Περὶ ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 172, 8: τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα εἰϲ ηϲ γινόμενα, ἐὰν μὲν εὑρεθῇ κύρια, δύο ἔχει εὐθείαϲ, μίαν ἐντελῆ καὶ μίαν ϲυνῃρημένην, οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, Ϲοφοκλέηϲ Ϲοφοκλῆϲ, Νικοκλέηϲ Νικοκλῆϲ ἐὰν δὲ ᾖ ἐπίθετα, μίαν ἔχει εὐθεῖαν τὴν ἐντελῆ μόνην, ϲυνῃρημένην δὲ οὐκ ἔχει. οὐδέποτε γὰρ τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ. καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, τί δήποτε τὰ παρὰ τὸ κλέοϲ εἰϲ ηϲ, δηλονότι κύρια μὲν ὄντα, ϲυναιροῦνται κατὰ τὴν εὐθεῖαν, οἷον Ἡρακλέηϲ Ἡρακλῆϲ, Περικλέηϲ Περικλῆϲ, ἐπίθετα δὲ ὄντα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, οἷον ἀκλεήϲ δυϲκλεήϲ ἀγακλεήϲ· καὶ ἔϲτιν εἰπεῖν δύο ἀπολογίαϲ, μίαν μὲν ἀπὸ τόνου, ἑτέραν δὲ ἀπὸ κλίϲεωϲ. ἔϲτι δὲ ἡ ἀπὸ τόνου αὕτη οὐδέποτε κρᾶϲιϲ γίνεται ἐπ’ ὀνομάτων βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων, οἷον θοόϲ, ἐνδεήϲ, παμφαήϲ, ἀκραήϲ, ἀνηλεήϲ· ϲεϲημειωμένων τοῦ ζωόϲ ζώϲ καὶ Κιϲϲηΐϲ Κιϲϲῄϲ καὶ Βριϲηΐϲ Βριϲῄϲ καὶ Nηρηΐϲ Νηρῄϲ τὸ δὲ νηλήϲ ἐκ τοῦ νηλεήϲ κατὰ ϲυγκοπήν. τὸ δὲ ἀδελφιδεόϲ ἀδελφιδοῦϲ καὶ θυγατριδεόϲ θυγατριδοῦϲ κρᾶϲιν μὲν ἐδέξατο βαρείαϲ καὶ ὀξείαϲ, ἀλλ’ οὐκ εἰϲ [*](l. 10 cf. Cathol. p. 240, 17. l. 13 hic quoque permulta Byzantinam originem clamant, quae uncis notare longuni est. l. 27 omisi verba καὶ χωρὶϲ τοῦ πούϲ, καὶ τοῦτο γὰρ —κρᾶϲιν ἔπαθε βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνελθουϲῶν. Nam vix credendum est Herodianum sic, ut Choer. 239, 6 πορόϲ ποόϲ πούϲ, ortum hoc vocabulum putasse; Mon. 14, 35 accentum a norma reliquorum εἰϲ ουϲ monosyllaborum circumflexorum aberrantem similitudine participiorum excusat. Porro pro iis quae Choer. l. 30 de νηλήϲ proponit τὸ νηλήϲ οὐκ ἀπὸ τοῦ νηλεήϲ γέγονε κατὰ κρᾶϲιν κτλ. substitui sententiam, quae magis Herodianeam originem prae se fert in Ep. I 296; nam Herod. ap. Are. 196, νηλέα θυμὸν οὐκ ἔϲτι κατὰ κρᾶϲιν, ἀλλὰ κατὰ ἔνδειαν τοῦ ἑνὸϲ ε. l. 28, de ἀδελ- φιδοῦϲ etc. cf. Cathol. 243, 30.)

