Πῦρ. οὐδὲν εἰϲ υρ λῆγον οὐδέτερον μονοϲύλλαβον, ἀλλὰ μόνον τὸ πῦρ· ὅπερ Ϲιμωνίδηϲ καὶ ἕνεκα μέτρου διϲυλλάβωϲ ἀπεφήνατο·
τοῦτο γὰρ μάλιϲτα φῆρεϲ ἔϲτυγον πύϊρ. Τὸ δὲ Ϲῦρ οὐ ϲύνηθεϲ παρὰ Ἕξλληϲιν, ἀλλ’ ἱϲτορίαϲ ἐχόμενον, ἄλλωϲ τε οὐδ’ ἄντικρυϲ οὐδέτερον. οὕτω γὰρ ἐκαλεῖτο πρότερον ἡ Φοινίκη.
Μοῦϲα. τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ ὀνόματα τῇ οῦ διφθόγγῳ παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ ὁρᾶται· ϲχηματίζεται δὲ κατὰ τὸ πλεῖϲτον ἢ μετατίθεται ἀπὸ μετοχῶν, αἴθουϲα, ὅπερ ἔχει διϲϲὸν μὲν τὸ ϲ ἐπὶ τοῦ προϲηγορικοῦ, ἐπὶ δὲ τοῦ κυρίου κατά τιναϲ ἕν, λέγω δὲ ὅτε ϲημαίνει θυγατέρα Ποϲειδῶνοϲ γενομένην καὶ Ἀλκυόνηϲ. έρουϲα, καὶ τοῦτο ἐπὶ μιᾶϲ τῶν Nηρηΐδων,
Φέρουϲά τε Δυναμένη τε (Ϲ 43).. θυγάτηρ τε Ἡλίου ὀνομάζεται Φαέθουϲα. Ἴωνοϲ δὲ τοῦ Ξούθου ἀναγράφεται 13 μήτηρ Κρέουϲα, ὁμωνύμωϲ δὲ ταύτῃ καὶ Αἰνείου γυνή. Μέδουϲα μία τῶν Γοργόνων,
θείνω τ’ Εὐρυάλη τε Μέδουϲά τε λυγρὰ παθοῦϲα (Hes.theog.276). Ἀρέθουϲα κρήνη κυρίωϲ· ἀλλὰ καὶ πᾶϲαι κρῆναι κατ’ ἐπιθετικὴν ἔννοιαν οὕτω καλοῦνται, ἀπὸ τοῦ ἄρδειν ἴϲωϲ ϲχηματιϲθεῖϲαι. ὅ γ’ οὖν Χοιρίλοϲ ἐν ο’ Περϲικῶν
παρὰ δὲ κρήναϲ ἀρεθούϲαϲμυρία φῦλ’ ἐδονεῖτο πολυϲμήνοιϲι μελίϲϲαιϲ —. οὐδὲν δ’ ὅτι οὖν ὤφθη διϲύλλαβον εἰϲ α λῆγον τῇ ου διφθόγγῳ παραληγόμενον
[*](1. 1 cod. δὲ μέλθα χελλῶναϲ, em. Dindorf. ex Choer. Bekk. 1188, Gaisf. 134, 26, ubi δημεχθέα Χείλωνα κακόκνημόν τε Κόμητα (ubi Bekk. Χελλωνα, Gaisf. Χελῶνα). 1. 4 περὶ δευτέραν cod., περιϲϲοτέραν ἔχον Ls. 1. 6 ἀλλ’ ὥύϲτε cod., em. Bl. 1. 8 τοῦτοϲ cod., correxit Dind. ἐϲτι cod., ἐϲτιν Ls. 1. 11 ἔχει cod ,corr. Βl. καὶ τὴν cod.,em. Ls. 1. 13 πῦρ. ὁ Ϲιμωνίδηϲ cod., πῦρ, ὃ Bl., πῦρ ὅπερ Le. 1. 14 φηρὲϲ ἐϲ τύγε πύιρ cod., em. Lob.Parall. p. 76. 1.17 εἰϲ α cod., em. Ls. 1. 20 δὲ post λέγω insermit Ls. 1. 21 Ἀλκυόνηϲ γενομένηϲ cod., γενομένηϲ, quod ex praecedente γενομένην ortum est, delendum esse suspicatus est Bl., delevit Ls. 1. 24 ἰλίου cod. em. Ls . coll. Od. μ 133. 1. 27 ϲθένω τ’ εὖροι ἄλη cod., em. Dind. 1. 29 ὄρδην cod., em. Ls. 1. 30 Χοίριλοϲ cod., Χοιρίλοϲ Dind. 1. 31 παρᾶ δὲ παρὰ in codice ita scriptum ut non satis appareat utrum hoc an περὶ dare voluerit librarius». Dind. 1. 32 cod. φιλεδονεῖτο,) 920
ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ τῇ κοινῇ ϲυνηθείᾳ, εἰ μὴ μόνον τὸ μοῦϲα. Τὸ γὰρ Δοῦϲα κύριον καθ’ ἱϲτορίαν ἐϲτὶ λεγόμενον ῆ τε Χοῦϲα πόλιϲ Αἰγυπτίων.
Ἄρουρα. οὐδὲν εἰϲ ρα λῆγον θηλυκὸν ϲυνεϲταλμένον ἁπλοῦν προϲηγορικὸν ὑπὲρ δύο ϲυλλαβὰϲ τῇ οῦ διφθόγγῳ παραληγόμενον, ἀλλὰ μόνωϲ ἄρουρα. πρόϲκειται δὲ προϲηγορικόν, ἵνα ἐκφύγωμεν τὰ κύρια, ὡϲ ἔχει τὸ Κόλουρα, ἔϲτι δὲ πόλεωϲ ὄνομα, ὡϲ Ἑκαταίῳ· « δοκέω δὲ μάλιϲτα παρὰ Κόλουρον, ἵνα Πριηνέεϲ ἕζοντο». Ἄργουρα πόλιϲ εὐβοίαϲ, μέμνηται Δημοϲθένηϲ λέγων «ἐξ Ἀργούραϲ τῆϲ Εὐβοίαϲ». Ἴουρα, μέμνηται λναϲέαϲ. Ὄλουρα, μέμνηται Ἐρατοϲθένηϲ. τό τε Κυνόϲουρα ἐπὶ τῇ Λακωνικῇ φυλακῇ, ἀλλὰ καὶ ἄκρα Μαραθῶνοϲ οὕτωϲ καλεῖται, καὶ κύριον καὶ ϲύνθετόν ἐϲτιν· ἀλλὰ καὶ ἐπὶ τῆϲ ἄρκτου
οἵ τὴν μὲν κυνόϲουραν ἐπίκληϲιν καλέουϲιν (Arat. Phaon. 36). ἐφυλάξατο δὲ ταῦτα πάντα ὁ κανών.
Κάνωβοϲ. οὐδὲν εἰϲ βοϲ λῆγον ὑπὲρ δύο ϲυλλαβὰϲ τῷ ῦ παραλήγεται, ἀλλὰ μόνον ὁ Κάνωβοϲ. τὸ γὰρ παρὰ τῷ όβᾳ κείμενον βαρβαρικὸν ὄνομα Nαβωμὸϲ διὰ τοῦ μ γράφεται.
Δίκη. τὰ εἰϲ κη λήγοντα θηλυκὰ διϲύλλαβα μονογενῆ βαρύτονα, ὅτε ἔχει πρὸ τέλουϲ τὸ ι, ἤτοι ϲυνεϲταλμένον ἔχει αὐτό, ἢ ἐκτεταμένον. καὶ τότε μὲν ϲυνεϲταλμένον ὁπότε ϲύμφωνον ὁρᾶται πρὸ τοῦ κ καταλῆγον, τότε δὲ ἐκτεταμένον ὁπότε οὐχ οὕτωϲ ἔχει. οἰον Κίρκη, Δίρκη, Τρίκκη· ϲυνέϲταλται δὲ τούτων τὸ ι, ἐπεὶ ϲύμφωνον ἦν πρὸ τοῦ κ τοῦ δὲ ἑτέρου νίκη, φρίκη. ἡ τοίνυν δίκη ϲημειῶδεϲ. λείπει γὰρ ἢ χρόνῳ ἢ ϲυμφώνῳ.
Νεῖλοϲ. οὐδὲν εἰϲ οϲλῆγον διϲύλλαβον βαρύτονον τῇ ει διφθόγγῳ παραλήγεται, ἀλλὰ μόνον τὸ Νεῖλοϲ. Nῆλοϲ γὰρ λέγεται κατὰ διάλεκτον. τὸ δὲ πῖλοϲ, ϲπῖλοϲ, λοϲ, ἔτι φορτικὸν τὸ ἀπὸ τοῦ τ ἀρχόμενον διὰ τοῦ ῑ γράφεται.
