Περὶ ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Choer. 244, 5: τὸ πλακοῦϲ πλακοῦντοϲ καὶ Ϲιμοῦϲ Ϲιμοῦντοϲ γέγονε τοῦτον τὸν τρόπον· ἔϲτι πλακόειϲ πλακόεντοϲ, καὶ Ϲιμόειϲ Ϲιμόεντοϲ, καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ ο εἰϲ τὴν ου δίφθογγον γίνεται πλακοῦϲ καὶ Ϲιμοῦϲ, τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ οὐ δύναται τρία φωνήεντα ἐν μιᾷ ϲυλλαβῇ παραλαμβάνεϲθαι· τὸ γὰρ ο οὐκ ἠδύνατο ἀποβληθῆναι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται l ἐπιφερόμενον, ἀλλὰ φωνῆεν· οἷον μυῖα, ἅρπυια, υἱόϲ. εἰ ἀπεβλήθη οὖν τὸ ο καὶ ἐφυλάχθη ἡ υι δίφθογγοϲ, εὑρίϲκετο μετὰ τὴν υι δίφθογγον ϲύμφωνον ἐπιφερόμενον τὸ ϲ, ὅπερ ἐϲτὶν ἀδύνατον. τὸ δὲ υ οὐκ ἀπεβλήθη, ἵνα μὴ γένηται ὑπόνοιά τιϲ ὅτι τὸ ο καὶ ε εἰϲ τὴν οι δίφθογγον κίρναται· τὸ γὰρ ο καὶ ε εἰϲ τὴν ου δίφθογγον κίρναται, οἷον, τὸ ἐμόν τοὐμόν, πρόεϲτι προὔϲτι, προέβη προὔβη. ἐξ ἀνάγκηϲ οὖν ἀπεβλήθη τὸ ι, καὶ ἔμεινεν ἡ ου δίφθογγοϲ.
Choer. 244, 21: ἄξιον δέ ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν, ὥϲπερ ἀπὸ τοῦ πλόοϲ γίνεται πλοῦϲ κατὰ κρᾶϲιν τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον, καὶ ἀπὸ τοῦ νόοϲ νοῦϲ, καὶ ἀπὸ τοῦ ῥόοϲ ῥοῦϲ, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ γόοϲ καὶ θοόϲ γίνεται κατὰ κρᾶϲιν τῶν δύο oo εἰϲ τὴν ου δίφθογγον γοῦϲ καὶ θοῦϲ. καὶ περὶ μὲν τοῦ γόοϲ ἔϲτιν εἰπεῖν, ὅτι ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, τῶν ἄλλων μὴ ἐχόντων, οἷον πλόοϲ πλέω πλέειϲ, ῥόοϲ ῥέω ῥέειϲ, νόοϲ νέω νέειϲ, θρόοϲ θροῶ θροεῖϲ (leg. θρέω θρέειϲ). ἐπειδὴ γοῦν τὸ γόοϲ ἔχει ῥῆμα παρακείμενον τῆϲ δευτέραϲ ϲυζυγίαϲ τῶν περιϲπωμένων, γοῶ γὰρ γοᾷϲ, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τοῦτο πρὸϲ τὰ διὰ τοῦ οοϲ, παρήλλαξε καὶ κατὰ τὸ μὴ κίρναϲθαι. περὶ δὲ τοῦ θοόϲ, ὅτι ἐπειδὴ τῶν διὰ τοῦ οοϲ διϲυλλάβων πάντων βαρυνομένων οἷον πλόοϲ, ῥόοϲ, θρόοϲ, γόοϲ, νόοϲ, τὸ θοόϲ μόνον ὀξύνεται, εἰκότωϲ ὡϲ παραλλάξαν κατὰ τὸν τόνον παρήλλαξε καὶ κατὰ τὴν κρᾶϲιν, καὶ οὐ κίρναται ὁμοίωϲ τοῖϲ ἄλλοιϲ ἄλλωϲ τε δὲ τὸ ὀφειλόμενον ἐν τῇ ἁπλότητι ἐν τῇ ϲυνθέϲει ἀναδέχεται· ἐν γὰρ τῇ ϲυνθέϲει κίρναται, ἐπειδὴ καὶ βαρύνεται, οἷον Πάνθοοϲ Πάνθουϲ.