620
ὀξεῖαν ἀλλ’ εἰϲ περιϲπωμένην· τὸ γὰρ ἀδελφιδοῦϲ καὶ θυγατριδοῦϲ περιϲπᾶται. πρόϲκειται «ἐπ’ ὀνομάτων» διὰ τὸ ἑϲταώϲ ἑϲτώϲ, βεβαώϲ βεβώϲ. τούτων οὕτωϲ ἐχόντων, τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐὰν ἐπιδέξωνται κρᾶϲιν, μέλλει ἡ βαρεῖα καὶ ἡ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχεϲθαι, κράϲεωϲ οὔϲηϲ, ὅπερ ἐϲτὶν ἄτοπον. πάντα γὰρ τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα ὀξύνεται, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ. ἡ δὲ βαρεῖα καὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχονται, οἷον ζωόϲ ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Κιϲϲηΐϲ Κιϲϲῄϲ, Βριϲηΐϲ Βριϲῄϲ. τούτου οὖν χάριν τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἐπίθετα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, ἵνα, ὡϲ εἴρηται, μὴ εὑρεθῇ κρᾶϲιϲ γινομένη ἐπ’ ὀνομάτων βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν ϲυνερχομένων. τὰ γὰρ παρὰ τὸ κλέοϲ ϲύνθετα κύρια διὰ τοῦτο ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν, ἐπειδὴ ἐν τῇ ἐντελείᾳ βαρύνεται, οἷον Ἡρακλέηϲ Ϲοφοκλέηϲ Περικλέηϲ, καὶ ϲυναιρούμενα περιϲπᾶται, οἷον Ἡρακλῆϲ Ϲοφοκλῆϲ Περικλῆϲ. ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰϲ περιϲπωμένην ϲυνέρχονται, οἷον πάῒϲ παῖϲ, Πηλε Πηλεῖ, εὐϲεβέὰ εὐϲεβῆ. καὶ λοιπὸν οὐκέτι εὑρίϲκεται κρᾶϲιϲ γενομένη ἐπ’ ὀνομάτων βαρείαϲ καὶ ὀξείαϲ εἰϲ ὀξεῖαν, ἀλλὰ τοὐναντίον ὀξείαϲ καὶ βαρείαϲ εἰϲ περιϲπωμένην. αὕτη μὲν οὖν ἐϲτι ἡ ἀπὸ τόνου ἀπολογία ἡ δὲ ἀπὸ κλίϲεώϲ ἐϲτιν αὕτη· τὰ ἐπίθετα παρὰ τὸ κλέοϲ ϲύνθετα, εἰ ϲυνῃρεῖτο κατὰ τὴν εὐθεῖαν, ἤμελλεν ὀξύνεϲθαι, ἐπειδὴ καὶ ἐν τῇ ἐντελείᾳ ὀξύνεται, οἷον ἀκλεήϲ, δυϲκλεήϲ, ἀγακλεήϲ· ἡ δὲ βαρεῖα κοὶ ὀξεῖα εἰϲ ὀξεῖαν ϲυνέρχονται, οἷον ζωόϲ ζώϲ, ἑϲταώϲ ἑϲτώϲ, Βριϲηΐϲ Βριϲῄϲ· ὀξυνόμενα δὲ ἤμελλενἐμπίπτειν εἰϲ χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τοϲ κλίϲιν. τὰ εἰϲ ηϲ ὀξυνόμενα ἔχοντα πρὸ τοῦ η ἀμετάβολον καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον ϲύμφωνον, μὴ κατὰ ϲυγκοπὴν ὄντα, διὰ τοῦ τοϲ κλίνεται, οἷον ἀβλήϲ ἀβλῆτοϲ, προκλήϲ προκλῆτοϲ, ἡμιθνήϲ ἡμιθνῆτοϲ, ἡμιτρήϲ ἡμιτρῆτοϲ, ἀμφιτρήϲ ἀμφιτρῆτοϲ. πρόϲκειται «μὴ κατὰ ϲυγκοπὴν ὄντα» διὰ τὸ μελαχρήϲ μελαχροῦϲ, τοῦτο γὰρ εἰϲ ουϲ ἔχει τὴν γενικήν, ἀλλ’ ἀπὸ τοῦ μελαχροήϲ γέγονε κατὰ ϲυγκοπήν. τούτῳ οὖν τῷ λόγῳ «εἰ ϲυνῃρεῖτο κατὰ τὴν εὐθεῖαν » τὰ ἐπίθετα τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα ἤμελλεν διὰ τοῦ τοϲ κλίνεϲθαι, οἷον ἀκλήϲ ἀκλῆτοϲ, δυϲκλήϲ δυϲκλῆτοϲ, ἀγακλήϲ ἀγακλῆτοϲ, ὡϲ ὀξύτονα ὄντα καὶ ἔχοντα ἀμετάβολον πρὸ τοῦ η καὶ πρὸ τοῦ ἀμεταβόλου ἕτερον ϲύμφωνον · ἀλλὰ μὴν διὰ τοῦ τοϲ οὐκ ἠδύνατο κλίνεϲθαι, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ ϲυνῃρημένα τὴν τῶν ἐντελῶν φυλάττει κλίϲιν, οἷον Ἑρμέαϲ Ἑρμέου, Ἑρμῆϲ Ἑρμοῦ, πλόοϲ πλόου, πλοῦϲ πλοῦ, τιμήειϲ τιμήεντοϲ, τιμῆϲ τιμῆντοϲ, δαφνήειϲ δαφνήεντοϲ, δαφνῆϲ δαφνῆντοϲ. εἰ οὖν τὸ ἀκλεήϲ καὶ δυϲκλεήϲ εἰϲ ουϲ ἔχει τὴν γενικήν, οἷον ἀκλεοῦϲ δυϲκλεοῦϲ ἀγακλεοῦϲ, ἀναγκάζεται καὶ ἐν τῇ ϲυναιρέϲει τὴν αὐτὴν κλίϲιν φυλάξαι. τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸϲ ἀπαιτοῦντοϲ τὴν διὰ τοῦ τοϲ κλίϲιν, τοῦ δὲ ἑτέρου τὴν εἰϲ ουϲ, μένει τὰ ἐπίθετα ἀϲυναίρετα κατὰ τὴν εὐθεῖαν. τούτου οὖν χάριν τὰ παρὰ τὸ κλέοϲ ϲύνθετα οὐ ϲυναιρεῖται κατὰ τὴν εὐθεῖαν. τὰ δὲ κύρια οὑκ
621
ἐμπίπτουϲιν εἰϲ χαρακτῆρα ἀπαιτοῦντα τὴν διὰ τοῦ τοϲ κλίϲιν· ὁ γὰρ κανῶν περὶ ὀξυτόνων ἐϲτὶν ὡϲ εἴρηται.

Choer. 243, 24: τὸ τιμῆϲ τιμῆντοϲ γέγονε τοῦτον τὸν τρόπον· ἐϲτι τιμήειϲ, καὶ κατὰ κρᾶϲιν τοῦ η καὶ ε εἰϲ η γέγονε τιμῆϲ, τοῦ ι ἀποβληθέντοϲ. τὸ δὲ ι ἀπεβλήθη, ἐπειδὴ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὰ εἰϲ ϲ λήγοντα ἀρϲενικὰ οὐ θέλει ἔχειν ἐν τῇ τελευταίᾳ ϲυλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον Λάχηϲ, Χρύϲηϲ, ἱδρώϲ, κοχλίαϲ· οὕτωϲ οὖν καὶ τὸ τιμῆϲ χωρὶϲ τοῦ ι. πρόϲκειται «κεἰϲ ϲ λήγοντα» διὰ τὸ Θρᾷξ, τοῦτο γὰρ ἔχει τὸ ι ἀνεκφώνητον· ἀλλ’ οὐ λήγει εἰϲ ϲ ἀλλ’ εἰϲ ξ. πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ Κιϲϲηΐϲ Κιϲϲῇϲ, Νηρηΐϲ Νηρῄϲ, Βριϲηΐϲ Βριϲῄϲ, δαΐϲ δᾴϲ ἡ λαμπάϲ· ταῦτα γὰρ εἰϲ τὸ ϲ λήγει καὶ ἔχει τὸ ι ἀνεκφώνητον, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικά, ἀλλὰ θηλυκά.