Χαρίειϲ. οὐδὲν εἰϲ ειϲ λὅῆγον ὄνομα ὑπὲρ μίαν ϲυλλαβὴν ἀρϲενικὸν τῷ ῑ παραλήγεται, ἀλλ’ ἢ τῷ α, ὡϲ ἔχει τὸ ἀντάειϲ, αὐλάειϲ, ἢ τῷ η, ὡϲ φωνήειϲ, αὐδήειϲ, παχνήειϲ, ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν [*](1. 1 οὕτωϲ cod., ὁμοίωϲ Ls. 1. 8 Κολοῦραν cod., em. Ls. πρηνήϲ cod., Πριηνεῖϲ Lob. Proll. 278, formam Ionicam restituit Ls. ἄγουρα cod., Dind : «Midiana p. 558, 16, ubi Ἀργούραϲ scriptum. ἄργουρα etiam Arcad. 97, 4. 10.) [*](1. 10 Κυνὸϲ οὐρὰ cod., em. Dind. collato Arcad 97, 10. 1. 13 οἱ cod., ο Ls. 1. 16 παρὰ τοῦ ἰώβᾳ cod., em. Bl Lehrsius potina Nάβωμοϲ scribendum putat. 1. 25 οὐδεὶϲ cod., corr. Bl. 1. 26 cod. νόιλοϲ τε, Ls. Nέïλοϲ, Ahrens de dial. Dor. 162 not. Nέϊλόϲ τε γὰρ ἦν καὶ Nῆλοϲ λέγεται equidem non dubito, quin Nῆλοϲ scribendum sit, nam Chor. Οrth. 240, 27 Nελοϲ διὰ τῆϲ ει διφθόγγου· οἱ γὰρ Δωριεῖϲ διὰ τοῦ ῆ γράφουϲι, unde derivata sunt quae Etym. M. cod. Havn. 1971 in E. Gud. 978 habet: Νεῖλοϲ διὰ τῆϲ ει διφθόγγου· ἐπεὶ Nῆλοϲ λέγουϲιν οἱ Δωριεῖϲ διὰ τοῦ ῆ. ἔθοϲ γὰρ ἔχουϲι τὴν ει δίφθογγον εἰϲ μετατρέπειν. 1. 27 cod. πίλοϲ, ϲπίλοϲ, ἤϊλοϲ ἔτι φορτικὸν. τὰ ἀπὸ τοῦ ϲ ἀρχόμενα, em. Ls. Cui de τῖλοϲ Herodianus minis decenter locutus esse videtur, ei licet putare excidisse φημὶ δὲ τὸ τῖλοϲ.)
921
τὸ ε, ἠχέειϲ, βρωμέειϲ, ἢ τὸ ο, ὡϲ ἀϲτερόειϲ, ἁρματόειϲ, ἢ τὸ ω, ὡϲ εὐρώειϲ, κητώειϲ. τὸ τοίνυν χαρίειϲ ϲημειῶδεϲ τῷ ῑ χρηϲάμενον πρὸ τέλουϲ. ὁ μέντοι Ἀνακρέων καὶ χαριτόειϲ εἶπεν, ἀποδοὺϲ τὸ ἐντελὲϲ τῇ λέξει.
Οὖϲ. τὰ εἰϲ ουϲ λήγοντα ὀνόματα μονοϲύλλαβα ἀρϲενικὰ πέφυκεν εἶναι, ἔϲθ’ὅτε δὲ καὶ κοινωνεῖ θηλυκῷ γένει. φλοῦϲ φηϲὶ, χλοῦϲ, Γλοῦϲ ὁ λῃϲτήϲ, χνοῦϲ παρὰ Ϲοφοκλεῖ, βοῦϲ, ῥοῦϲ, θροῦϲ, νοῦϲ, ϲοῦϲ, πολὺ παρὰ τοῖϲ Ἴωϲι χροῦϲ. δῆλον ὅτι πεπλάνηται περὶ τὸ γένοϲ τὸ οὖϲ οὐδέτερον ὑπάρχον,
Ἄντιφον αὖ παρὰ οὖϲ ἔλαϲε ξίφει (Λ 109). οὐκ ἀγνοῶ δὲ τὸ πάθοϲ τῆϲ λέξεωϲ καθότι ποικίλωϲ λέγεται. οὖαϲ γὰρ καὶ ἡ γενικὴ οὔατοϲ· καὶ ὄαϲ, ἔνθεν ὄατοϲ καὶ ὦαϲ, ἔνθεν ὤατοϲ καὶ ὦϲ, ἔνθεν ὦτόϲ· καὶ ὦοϲ οὐκ εἰρημένον, ϲυνεϲχηματιϲμένον δὲ παρὰ Θεοκρίτῳ (Ι 28) ἀμφωέϲ. τοῦ μέντοι οὖϲ οὐ ζητητέον τὴν κλίϲιν.
Πούϲ. τὰ εἰϲ δυϲ λήγοντα ὀνόματα μονοϲύλλαβα περιϲπᾶται, χνοῦϲ, κνοῦϲ, χροῦϲ, Γλοῦϲ, θροῦϲ, φλοῦϲ, πλοῦϲ, ῥοῦϲ ϲημειωτέον τὸ πούϲ ὀξυνόμενον· μετοχῆϲ γὰρ ἐδέξατο τόνον.
Ποδόϲ. τὰ εἰϲ δοϲ λήγοντα διϲύλλαβα τῷ ο παραληγόμενα εὐΕεῖαν ὑπιϲχνεῖται πτῶϲιν, ὁδόϲ, ϲποδόϲ οὐ δόκιμοϲ ἄρα οὐδὲ ἡ γενικὴ ποδόϲ.
