Περὶ μονήρους λέξεως
Aelius Herodianus
Aelius Herodianus, Περὶ μονήρους λέξεως, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Ἐϲμέν. τὰ εἰϲ μεν λήγοντα πληθυντικὰ ἀεὶ θέλει καθαρὸν ἔχειν τὸ μ, δίδομεν, τίθεμεν, λέγομεν, νοοῦμεν· εἰ μέντοι ϲύμφωνον εὑρεθείη, ϲυγκοπὴ πρὸ αὐτοῦ ὁρᾶται γινομένη, ἴϲαμεν ἴϲμεν, ἴδομεν ἴδμεν, ἐοίκαμεν ἔοιγμεν, δέδοιγμεν, ἐπέπιθμεν τὸ μέντοι ἐϲμέν οὐχ οὕτωϲ ἔχει. οὐκ ἀγνοῶ δὲ ὅτι καὶ ἐμέν λέγεται,
Οἶδα. οὐδεὶϲ παρακείμενοϲ διϲύλλαβοϲ κατὰ τὴν ϲυνήθειαν καὶ , τὴν παλαιὰν χρῆϲιν ἀπὸ τῆϲ οι διφθόγγου ἄρχεται, ἀλλὰ μόνοϲ ὁ οἶδα. οἱ γὰρ περὶ Ἀλκαῖον ὄιδα λέγουϲι τριϲυλλάβωϲ. προϲέθηκα δὲ «κατὰ τὴν παλαιὰν χρῆϲιν », ἐπεὶ οὐ παρ’ Ἀττικοῖϲ ἐϲτιν ἐϲθ’ ὅτε οἶκα λεγόμενον διϲυλλάβωϲ.
Ἕπεϲον. οὐδεὶϲ δεύτεροϲ ἀόριϲτοϲ εἰϲ ον λήγων πρὸ τοῦ ο ἔχει τὸ ϲ, ἀλλὰ μόνον τὸ ἔπεϲον. ὁ γὰρ κατέχεϲον παρ’ Ἀλκαίῳ τῷ κωμικῷ ἐν Γανυμήδει εἰρημένοϲ οὔτε τῆϲ τῶν ἄλλων Ἑλλήνων χρήϲεώϲ ἐϲτιν οὔτε κατά τινα ἀναλογίαν ἐξενηνεγμένοϲ ἢ μόνον κωμικῶϲ πεποιημένοϲ.
Αἰνῶ. τὰ διὰ τοῦ αινω διϲύλλαβα βαρύτονά ἐϲτι, βαίνω, δραίνω, ῥαίνω, καίνω, κραίνω (?), ϲαίνω, χραίνω, αἵνω τὸ δαϲυνόμενον καὶ βαρυνόμενον τὸ παρὰ τοῖϲ Ἀττικοῖϲ· Φερεκράτηϲ
Δόϲ. τὰ εἰϲ ϲ λήγοντα προϲτακτικὰ μονοϲύλλαβά τέ ἐϲτι καὶ τὸ ε ἔχει, ἕϲ, ἔνθεν τὸ ἄφεϲ, πρόεϲ, θέϲ, ϲπέϲ, φρέϲ,
Δοῦναι. οὐδὲν εἰϲ ναι λῆγον ἀπαρέμφατον τῇ ου διφθόγγῳ παραλήγεται, ἀλλ’ εἰ παραλήγεται διφθόγγῳ, τῇ ει παραλήγεται, εἶναι, εἴτε δαϲυνόμενον ἀορίϲτου χρόνου. .ϲημειῶδεϲ ἄρα τὸ δοῦναι. ὅτι γὰρ οὐδέν ἐϲτι τὸ λέγειν δῶναι ὡϲ γνῶναι, βιῶναι, δῆλον μὲν ἐκ τῆϲ χρήϲεωϲ τῆϲ Ὁμηρικῆϲ (Α 134),
Τὰ τῇ ου διφθόγγῳ παραληγόμενα ἀπαρέμφατα πρὸ τῆϲ α διφθόγγου τὸ ϲ ἔχει, ἀκοῦϲαι, ὀροῦϲαι, λοῦϲαι. πῶϲ οὖν τὸ δοῦναι ἔχει τὸ ν, τοῦτο γὰρ
Περὶ ἐπιρρημάτων.
