Περὶ ῥηματικῶν ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
τὰ εἰϲ ροϲ διϲύλλαβα παραληγόμενα τῷ ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῷ ε ἢ ει ἢ αι διφθόγγῳ ῥη- εἰ μή τιϲ διαϲτολὴ γένοιτο, ϲπόροϲ ὅτι ϲπείρω, πτόροϲ ὁ πταρμόϲ ὅτι πταίρω, φθόροϲ ὅτι φθείρω, μόροϲ ὅτι μείρω, κόροϲ ὅτι κείρω, φόροϲ ὅτι φέρω, φορόϲ δὲ ὁ ἄνεμοϲ ὀξυτόνωϲ, ὅροϲ, εἱρω γάρ. — τὸ μέντοι βορόϲ ὁ πολλὰ ἐϲθίων καὶ τὸ χορόϲ καὶ ϲορόϲ ὁ τάφοϲ καὶ τορόϲ ὀξύνεται. οὐ γὰρ γίνεται ἀπὸ τοιούτων ῥημάτων. ϲεϲημείωται τὸ δορόϲ ὁ δεδαρμένοϲ, εἰ καὶ ἐκ τοῦ δείρω γίνεται.
τὰ εἰϲ ροϲ ῥηματικὰ τῇ ει διφθόγγῳ θέλει παραλήγεϲθαι οἷον ἀῖϲϲω αἴγειροϲ, μάϲϲω μάγειροϲ, ὀνῶ ὄνειροϲ.
τὸ Ϲῶϲοϲ ἀπὸ τοῦ ϲώϲω βαρύνεται, ὡϲαύτωϲ καὶΒλῶϲὸϲ παρὰ τὸν βλώϲω μέλλοντα γεγονόϲ.
Ταρϲόϲ τινὲϲ παρὰ τὸ τερϲανθῆναι, οἱ δὲ παρὰ τὸ τερϲῆναι, ἄλλοι δὲ παρὰ τὸν ταρϲόν.
ὥϲπερ παρὰ τὸ ἐργάζομαι γίνεται ἐρκαὶ ἀποβολῇ τοῦ ϲ ἐργάτηϲ βαρυνόμενον καὶ ἀπὸ τοῦ δεϲποϲτήϲ δεϲπότηϲ, οἰϲτόϲ οἶτοϲ, οὕτω καὶ παρὰ τὸ ϲέϲειϲται ϲειϲτόϲ καὶ ἀποβολῇ τοῦ ϲ καὶ ε ϲῖτοϲ.
τὰ εἰϲ τοϲ ῥηματικὰ πρὸ τοῦ τ τὸ κ ἢ τὸ π ἔχοντx ὀξύνεται, πλεκτόϲ, ἑλκτόϲ, πνικτόϲ, θελκτόϲ, πεμπτόϲ, ἑκτόϲ ὁ ἐχόμενοϲ.
τὰ διὰ τοῦ ατοϲ ῥηματικὰ ἀπὸ τῶν εἰϲ μι ἢ ἀπὸ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων προπαροξύνεται, ἐρατόϲ, ἐλἅτόϲ, περατόϲ, θεατόϲ, φυρατόϲ, ἰατόϲ.
[*](1. 29 Pheogn. 74, 5.)τὰ εἰϲ τοϲ ἀπλᾶ ὑπὲρ δύο ϲυλλαβὰϲ ἔχοντα πρὸ τοῦ τ ψιλὸν κατ’ ἐπιπλοκὴν ἐπιθετικὰ ὄντα καὶ ῥηματικὰ ὀξύνεται, ἑλικτόϲ, ἀμελκτόϲ, χαρακτόϲ, ὀρεκτόϲ. — 83, 8: ὀξύνεται ἱμερτόϲ, ἐγερτόϲ, ὑφαντόϲ ῥηματικά.
τὰ εἰϲ ϲνῶϲ ἐπιθετικὰ ἁπλᾶ ῥηματικὰ ὑπὲρ δύο ϲυλ λαβὰϲ ὀξύνεται, ληιϲτόϲ, μεριϲτόϲ, ὀνομαϲτόϲ. τὰ δὲ ϲύνθετα προπαροξύνεται κτλ.
τὰ εἰϲ ϲα λήγοντα θηλυκὰ ὀνόματα τῇ ου διφθόγγῳ παραληγόμενα ὑπὲρ δύο ϲυλλαβὰϲ ὁρᾶται. ϲχηματίζεται δὲ κατὰ τὸ πλεῖϲτον ἢ μετατίθεται ἀπὸ μετοχῶν, αἴθουϲα αἶθουϲϲα, Φέρουϲα, Κρέουϲα, Μέδουϲα, Ἀλρέθουϲα. οὐδὲν δ’ ὅ τι οὖν ὤφθη διϲύλλαβον εἰϲ α λῆγον τῇ ου διφθόγγῳ παραληγόμενον ὁμοίωϲ ἐν χρήϲει τῇ τῶν παλαιῶν καὶ ἐν κοινῇ ϲυνηθείᾳ, εἰ μὴ μόνον τὸ μοῦϲα.
κνῖϲα γίνεται ἀπὸ μέλλοντοϲ τοῦ κνίζω κνίϲω. διὸ καὶ δι’ ἑνὸϲ γράφεται ϲ καὶ ἔκταϲιν ἔλαβε τοῦ ῑ.
Πῖϲα παρὰ τὸν πίϲω μέλλοντα, οὗ ἡ χρῆϲιϲ παρὰ Πινδάρῳ. Πίνδαροϲ δὲ κατὰ ϲυϲτολὴν τὴν πόλιν εἶπε Πίϲαν.