Φρήν. οὐδὲν εἰϲ ην λῆγον ὄνομα μονοϲύλλαβον μόνωϲ θηλυκόν. ἀλλ’ εἰ ἐπιδέχκτο καὶ τὸ θηλυκὸν γένοϲ, ἐν κοινότητι ἐπιδέχεται. Ὁποῖόν ἐϲτι τὸ χήν. θηλυκὸν γὰρ αὐτὸ οἶδεν ὁ ποιητήϲ,
ὡϲ ὅδε χῆν’ ἥρπαξ’ ἀτιταλλομένην ἐνὶ οἴκῳ (ο 174), καὶ
αἰετὸϲ ἀργὴν χῆνα φέρων (o 161), ἀρϲενικὸν δὲ οὕτωϲ,
χῆνέϲ μοι κατὰ οἶκον ἐείκοϲι πυρὸν ἔδουϲιἐε ὕδατοϲ (τ 535), εἶτα ἐπιφέρει
ἐλθὼν δ’ ἐξ ὄρεοϲ μέγαϲ αἰετὸϲ ἀγκυλοχείληϲπᾶϲι κατ’ αὐχέναϲ ἦξε καὶ ἔκτανεν, οἱ δὲ κέχυντο. [*](1. 1 βρομέειϲ cod., corr. Ls. 1. 2 εὐώειϲ cod., em. εὐρώειϲ Dind. Ahrens. 1. 6 φηϲι ut a grammatico exscribente appositum seclusit Ls. hunc usum posteriorum grammaticorum fuse explicans. 1. 10 cod. ἄντιφον δ’οἱ παρὰ οὖϲ ἐφύλαξε ξίφει, versum Homericum restituit Meinek. ad Theoct. Ι 28, recte scriptus est ap. Choer. 385, 15. 1. 11 οὕαϲ cod , 1. 12 ἡώαϲ ἡώατοϲ, 1. 13 καὶ ὠτὸϲ καὶ ὀὸϲ et 1. 14 ἄμφω ἔϲτω μέντοι οὖϲ ζητέον (Dind. em. ζητητέον), hunc totum locum emendavit Mein. ad Theoct. I 28, et Lob. Rhem. 314, Lebrsius pro ἀμφῶεϲ scripsit ἀμφωέϲ collatis quaest. ep 152 et 148 seqq. et ante ζητητέον inseruit οὐ. Caeterum τῷ quod apposuit Lehrsius ante ἀμφωέϲ omisi, nam ἀμφωέϲ ipsum est ϲυνεϲχηματιϲμένον, non ὦοϲ, velut ab Βerodiano in loco a Lehrsio citato Cr. An. Ox. IV 334, 31 χαλκοκράϲ, νεοκράϲ ἐκ παρακειμένου ϲυνεϲχηματιϲμένα vocantur. 1. 24 χὴν ἥρπαξε τιταλλομένην cod. 1. 26 cod. οἴελοϲ pro αἰετόϲ. 1.32 cod. αὐχέν’ ἔηξεν et οἵδε.) 922
καὶ τοῦτο μὲν ἐν κοινότητι. ᾧ ὅμοιον δύναιτο ἄν εἰναι καὶ τὸ ῥήν, εἴ τιϲ βούλοιτο. ἐπὶ δὲ τῆϲ αἰτιατικῆϲ Νίκανδροϲ (Ther. 453)
ατὰρ ὁ τοῦ καὶ ῥῆνα καὶ ἠνεμόεντα λαγωόν. ἐν ϲυνθέϲει πολύρρην παρὰ τῷ τὰ Ναυπακτικὰ ποιήϲαντι·
ἀλλ’ ὃ μὲν οὖν ἀπάνευθε θαλάϲϲηϲ εὐρυπόροιοοἰκία ναιετάαϲκε πολύρρην, πουλυβοώτηϲ. τούτου καὶ πληθυντικὸν παρὰ τῷ ποιητῇ (Ι 154)
ἐν δ’ ἄνδρεϲ ναίουϲι πολύρρηνεϲ, πολυβοῦται. ὁπότε δὲ λέγει ὁ ποιητήϲ (Κ 216)
θῆλυν, ὑπόρρηνον, ἀπ’ εὐθείαϲ τῆϲ ὑπόρρηνοϲ κλίνει, τιϲ ἀπὸ γενικῆϲ ἀπεδέξατο τὴν ϲύνθεϲιν. ὡϲ παρὰ τὴν μηνόϲ τὸ δίμηνοϲ ἢ τρίμηνοϲ, οὕτωϲ ῥηνόϲ ὑπόρρηνοϲ. ἀναδράμωμεν ἐπὶ τὰ παραδείγματα, Ζήν, μήν, ϲπλήν, ϲφήν, ψήν. Ἀριϲτοφάνηϲ (Av. 593)
εἶθ’ οἱ κνῖπεϲ καὶ ψῆνεϲ ἀεὶ τὰϲ ϲυκᾶϲ οὐ κατέδονται’ εἶπερ οὖν ἀληθέϲ ἐϲτι τὸ μηδὲν εἰϲ ην λῆγον μονοϲύλλαβον θηλυκὸν γένοϲ ϲημαίνειν, δῆλον ὅτι πεπλάνηται τὸ φρήν περὶ τὸ γένοϲ. διὸ καὶ ἐξηλλάγη αὐτοῦ ἡ κλίϲιϲ ὡϲ πρὸϲ τὰ ἄλλα μονοϲύλλαβα. φρενὸϲ γάρ, τῶν ἄλλων φυλαϲϲόντων τὸ η. οὐκ ἀντιθήϲει τιϲ ἡμῖν τὸ παρὰ τῷ Ἑρμηϲιάνακτι ἐν Λεοντίου α’
δερκόμενοϲ πρὸϲ κῦμα, μόνη δὲ οἱ ἐφλέγετο γλήν. οὐ γὰρ ἐντελέϲ, ἀποκεκομμένον δὲ ἐκ τοῦ γλήνη.