Ἅπαξ. τὰ εἰϲ αξ λήγοντα ἐπιρρήματα ὀξύνεϲθαι θέλει, ὀκλάξ, ὀδάξ, ἐναλλάξ, εὐράξ, αὐτοδάξ, ἐπιτάξ· ἀλλὰ μόνον τὸ ἅπαξ βαρύνεται. ὅπερ ἐν ϲυντάξει τοῦ ἅπαντεϲ ἢ τοῦ ἁπλῶϲ ἐκκλίνει τὸν τόνον ὡϲεὶ ὀξύνοιτο τὸ ἅπαξ. ἁποξἅπανταϲ γὰρ λέγομεν καὶ ἁπαξἁπλῶϲ ἐν τῇ ἀνὰ χεῖρα ὁμιλίᾳ.
Ὧδε. οὐδὲν εἰϲ δε λῆγον ἐπίρρημα διϲύλλαβόν ἐϲτι τῷ ω παραληγόμενον, ἀλλὰ μόνον τὸ ὧδε.
Ἔνδον. οὐδὲν εἰϲ δον λῆγον ἐπίρρημα βαρύνεϲθαι θέλει, πάντα δὲ ὀξύνεται, ὡϲ ἔχει τὸ ϲχεδόν, ταυρηδόν, ἑλκηδόν, παραϲταδόν, παρακλιδόν, « ῥυδὸν ἀφνειοῖο » (ο 426), ἀμφαδόν, ἄφθονοϲ ἡ ἐν ἀκολουθίᾳ παράθεϲίϲ ἐϲτι τῶν ὀξυνομένων. ἀλλὰ μόνον τὸ ἔνδον βαρύνεται. τῆϲ διαλλαγῆϲ ἐν ἑτέροιϲ δίδοται ἡ αἰτία.
Πάρεξ. οὐδὲν εἰϲ εξ ἐπίρρημα βαρυνόμενον ἐκ δύο προθέϲεων [*](1. 4 ἔϲ cod., em. Ls. φρέϲ ϲπέϲ cod., transposuit Ls. cod. ἔνθα ταθεὶϲ φρέϲ μ’ ὡϲ, Dindorf. emendavit, Meinekius fr. comic. anon. p. 1222 ed. min. ϲταθείϲ proposuit. l. 9 τοῦ δοῦναι cod., em. Bl. l. 12 τήνδε cod., em. Ls. l. 13 τοῦ ante κατ’ addidit Bl. l. 17 ἢ ῥ’ cod., ἦρ’ Ls. δοῦναι cod., Dind. διδοῦναι indicato versu Homeri. l. 21 εὐθράξ cod.. em. Bl. ἐπιδάξ cod., em. Bl. l. 22 τοῦ πάντωϲ cod., em. Ls. l, 23 ἅπαντεϲ cod., Ls. ἁποξἅπαντεϲ hyphen et ἁπαξἁπλῶϲ pro ἁπαξαπλῶϲ. l. 28 παϲταδόν cod., Βl. παραϲταδόν. cod. ῥυδόν, ὀμφαδόν, ἀφνειοῖο. Bloch. ἀφνειοῖο traxit adi ῥυδὸν Odysseae locum significari intellegens et ἀμφαδόν scripsit. l. 29 ἄφθονοϲ ἀκόλουθα ἡ παράθεϲιϲ cod., em. Ls.)
