Περὶ ῥηματικῶν ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

τὸ κνύζα ἐπὶ τοῦ παρεφθαρμένου καὶ ἐρρυπωμένου ἀπὸ τοῦ κνύω, ἀφ’  οὗ κνύοϲ ἡ φθορά οἰον «κατὰ κνύοϲ ἔχευεν, ψίλωτο δὲ — κάρηνα» (Ηes. frg. XL II) γίνεται ὡϲ παρ’ Ἀνακρέοντι «κνύζη τιϲ ἤδη καὶ πέπειρα γενομένη ϲὴν διὰ μαργοϲύνην ».

τὰ διὰ τοῦ εια θηλυκὰ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ἑῦῦ, εἰ μὴ ᾖ ἀπὸ τῶν εἰϲ μων ὀξυιόνων ὡϲ ἡγεμών ἡγεμονεύω ἡγεμονία, διὰ τῆϲ ει διφθόγγου γράφεται καὶ παροξύνετοι, ἀλαζονεύω ἀλαζονεία κτλ.

τὰ διὰ τοῦ ια παρὰ μελλόντων γινόμενα παροξύνεται, ὀρέξω ἀνορεξία, πέψω ἀπεψία, προδώϲω προδοϲία.

τὰ ἀπὸ ἐνεϲτώτων παρηγμένα θηλυκὰ εἰϲ εια προπαροξύνεται, ἀπόλω ἀπώλεια,μήδω λήδεια, θέρω θέρεια, θάλλω Θάλεια, ἀνθὸῶ Ἄνθεια.

Ἡρακλέων ὁ Γλαύκου παρὰ τὸ ἄγω φηϲίν. ἔϲτι δὲ ὡϲ παρὰ τὸ ἅρπῶ ἅρπυια, ὀρέγω ὀρέγυια.

τὰ εἰϲ η καθαρὸν τῷ ο παραληγόμενα ὧν προκατάρχῃ ῥῆμα τῷ ε παραληγόμενον πάντα ὀξύνεται, ζέω ζοή, πνέω πνοή, χέω χοή.

τὰ εἰϲ ω καθαρὸν λήγοντα βαρύτονα ῥήματα τὴν [*](1. 40 cf. Arc. 103, 21 et 25.)

902
παραλήγουϲαν ἐν τοῖϲ ῥηματικοῖϲ ὀνόμαϲι βραχεῖαν ἔχει, κονίω κονία, φύω φυή, ἀκούω ἀκοή.

τὰ εἰϲ η λήγοντα θηλυκὰ μετὰ ϲυμφώνου διϲύλλαβα ὀξύνεται τῷ ο παραληγόμενα, εἰ γένοιτο ἀπὸ ῥημάτων τῷ ε παραληγομένων μόνῳ οἱον τρέπω τροπή, τρέφω τροφή, νέμω νομή, ϲτρέφω ϲτροφή, ῥοπή, ϲπονδή ὁλκή,πλοκή,φορβή. προϲέθηκα τῷ ε παραληγόμενα μόνῳ, ἵνα νῦν ἐκφύγω τὸ πόρπη. τοῦτο γὰρ ἀπὸ τοῦ πείρω.

τὰ εἰϲ βη ἰαμβικὰ ῥηματικὰ ὀξύνεται, λαβή, τριβή.

τὰ εἰϲ γη διϲύλλαβα προϲηγορικὰ ὄντα καὶ ῥηματικὰ ἔχοντα τὴν πρὸ τέλουϲ ϲυλλαβὴν εἰϲ ϲύμφωνον καταλήγουϲαν ὀξύνεται οἷον φθογγή, κλαγγή, ὀργή καὶ εἴ τι ὅμοιον.

τὰ εἰϲ γη ἰαμβικὰ ῥηματικὰ ὄντα ὀξύνεται, ταγή ἀπὸ τοῦ τάϲϲω, φυγή, ϲφαγή.

τὰ εἰϲ κη ἰαμβικά, εἰ μὲν τῷ ο παραλήγοιτο, ὀξύνεται ῥηματικὰ ὄντα, πλέκω πλοκή, δέκω δοκή ἡ ὑπόνοια, πέκω ποκή τὸ ἔριον.