Ϲειρήν. οὐδὲν εἰϲ ην λῆγον ὑπὲρ μίαν ϲυλλαβὴν ὀξυνόμενον θηλυκόν, μόνον δὲ τὸ εἴρην. ὁπότε δὲ καὶ μελίϲϲηϲ εἶδοϲ ϲημαίνει, ἀρϲενικῶϲ ἁπλῶϲ λεγόμενον οὐ κεκοινώνηκε. διὸ καὶ οἱ ἁδένεϲ ἀρϲενικῶϲ λεγόμενοι παρ’ Ἱπποκράτει ἀναλόγωϲ λέγονται.
Γαϲτήρ. τὰ εἰϲ τηρ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν θηλυκὰ ὄντα βαρύνεϲθαι θέλει, μήτηρ, θυγάτηρ, εἰνάτηρ, Δημήτηρ, οὐδὲν δὲ θέλει ὀξύνεϲθαι. ϲημειώδηϲ ἡ γαϲτὴρ ὀξυνομένη. καὶ γὰρ ἄλλωϲ τὰ εἰϲ τηρ ὀξυνόμενα ἀρϲενικά, ὁπότε μὴ κατὰ μεταβολὴν γένουϲεἰη, ἀϲτήρ, πρηϲτήρ, καυϲτήρ, πληκτήρ, ἀλκτήρ. προϲέθηκα δὲ ὁπότε μὴ κατὰ μεταβολὴν γένουϲ διὰ τὸ
ῥαιϲτῆρα κρατερήν (Ϲ 477),ὕλην ϲτεγαϲτῆρα. τοιαῦτα γάρ ἐϲτιν ὁποῖον ἡ αἰθήρ, ἡ ἀήρ.
[*](1. 4 ἀντιθέϲει cod., corr. Bl. 1. 5 ἐπινευϲὶ cod., ἀπάνευθε Lob. Parall. 71 qui praeterea οὐκ pro οὖν; Cramerus proposuerat ἐπὶ θινί. 1. 6 οἰκίαν cod., corr. Dind. πολυβοώτηϲ cod., corr. Bl. 1. 8 cod. ἐν δὴ ἄνδρεϲ ναιετάουϲι πολύρρηνεϲ, πολυβοῶται. 1. 13 Ζῆν — ψήν in codice cum circumfexo scripta. sunt. 1. 15 cod. ἤτοι κνῆπεϲ et ϲίκαϲ, correxit Dind. 1. 16 ὅπερ cod., εἴπερ Bl. μηδὲ cod., μηδὲν Bl. 1. 20 cod. ἑμηϲιάνακτι, em. Dind. 1. 24 ποτὲ cod. ὁπότε Ls. ϲίαϲ cod., ϲημαίνει Bl. 1. 25 ἀδένεϲ cod., sed scripsi ἁδένεϲ, ad quem spiritum restituendum etiam Ls. propensus erat. 1. 34 Θληϲ τε γαϲτῆρα cod., emend. Lob. Parall.216 not. 1. 35 ἐϲτι cod., ἐϲτιν Ls. αἰτήρ cod..corr.Bl.)923
Ϲκηνή. τὰ εἰϲ νη λήγοντα διϲύλλαβα μονογενῆ τῷ η παραληγόμενα βαρύνεται, Ῥήνη, κρήνη, φήνη,
φήνῃ ἐειδομένη (γ 372), γλήνη, μήνη. ϲημειώδηϲ ἄρα ἡ ϲκηνή.