Ὥϲ, τώϲ. οὐδὲν εἰϲ ωϲ λῆγον ἐπίρρημα ὀξυνόμενον, ὑπεϲταλμένηϲ Δωρίδοϲ διαλέκτου, ἀλλὰ μόνον τὸ ὥϲ, καὶ τώϲ ἀνταποδοτικὸν αὐτοῦ ὑπάρχον. οὐκ ἀγνοῶ μέντοι ὅτι ἐν διαφόρῳ ϲημαινομένῳ καὶ διαφόρῳ ϲυντάξει ἐϲθ’ ὅτε περιϲπᾶται.
Ὀψέ. οὐδὲν εἰϲ ψε λῆγον ἐπίρρημα, ἀλλὰ μόνον τὸ ὀψέ, ὅπερ ἐν ϲυνθέϲει φιλεῖ τρέπειν τὸ ε εἰϲ τὸ ι, ὥϲπερ ἐπὶ τοῦ ὀψιμαθήϲ, ὀψίτυχοϲ, ὀψιτέλεϲτον, «ἔκ τε καὶ ὀψὲ τελεῖ» (Δ 161), ὀψίγονοϲ. διὸ καὶ τὸ
Μᾶλλον. οὐδὲν ὅμοιον τῷ μᾶλλον κατὰ χρόνον. τὸ γὰρ α, εἰ ’ἔχοι ἐν ἐπιφορᾷ διπλαϲιαζόμενον τὸ λλ ἐν μιᾷ λέξει, ϲυϲτέλλεϲθαι χωρὶϲ εἰ μὴ τροπή τιϲ εἴη τοῦ η εἰϲ α παρὰ διαλέκτῳ. τὸ παράδειγμα πῶϲ ἔχει, ἄλλοϲ, γάλλοϲ, θαλλόϲ, θάλλω, πάλλω, ἅλλομαι, ἀγάλλομαι, καὶ ἄλλο πλῆθοϲ λέξεων τοιούτων ἀδιάπτωτον. ϲημειωτέον ἄρα περὶ χρόνον τὸ μᾶλλον. τὸ γὰρ ὀτράλλιϲ) ϲυνεϲταλμένον ἔχει τὸ α. ἐφυλαξάμην δὲ διαλέκτουϲ διὰ τὸ
Ἀθροῦν. οὐδὲν εἰϲ ουν λήγει ἐπίρρημα, ἀλλὰ μόνον τὸ ἀθροῦν. ὅπερ καὶ ἐπεκτάϲεϲι ποιητικαῖϲ κέχρηται καὶ παραθέϲει ἄρθρου ἑνικοῦ καὶ πληθυντικοῦ. παραιτοῦμαι δὲ τὸ αἰϲχοῦν, ὃ εἴρηται παρὰ τῷ τοὺϲ Εἔῖλωταϲ· — ἀλλὰ μιϲχοῦν καθήμενοι. ἐπεὶ ὀνοματικά ἐϲτι.
Δεῦρο. οὐδὲν εἰϲ ο λήγει ἐπίρρημα ὑπὲρ μίαν ϲυλλαβήν, ἀλλὰ μόνον τὸ δεῦρο. ὅπερ εἴρηται παρὰ τῷ ποιητῇ ἅπαξ κατ’ ἐπέκταϲιν εἰϲ ω ἐν τῷ (Γ 243)
κεῖθεν. οὐδὲν εἰϲ θεν λῆγον ἐπίρρημα τοπικὸν τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ ἐκεῖθεν. σἴτιον δὲ τὸ πάθοϲ· ὁ γοῦν Ἀλκαῖοϲ κεινόθεν ἐϲτὶν ὅπου ἀπεφήνατο αὐτό.
Χαμαί. οὐδὲν εἰϲ αι λῆγον ἐπίρρημα ὑπὲρ μίαν ϲυλλαβὴν ὀξύνεται, λέγω δὲ μή ϲχετλιαϲτικόν. τὰ δὲ τοιαῦτα καὶ ὀξύνεται, εὐαι, βαβαί, καὶ περιϲπᾶται, ἀταταῖ, αἰαῖ, παπαῖ. τὸ δὲ πάλαι βαρύνεται. λέγε ται τὸ αἴτιον ἐν τῷ περὶ ἐπιρρημάτων.