Choer. 181,15, 182,11: τὰ εἰϲ ιϲ μονοϲύλλαβα φύϲει εἰϲ ϲ λήγοντα μακρὸν ἔχει τὸ ι καὶ προϲθέϲει τοῦ οϲ κλίνεται οἷον κίϲ κιόϲ, λίϲ λιόϲ. μόνον τὸ τίϲ τινόϲ διὰ τοῦ ν κλίνεται καὶ οὐ διὰ καθαροῦ τοῦ οϲ. καὶ ἔϲτιν εἰπεῖν ὅτι ἐπειδὴ τοῦτο ϲυϲτέλλει τὸ ι τῶν εἰϲ ιϲ μονοϲυλλάβων ἐκτεινόντων αὐτό, εἰκότωϲ ὡϲ διαλλάξαν περὶ τὸν χρόνον διήλλαξε καὶ περὶ τὴν κλίϲιν.

Choer.183, 10: ἄξιον δέ ἐϲτι ζητῆϲαι διατί τὸ τίϲ ϲυϲτέλλει τὸ ι καὶ ὁ μὲν Ἀπολλώνιόϲ φηϲιν, ἀϲτείωϲ ἀπολογούμενοϲ, ὅτι διὰ τοῦτο τὸ τίϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ ἡ ϲύντομοϲ τῆϲ πεύϲεωϲ ἀνάκριϲιϲ τὸν μακρὸν χρόνον τοῦ ι παρῃτήϲατο· ὁ γὰρ πυνθανόμενοϲ ἐν ϲυντόμῳ θέλει μαθεῖν καὶ οὐ διὰ μακροῦ χρόνου. ἔϲτι δὲ εἰπεῖν καὶ καταναγκαϲτικὴν ἀπολογίαν τοιαύτην περὶ τοῦ τίϲ, ὅτι ϲυϲτέλλει τὸ ι· ἰϲτέον ὅτι τὸ τίϲ ἀναγκάζεται ἔχειν τριγένειαν, ἐπειδὴ πευϲτικόν ἐϲτι τὰ δὲ πευϲτικὰ ἐν τριγενείᾳ παραλαμβάνεταὶ, οἷον ποῖοϲ ποία ποῖον, πόϲοϲ πόϲη πόϲον, πηλίκοϲ πηλίκη πηλίκον, πόϲτοϲ πόϲτη πόϲτον, ποδαπόϲ ποδαπή ποδαπόν· οὕτωϲ οὖν καὶ ὁ τίϲ, ἡ τίϲ, τὸ τί. τριγένειαν δὲ ἔχον εὐλόγωϲ ϲυϲτέλλει τὸ ι, ἐπειδὴ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ ἄχαριϲ τὸ ἄχαρι, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ, ὁ μέγαϲ τὸ μέγα· οὕτωϲ οὖν καὶ ὁ τίϲ καὶ τὸ τί διὰ ϲυνεϲταλμένου τοῦ ι. ὅθεν τὰ εἰϲ ιϲ τὰ ἔχοντα ἐκτεταμένον τὸ ι οὐ ποιεῖ τριγένειαν, οἷον ὁ τανυκρήπιϲ, ὁ μελαμψήφιϲ.

Ἰϲτέον δὲ ὅτι πολλαὶ ἀπορίαι φέρονται περὶ τοῦ τίϲ· ἔχουϲι δὲ οὕτωϲ. εἰ ἄρα τὰ εἰϲ ιϲ τὰ διὰ τοῦ νοϲ κλινόμενα ἅπαντα δικατάληκτά ἐϲτιν, οἷον ἀκτίϲ ἀκτῖνοϲ ἀκτίν, δελφίϲ δελφῖνοϲ δελφίν, Ϲαλαμίϲ Ϲαλαμῖνοϲ Ϲαλαμίν, Ἐλευϲίϲ Ἐλευϲῖνοϲ Ἐλευϲίν, Τελχίϲ Τελχῖνοϲ [*](l. 3 cf. Ιl. Pr. l 605, Μ 201, Io. Al. 8, 30, Arc. 25, 17. l. 20 haec in brevius contracta in Ep. in Psalm. 64, 30 —65, 20. Pertinere videntur ad Herodiani quid τίϲ sit quaestionem : cf. Mon. 19.)