Δοθιήν. οὐδὲν εἰϲ ην λῆγον ὄνομα ὀξυνόμενον καθαρεύει κατὰ χρῆϲιν Ἑλλήνων, ἀλλ’ ἀεὶ πρὸ τοῦ η ϲύμφωνον ἔχει ἢ ϲύμφωνα· οἷον ϲωλήν, λειχήν, κηφήν, αὐχήν, Πειρήν καθ’ Ἡϲίοδον πατὴρ Ἰοῦϲ, Αἰζήν sΤαντάλου παῖϲ. ϲτελήν (?), ϲειρήν, βαλλήν, οὕτωϲ ὁ βαϲιλεύϲ, ἐϲϲήν ὁ οἰκιϲτήϲ,
Μυρμιδόνων ἐϲϲῆνα Καλλίμαχοϲ, πυθμήν, λιμήν, ἀτμήν, καμαϲήν ἰχθῦϲ τιϲ λέγεται, Ἀραφήν εἷϲ τῶν ἑκατὸν ηρώων, ἠλακάτην, καὶ τοῦτο ὄνομα ίχθύοϲ κητώδουϲ, ἀλλὰ καὶ τὸ κύριον. δῆλον ὅτι ϲημειώδηϲ ὁ δοθιὴν παρ’ Ἀττικοῖϲ λεγόμενοϲ καὶ μὴ ἔχων πρὸ τοῦ η ϲύμφωνον. Τηλεκλείδηϲ
ὅδ’ ἀπ’ Αίγίνηϲ νήϲου χωρεῖ δοθιῆνοϲ ἔχων τὸ πρόϲωπον, καὶ Ἕρμιπποϲ ἐν Θεοῖϲ
φήμηϲ ἱερᾶϲ ἐξοιγνυμένηϲ ὥϲπερ πέπονοϲ δοθιῆνοϲ. ιεἰ δέ τιϲ λέγοι, ὅτι καὶ τὸ ζαήν καθαρεύει, οὗ καὶ αἰτιατικὴ παρὰ τῷ ποιητῇ κατ’ ἔκθλιψιν τοῦ α,
ὤρε δ’ ἐπὶ ζαῆν’ ἄνεμον ιμ 313), πρῶτον μὲν εἴϲεται, ὡϲ οὐχ ὑγιῶϲ τὸ τοιοῦτο παραλήψεται, οὗ πίϲτιν ὀφείλει ἐξ ἄλλων πτώϲεων παραθέϲθαι. προείπομεν δέ, ὅττι κατὰ χρῆϲιν 20 τῶν Ἑλλήνων, οὐχὶ καθ’ ὑπόϲταϲιν λέγομεν ἅπαντα. ἀλλ’ οὐδὲ ὁμολογούμενον τὸ ζαῆνα. φυλακτέον δὲ ὡϲ πολλοὶ ἐν τῇ ϲυνηθείᾳ διὰ τοῦ ω λέγουϲι τὸ δοθιών, ϲυναποφερόμενοι τῷ Κνακιών καὶ Ἀϲιών καὶ ἀνθεϲτηριών καὶ τοῖϲ τοιούτοιϲ.
Πυρά. τὰ εἰϲ ρα λήγοντα θηλυκὰ μονογενῆ τῷ υ παραληγόμενακ ἢ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, ὡϲ τὸ ἄγκυρα, ὄλυρα, Κέρκυρα, γόργυρα, ἢ παροξύνεται, ὡϲ τὸ Ἐφύρα, πορφύρα, κολλύρα, Ζεφύρα, λύρα, θύρα, ἢ προπεριϲπᾶται, ὡϲ τὸ ϲφῦρα, οὐδ’ ὅτι οὖν ἐϲτιν ὀξυνόμενον. ϲημειῶδεϲ ἄρα τὸ πυρά. τὸ δὲ [*](1. 3 in Οdysseae loco nunc editum esse φήνῃ εἰδομένη monuit Dind., 1. 4 ϲμήνη cod., Ls. emendavit ob similem Theognosti locum p. 113, ubi μήνη ή ϲελήνη. 1. 5 δοθείην cod., item ll. 13,15,17, corr. Dind. 1. 7 πήρην — υίόϲ cod., corr. Lud. Dind. ad fragm. XCI Hesiodi. 1. 8 ϲτελήν ignotum est cf. Lob. Parall. 192. οὗτοϲ cod ., em. Dind. ἐϲπὴν, 1. 10 μυρμυδόνων cod ., em. Bl. 1. 11 ἰχθύϲ cod., em. Ls. 1. 15 ὅδ’ ἀπ’ αἰγιύνηϲ οὐ χωρεῖ cod , em. Dind. 1. 17 ὥϲπερ πέπονθε δοθειῆνοϲ cod., em. Lud. Dind. 1. 18 locum corruptissimum egegrie sanavit Lebrsius ad h. I. et in quaest. ep. 155 not. ζάῆν cod., Ls. scripsit ζαήν, οὗ inseruit. 1. 20 verba Βomerica in cod. sic scripta sunt ὦρϲε δ’ ἐπὶ ζάῆν ἄνεμον. 1. 21 ἕπεται cod., Ls.scr. εἴϲεται, ante πίϲτιν inseruit οὗ. 1. 22 ante κατὰ χρῆϲιν inseruit ὅτι. 1. 23 pro λεγόμενον πάντα scripsit λέγομεν ἅπαντα et tum, ne alterum argumentum, quod excidisse indicant verba πρῶτον μὲν, desideraretur, addidit ἀλλ’ οὐδὲ ὁμολογούμενον τὸ ζαῆνα. 1. 29 κόρκυρα cod., γόργυρα Lob. Proll. 274 not. 48.)
