Περὶ ῥηματικῶν ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ῥηματικῶν ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

πολλάκιϲ τὰ εἰϲ αιοϲ τρίτην ἀπὸ τέλουϲ ἔχει τὴν ὀξεῖαν, εἰ ῥῆμα αὐτῶν προκατάρχοι ὥϲπερ ἔχουϲι τὸ βέβαιοϲ (παρὰ γὰρ τὸ βέβηκα) ὡϲ τὸ Φίλαιοϲ, τὸ Νίκαιοϲ, τὸ Τίμαιοϲ. τοιοῦτον καὶ τὸ Πή δαιοϲ. οὐ γάρ, ὡϲ οἴεται ὁ Ἄβρων, παρὰ τὴν πῆδον (?) ἐοικὸϲ γὰρ μᾶλλον ἥρωϊ παρὰ τὸ πηδᾶν ἐϲχηατίϲθαι.

τὰ διὰ τοῦ ωλοϲ ὑπερδιϲύλλαβα ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται, φειδωλόϲ, Αἰτωλόϲ, ἁμαρτωλόϲ.

τὰ εἰϲ γμοϲ ῥηματικὰ μετὰ προθέιεωϲ πέφυκε ϲυντίθεϲθαι τῆϲ αὐτῆϲ τάϲεωϲ μενούϲηϲ, μετ’ ἄλλου δὲ οὐδενόϲ. καὶ τὸ ὑλαγμόϲ οὖν παρὰ τὸ ὑλάϲϲειν γεγονὸϲ οὐ ϲυντεθήϲεται μετ’ ἄλλου μέρουϲ λόγου. ϲύνδεϲμοϲ οὖν ἐϲτιν ὁ κέν.

Πρίαμοϲ ἐκ τοῦ πρίαμαι. ἐπράθη γὰρ καὶ ταύτηϲ τῆϲ ἐπωνυμίαϲ ἔτυχεν, ὡϲ ἱϲτορεῖ Λυκόφρων (v. 338) «κὠνητὸϲ αἰθαλωτόν».

ποταμόϲ παρὰ τὸ ποτάζω ποτάϲω ποταϲμόϲ καὶ ποταμόϲ. οὕτωϲ Ἡρωδιανόϲ.

900

ἐϲτι ῥῆμα ψελλῷ, παρ’ ὃ βέλεμοϲ ὡϲ ἔχω Ἔχεήλεμοϲ· πλεοναϲμῷ τοῦ ν βέλεμνοϲ καὶ βέλεμνον. Ἡρωδιανὸϲ περὶ παθῶν.

τὰ εἰϲ ινοϲ ὀνόματα εἰ ἀπὸ ῥήματοϲ παραχθῇ, ἢ ἀπὸ ἐνεϲτῶτοϲ ἢ ἀπὸ μέλλοντοϲ παράγεται, ἔχω Ἐχῖνοϲ, πράξω Πραξῖνοϲ.

Νάξοϲ νῆϲοϲ ἀπὸ τοῦ Νάξου. τινὲϲ δὲ παρὰ τὸ νάξαι, ἅ φαϲι θῦϲαί τινεϲ.

Ὄαξοϲ πόλιϲ Κρήτηϲ ἀπὸ Ὀόξου. τινὲϲ δὲ διὰ τὸ καταγῆναι τὸν τόπον καὶ κρημνώδη ὑπάρχειν. καλοῦϲι γὰρ τοὺϲ τοιούτουϲ τόπουϲ ἄξουϲ καθάπερ καὶ ἡμεῖϲ ἀγμούϲ.

Ἀϲκάλων. Ἄραξοϲ Ἀράξηϲ ὡϲ ἀπὸ τοῦ χαράξω Χάραξοϲ Χαράξηϲ.

ἶποϲ παρὰ τὸ ἴπτω καὶ ἰάπτω ὡϲ κόπτω κόποϲ. Ἡρωδιανόϲ.

τὰ εἰϲ πoc διϲόλλαβα μὴ ἐπιθετικὰ ἔχοντα τὸ ο ἐν τῇ παραληγούϲῃ, εἰ μὴ ὑποϲτρέφει εἰϲ ῥῆμα τῷ ε παραληγόμενον, βαρύνεται, τρόποϲ ὁ τρέπων, τροπόϲ ὁ τετραμμένοϲ.