Choer. 245, 13: ὅϲα ἔϲτιν εἰϲ πλουϲ λήγοντα, ἀπὸ ϲυναιρέϲεώϲ ἐϲτιν, οἷον διπλοῦϲ, τριπλοῦϲ, ἀπὸ γὰρ τοῦ διπλόοϲ καὶ τριπλόοϲ ἐγένετο, καὶ τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν, οἷον διπλόοϲ διδιπλόου, [*](l. 5 hie alicubi commemoratum fuit etiam Ἱεριχοῦϲ ἡ γενικὴ Ἱεριχοῦντοϲ λέγεται καὶ ἀρϲενικῶϲ καὶ θηλυκῶϲ· εὕρηται καὶ δοτικὴ Ἱεριχοῖ ἀπὸ τῆϲ Ἱεριχώ St. B. l. 35 cf. Lob. El. I 44; do syncope adverbiorum in κιϲ exeuntium in compositione ef. Ε. M. 767, 25, E. Gud. 231, 47.)
Choer. 246, 5: τὰ εἰϲ δουϲ λήγοντα, οἷον ἀδελφιδοῦϲ θυγατριδοῦϲ γέγονε κατὰ κρᾶϲιν. οὐδὲ δυνάμεθα λέγειν ὅτι τοὐναντίον ἀπὸ τοῦ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ γέγονε τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ κατὰ διάλυϲιν τῆϲ ου διφθόγγου εἰϲ τὸ ο καὶ ε, ἐπειδή, ὥϲ φηϲιν ὁ Ἡρωδιανόϲ, οὐδέποτε εὐθεῖα διαλέλυται· τὸ γὰρ εἷϲ ἕειϲ κατὰ πλεοναϲμὸν ἔχει τὸ ε, οὐ μὴν διελύθη. ἄρα οὖν οὐδὲ τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ δύναται διάλυϲιν ἀναδέξαϲθαι καὶ ποιῆϲαι τὸ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ. πρὸϲ δὲ τοὺϲ λέγονταϲ ὅτι εἰ ἐγένετο τὸ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ ἀπὸ τοῦ ἀδελφιδεόϲ καὶ θυγατριδεόϲ ὤφειλεν ὀξύνεϲθαι, λέγομεν ὅτι πρὸϲ τὸν χαρακτῆρα περιϲπᾶται. τὰ γὰρ εἰϲ ουϲ ὀνόματα ἀποϲτρέφεται τὴν ὀξεῖαν τάϲιν, καὶ ἢ βαρύνεται ἢ περιϲπᾶται. καὶ περιϲπᾶται μέν, ἡνίκα ᾖ ἁπλᾶ, οἷον βοῦϲ, νοῦϲ, χροῦϲ, χαλκοῦϲ, οὖϲ, διπλοῦϲ, τριπλοῦϲ, ἁπλοῦϲ, Ϲιμοῦϲ, πλακοῦϲ, χωρὶϲ τοῦ πούϲ καὶ ὀδούϲ· ταῦτα γὰρ ὀξύνεται· βαρύνεται δέ, ἡνίκα ᾖ ϲύνθετα, οἷον εὔχρουϲ, εὔπλουϲ, Ἀλκίνουϲ, Οἰδίπουϲ. ἐπειδὴ οὖν τὸ θυγατριδοῦϲ καὶ ἀδελφιδοῦϲ ἁπλᾶ ἐϲτιν, εὐλόγωϲ περιϲπᾶται.
Choer. 239, 33: ἄξιόν ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ουϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ὀνόματα οὐδέποτε ϲυντίθεται, οἷον χαλκοῦϲ, χρυϲοῦϲ, Ϲιμοῦϲ, γλαυκοῦϲ (leg. πλακοῦϲ), διατί τὸ ὀδούϲ ϲυντίθεται, ὡϲ ἐν τῷ τριόδουϲ κυνόδουϲ. ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ εἰϲ ουϲ [*](l. 22 cf. fr. 12.)
Choer. 62, 24: τὰ εἰϲ υϲ μονοϲύλλαβα περιϲπᾶται καὶ διὰ καθαροῦ τοῦ οϲ κλίνεται καὶ ϲυϲτέλλει τὸ υ ἐν τῇ γενικῇ καὶ ἐν ταῖϲ ἑξῆϲ πτώϲεϲιν οἷον μῦϲ μυόϲ, ϲῦϲ ϲυόϲ, δρῦϲ δρυόϲ.
Choer. 232, 22: πάντα τὰ εἰϲ υϲ περιϲπώμενα ὑπὲρ μίαν ϲυλλαβὴν ὄντα ὑποκοριϲτικά ἐϲτιν οἷον ὁ Καμμῦϲ τοῦ Καμμῦ, ὁ Κλαυϲῦϲ, ὁ Διονῦϲ, ὁ Λαρδῦϲ χωρὶϲ τῶν τριῶν τούτων φημὶ δὴ τοῦ ὀϲφῦϲ, ὀφρῦϲ, ἰχθῦϲ, καὶ τὸ ἰξῦϲ παραλόγωϲ περιϲπᾶται.