924
Γυρῇϲίν μιν πρῶτα Ποϲειδάων ἐπέλαϲϲε,πέτρῃϲι μεγάλῃϲι (δ 500) εἰ καὶ ἰδίωϲ λέγεται, ἀλλ’ ὅμωϲ ἔχει τάξιν ἐπιθετικήν. λέγεται δὲ καὶ περὶ τούτων μοι πάντων ἐν τοῖϲ περὶ καθολικῆϲ προϲῳδίαϲ.
Ἐρῳδιόϲ. τὰ διὰ τοῦ διοc ὀνόματα πάντα προπαροξύνονται, χωρὶϲ εἰ μὴ τριβρόχεα εἴη ἐπὶ κυρίων, ὥϲπερ ἔχει τὸ
Ϲχεδίον δ’ ἕλε Λήϊτοϲ ἥρωϲ, καὶ
Κάρηϲόϲ τε Ῥοδίοϲ τε (Μ 20). προπαροξύνονται οὖν ταῦτα ἀΐδιοϲ, μαψίδιοϲ, φωρίδιοϲ, ἐπιμαϲτίδιοϲ, ῥΐδιοϲ, θνητάδιοϲ, κρυπτάδιοϲ, παυρίδιοϲ, Μυϲάδιοϲ, διχθάδιοϲ, ὑρράδιοϲ, Μολπάδιοϲ, Ὑϲϲάδιοϲ, μινυνθάδιοϲ, καὶ ἄλλο μυρίον πλῆθοϲ. διὸ ϲημειωτέον ἐρῳδιόϲ ὀξυνόμενον, ὅπερ ἔχει πρὸϲ τὸ ω καὶ τὸ ι γραφόμενον. λέγεται δὲ ἐϲθ’ ὅτε καὶ τριϲυλλάβωϲ, ὥϲπερ καὶ τὸ παρ’ Ἱππώνακτι (fr. 63 Bergk)
ἐγὼ δὲ δεξιῷ παρ’ Ἀρήτηνκνεφαῖοϲ ἐλθῳν ῥωδιῷ κατηυλίϲθην. τὴν δὲ λύϲιν τούτων ἐν τῷ πέμπτῳ περὶ καθολικῆϲ προϲῳδίαϲ ἐποιηϲάμην.
Μηχανή. τὰ διὰ τοῦ ανη ἐκφερόμενα θηλυκὰ μονογενῆ ὑπὲρ δύο ϲυλλαβὰϲ πάντα βαρύνεται, πτιϲάνη, δρεπάνη, ϲαργάνη, βρυκάνη, τρυπάνη· ἀλλὰ μόνον τὸ μηχανή ϲημειοῦται ὀξυνόμενον. προϲέθηκα ὑπὲρ δύο ϲυλλαβὰϲ διὰ τὸ φανή παρ’ Ἡϲιόδῳ ἐν δευτέρῳ εἰρημένον·
ἳὓ πρόϲθε φανὴν ἔντοϲθεν ἔκευθον. τὸ γὰρ παρὰ Κορίννῃ βανά οὐ κοινὸν οὐδὲ εἰϲ νη λῆγον, ἀλλὰ ἴδιον θέμα Βοιωτῶν ταϲϲόμενον ἀντὶ τοῦ γυνή.
