντα καθαρὸν ἔχοντα τὸ υ ϲυνεϲταλμένον βαρύνεϲθαι θέλει, θῆλυϲ, φόλυϲ.
Ἐρῆμοϲ. οὐδὲν εἰϲ μοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ προπεριϲπώμενον τῷ η παραλήγεται, ἀλλὰ μόνον ἐρῆμοϲ,
Ἑτοῖμοϲ. οὐδὲν εἰϲ μοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ οι διφθόγγῳ παραληγόμενον προπεριϲπᾶται, ἀλλὰ μόνον τὸ ἑτοῖμοϲ. καὶ τοῦτο δὲ παρ’ Ἀττικοῖϲ τοῖϲ νεωτέροιϲ φαϲὶ προπαροξύνεϲθαι.
Πλυνόϲ. τὰ εἰϲ νοϲ λήγοντα διϲύλλαβα μὴ ἔχοντα πρὸ τοῦ ν ϲύμφωνον κατ’ ἐπιπλοκήν, παραληγόμενα δὲ τῷ υ, πάντωϲ ἐκτεταμένῳ παραλήγεϲθαι θέλει, φρυνόϲ, θυνόϲ, γρυνόϲ, ϲημαίνει δέ, ὡϲ καὶ Ἀπολλώνιόϲ φηϲι, τὰϲ τῶν ξύλων ξηρὰϲ καὶ παχείαϲ ῥίζαϲ. ϲημειῶδεϲ ἄρα τὸ πλυνόϲ κατὰ χρόνον· καίτοι γε τὸ πλύνω ἐκτεινόμενον τὸ υ.
Ἑνότηϲ. τὰ εἰϲ τῆϲ λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῆϲ ειϲ παρήχθη. ϲημειῶδεϲ ἄρα τὸ ἑνότηϲ ὄνομα.
[*](l. 3 cod. omisit δή, em. Dind. l. 4 παρ’ ἀϲώτῳ cod., em. Dind. παρὰ Ϲώφρονι τῷ. cod. ἔλδωρ, spiritum mutavit Ls. l. 6 cod. in utroque Ibyci loco ἐέλδωρ, Scbneidewinus ἐελδώ emendavit, Lebrsius ἐέλδω. l. 8 item Schneidewin. pro ἐϲθλὸν προδεδεγμένον scripsit ἐϲθλὰν ποτιδεγμένων. cf. Βergk fr.18 et 19 et Lob. Parall. p. 219. l. 10 cod. τέκμωρ, em Ls. cod. ἴχθαρ, Ls. ex Theogn. 79, 30 ἔχθαρ. l. 15 ef. Duebner fragm. XCI et Hesych. φόλυεϲ κύνεϲ, οἳ πυρροὶ ὄντεϲ μέλανα ϲτόματα εἶχον. οἱ δὲ φύλακαϲ. l. 16 ad ὄλολυϲ cf. Lehrsius Anaxandridis versum (Mein. III 178, ed. min. p. 582) λαμπρόϲ τιϲ ἐξελήλυθ’ . . . ὄλολυϲ οὖτόϲ ἐϲτιν. l. 17 Ζήλυϲ cod, accentum restituit Ls. ἔγχέλυϲ cod., em. Ls. l. 20 προπαροξυνόμενον cod., et l. 21 et 22 ἔρημοϲ et ἔρημον, em. Ls. l. 30 ξυρὰϲ cod., em. Bl. l. 33 cod. hic et paullo infra l. 34 et 5 pag. seq. αἰνὸτηϲ, Ls. ἑνότηϲ in Arist. stud. p. 261 ed. II et ad hunc locum, et εἰϲ ειϲ καταλήξεωϲ pro εἰϲ νοϲ καταλήξεωϲ. Aliter locum restituendum putavit Lobeckius ad Buttm. II 418.)Ἀνδροτήϲ. τὰ εἰϲ τηϲ λήγοντα θηλυκὰ οὐδέποτε ἀπὸ τῶν εἰϲ ληγόντων παράγεται. ϲημειῶδεϲ ἄρα τὸ ἀνδροτήϲ ὄνομα. ἢ γὰρ ἀπὸ τῶν εἰϲ οϲ, ὡϲ κοῦφοϲ κουφότηϲ, ἢ ἀπὸ τῶν εἰϲ υϲ, ὡϲ ταχύϲ ταχυτήϲ, ἢ καὶ ἀπὸ ῥημάτων, ὡϲ παρὰ τὸ ἴεμαι ἰότηϲ, οὐδέποτε μέντοι ἀπὸ τῶν εἰϲ ρ ληγόντων. διὸ δὴ καὶ τὸ ἑνότηϲ παράϲημον· παρὰ γὰρ τὴν εἰϲ ειϲ εὐθεῖαν, οὐ τὴν εἰϲ οϲ ἢ εἰϲ υϲ. Φερνή. τὰ εἰϲ νη λήγοντα διϲύλλαβα μονογενῆ θηλυκὰ ἔχοντα πρὸ τοῦ ν ρ βαρύνεϲθαι θέλει, πέρνη, πτέρνη, Τάρνη πόλιϲ, Κέρνη ὁμοίωϲ, Ἄρνη, ἀλλὰ μόνον τὸ φερνή ὀξύνεται. Αἰολεῖϲ δὲ φέρεναν αὐτὴν λέγουϲιν ὁμοίωϲ τῇ ’Ἑλέναν.
Ἀρνόϲ. οὐδεμία γενικὴ εἰϲ νοϲ λήγοντα πρὸ τοῦ ν ρ ἔχει, ἀλλὰ μόνον τὸ ἀρνόϲ. αἴτιον δὲ τὸ πάθοϲ. τὸ παρὰ Ϲοφοκλεῖ
Ἀνδρόϲ. οὐδεμία γενικὴ εἰϲ ροϲ λήγουϲα πρὸ τοῦ ρ ἔχει τὸ δ, ἀλλὰ μόνον τὸ ἀνδρόϲ. αἴτιον δὲ τὸ πάθοϲ. ἐν τοῖϲ περὶ καθολικωτέραϲ προϲῳδίαϲ εἴρηται.