Αὐτάρκηϲ ἡ παράθεϲιϲ τῆϲ μονήρουϲ λέξεωϲ ἐν τούτῳ τῷ βιβλίῳ, ὅπωϲ καὶ ἐν τῷ δευτέρῳ ϲχεδὸν ἴϲην παράθεϲιν ποιηϲώμεθα. εἰ δέ τιϲ [*](fr. 35 Sapph., qui etiam pro διὰ τόδ’ scribendum διὰ τὸ vidit (Ahrens fr. 86 ἀλλᾶν [Cram. ἄλλαν] μοι μεγαλύνεο δακτυλίω πέρι) alterum ex Ahrensii emendatione fr. 87, praeterquam quod pro ἀλλᾶν scripsit ἄλλαν ; tertium secunlum Bergk. in ed. I, qui in ed. II fr. 55 sic restituit: ἄβρα δηὖτε παχήᾳ ϲπόλᾳ ἀλλόμαν adnotans Cramerum Alcaeo tribuentem scribere Ἀβραδάτῃ ἐπ’ ἐγχεϲπάλῳ ἀλλόμαν, Ahrensius, qui item Alcaeo assignat fr. 101, corrigit Ἀβραδάτᾳ π’ ἐγχεϲπάλῳ ἁλλόμαν. Equidem Lehrsium secutus sum, quamquam mibi non minus quam ipsi cognitum est, quam incerta sint omnia ; sed etiamsi in his aliquid praestare possem (scio autem me non posse), tamen praeceptoris vestigia non relicturus fui, ne mea editio, quae in rebus certis eum seqnitur, eius in incertis deserendi gloriam sibi quaerere videretur. De ἆλλοϲ pro ἠλεόϲ cf. Ahrens de dial. Aeol. p. 57.) [*](l. 1 hunc articulum intactum reliqui ut Lebrsius, nisi quod cnm Βlochio παρὰ τῷ τοὺϲ Εἵλωταϲ, quam emendationem etiam Ls. pro certa habet, scripsi pro τοὺϲ εἴλω ταϲαίμην. cf. etiam Meinek. fr. com. p. 183 ed. min. l. 8 cod., correxit Ls., qui suspicatur alteram lectionem, quam Herodianus deprecetur, esse fortasse ἦ δεῦρ’ οἱ μὲν l. 9 καὶ δεῦρα καὶ δευρύ cod., em. Ls. καὶ δεῦρο dittographiam esse putans. l. 11 θεματιϲθῆναι pro θέμα τιϲ θεῖναι scripsit Ls. collatis Epim. Hom.118, 25 ἀλλὰ πῶϲ ἐγένετο τὸ δεῦτε; τεθεμάτιϲται, οὐ κέκλιται. l. 15 κείνοθεν cod., Ls.κεινόθεν. ἀπεφῇνατο τὸ αὐτό cod., em. Ls. l. 16 αἰ γὰρ κ’ ἁλόθεν ἔλθῃ δὲ φοικήνοθεν ἔμμεναι cod., Ls. secutus est Seidlerum, nisi quod pro ὁ δὲ hiatus vitandi causa τί δὲ scripsit, in quod incidit etiam Ahrens de dial. Dor.p. 539. l. 17 cod. αἴθε, correxit Ls. l. 18 hunc de χαμαί articulum Ls. violentius quidem, sed egregie emendavit consulta Catholica ap. lo. Al. 36. 12 et Arcad. 183 13.l. cod. λέγω δὴ τό χαμαί, Ls. λέγω δὲ μὴ ϲχετλιαϲτικόν, post τοιαῦτα Lehrsius inseruit καὶ ὀξύνεται οὐαί (ex Arcad., pro quo posui ex lo. Al. εὐαί), βαβαί καί. l. 22 ἐν τούτῳ βιβλίῳ cod., τῷ inseruit Ls. l. 23 ποιηϲόμεθα cod., ποιηϲώμεθα Ls.)