Εἷϲ. οὐδὲν ἀρϲενικὸν εἰϲ ειϲ λῆγον περιϲπᾶται, ἀλλὰ μόνον τὸ εἰϲ. ἀναλογώτερον ἄρα ἕνεκα τόνου τὸ ἕειϲ
ὀφθαλμὸϲ δὲ ἕειϲ μέϲϲῳ ἐνέκειτο μετώπῳ. [*](1. 1 πυρῇῇϲι μὶν cod. 1. 6 post εἴη om. Ls. 1. 7 ἑλελήϊϲτοϲ cod., Dindorf. monuit Herodianum confudisse Z 35 Φύλακον δ’ ἕλε Λήϊτοϲ ἥρωϲ et Ο 515 ἔνΘ’ Ἕκτωρ μὲν ἕλε Ϲχεδίον. l. 9 κάρηϲ ὅϲτ’ ἐρωδιόϲ τε cod., corr. Bl. l. 11 θνητάδιοϲ, quod hoc uno loco legitur, pro ἡθάδιοϲ obrepsisse suspicatur Lob. Proll.352, idem Parall. 77 Μυϲάδιοϲ pro μουϲάδιοϲ emendavit collato Steph. Bys. s. Μυϲία. cod μιχθάδιοϲ, διχθάδιοϲ Lob. Proll. 351, qui tuetur Μολπάδιοϲ ut proprium, Ὑϲϲάδιοϲ ut gentis nomen, quo dieti sint accolae Hyssi (Arrian. Peripl. Euxia. p.115 (p. 9]), nisi forte Ὀϲϲάδιοϲ ex Arrian. Alex. VI 15, 3 substituendum sit. De ὑρράδιοϲ praeter Lobeck. cf. Ahrens de dial. p. 157. l. 13 ἐρωδιόϲ hic ut supra 5 et infra 17 ῥωδιῷ cod. sine ι, quod subscvripsit Ls. l. 16 παρὰ ῥητὴρ cod., Schneidewin. παρ’ Ἀρήτην. l. 17 κναιφέωϲ cod., BI. κνεφαῖοϲ ex E.M. 380, 40. l. 21 βρυκάνη, cum quo Dind. in thes. contulit Hesychii βρυχάνᾳ ϲάλπιγγι καμπύλῃ, retinuit Ls. Lobeckio Proll. 176 not.4 aut ῥυκάνη aut βυκάνη scribentum censente. l. 23 ἐν δευτέρῳ intellegendum esse καταλόγῳ vel καταλόγων monuit Ls. e Lud. Dind.. XCII l. 24οἱ cod., οἳ Ls. l. 24 et 25 ἐκεύθοντο γὰρ παρὰ Κορίννην βάνδου κοινόν cod., correxit Bloch., praeterquam quod βάνα scripsit, cui Lud. Dindorfius concinente Lehrsio βανά substituendum censuit. l. 25 ἀλλ’ ἀΐδιον θέμεν cod., corr. Bl. l, 28 ἕειϲ cod., em. Ls. item in versu sequente. l. 29 ὀφθαλμὸϲ δὲ ἕειϲ ἐν μέϲῳ ἔκειτο μετώπῳ cod. qui videtur versus Hesiodi theog.143 ubi nunc editum μοῦνοϲ δ’ ὀφθαλμὸϲ μέϲϲῳ) 925
προϲέθηκα δὲ ἕνεκα τόνου, ἐπεὶ οὐχ ὑγιαίνει ἐν τῇ πρὸ τέλουϲ ϲυλλαβῇ. οὐδὲν γάρ ἐϲτιν ὅμοιον τῷ ἠχέειϲ καὶ βρωμέειϲ.
Τίϲ. οὐδὲν εἰϲ ιϲ λῆγον ϲυνεϲταλμένον μονοϲυλλαβεῖ, πάντα δὲ ἐκτείνεται, ὡϲ τὸ λίϲ, κίϲ, ῥίϲ, ἴϲ, ἔνθεν καὶ ἡ ἰνόϲ γενική. ϲημειῶδεϲ ἄρα τὸ τίϲ ϲυϲτέλλον τὸ ι. τὸ Ἴϲ ἐπὶ ποταμοῦ κείμενον παρ’ Ἡροδότω (Ι 179) ἐκτεινόμενον ἔχει τὸ ι. οὕτω καὶ Ϲκύμνοϲ ἐν τῷ ι’ τῆϲ Ἀϲίαϲ περίπλῳ παρέθετο « Ἔχεται Κελένδεριϲ πόλιϲ Ϲαμίων, καὶ ἱερὸν παρὰ τῇ πόλει Ἥρηϲ καὶ ἄλϲοϲ Ἴϲ ποταμὸϲ παρὰ θάλαϲϲαν ἔξειϲιν ». ἔϲτιν Ἴϲ τῆϲ Ἰταλίαϲ, ὡϲ Πάρθαξ ἐν τῷ β’ τῶν Ἰταλικῶν ἐπεὶ δὲ ἀφίκετο εἰϲ τὴν Ποϲειδωνίαν ὁ Ἡρακλῆϲ. ἔϲτι δὲ ποτομὸϲ Ἴϲ καλούμενοϲ μέγαϲ». εἰ δέ τινεϲ ϲυϲτέλλουϲι τὸ ι εἰϲ ἀποφυγὴν τούτου
οὐ γὰρ ἐμοὶ ἲϲἐϲθ’ οὕη πάροϲ ἔϲκεν (Λ 668) — πταίουϲι καὶ περὶ τὸν λόγον καὶ περὶ τὴν ἱϲτορίαν.