622
Τελχίν (Tελχῖνεϲ δέ εἰϲιν δαίμονεϲ οἰκήϲαντεϲ τὴν Ῥόδον), ῥίϲ ῥινόϲ ῥίν, θίϲ θινόϲ θίν, διατί τὸ τίϲ κλινόμενον διὰ τοῦ νοϲ, οἷον τινόϲ, οὐκ ἔϲτι δικατάληκτον ; ἔϲτιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι πάντα τὰ εἰϲ ιϲ δικατάληκτα μακρὸν ἔχει τὸ ι, οἷον δελφίϲ, Ϲαλαμίϲ, Ἐλευϲίϲ. ἐπειδὴ οὖν τὸ τίϲ οὐκ ἔχει μακρὸν τὸ ι ἀλλὰ βραχύ, εἰκότωϲ οὐκ ἔϲτι δικατάληκτον. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν ἁπάντων ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, μόνον τὸ τίϲ ἀπὸ τοῦ τ ἄρχεται; καὶ ἔϲτιν εἰπεῖν ταύτην τὴν αἰτίαν ὅτι τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, οἷον τίϲ ἐϲτι Ϲωκράτηϲ, Πλάτων, τὰ δὲ ἄλλα πευϲτικὰ τῶν περὶ τὴν οὐϲίαν ἐϲτὶ ζητητικά, οἷον τὸ ποῖοϲ ποιότητοϲ, τὸ πόϲοϲ ποϲότητοϲ, τὸ πηλίκοϲ πηλικότητοϲ, τὸ ποδαπόϲ ἔθνουϲ, τὸ πόϲτοϲ τάξεωϲ. ἐπειδὴ οὖν τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, τῶν ἄλλων ζητητικῶν ὄντων τῶν περὶ τὴν οὐϲίαν, εἰκότωϲ, ὡϲ διαλλάξαν περὶ τὸ ϲημαινόμενον πρὸϲ τὰ ἄλλα πευϲτικά, διήλλαξε καὶ περὶ τὴν ἀρχήν, καὶ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων ἀπὸ τοῦ π ἀρχομένων. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν πάντων εἰϲ οϲ ληγόντων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ μόνον οὐ λήγει εἰϲ οϲ, ἀλλ’ εἰϲ ιϲ; καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην πάντα τὰ πευϲτικὰ ἀπὸ τοῦ π ἄρχεται, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ οὐκ ἄρχεται ἀπὸ τοῦ π ἐπειδὴ διήλλαξε κατὰ τὴν ἄρχουϲαν, εἰκότωϲ διήλλαξε καὶ κατὰ τὴν λήγουϲαν, καὶ οὐ λήγει εἰϲ οϲ ἀλλ’ εἰϲ ιϲ, τῶν ἄλλων πευϲτικῶν εἰϲ οϲ ληγόντων. ἄλλωϲ τε δὲ καὶ τὸ ὀφειλόμενον αὐτῷ, λέγω δὴ τὸ οϲ, οἱ Αἰολεῖϲ ἀναπληροῦϲι, τίοϲ λέγοντεϲ, ὡϲ παρὰ Ϲαπφοῖ·
  • τίοιϲιν ὀφθαλμοῖϲιν
  • ἀντὶ τοῦ τίϲι. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε τῶν πευϲτικῶν ὑπερβαινόντων τὴν μονοϲυλλαβίαν, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ τίϲ μονοϲυλλαβεῖ; καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ὅτι τὸ κεχρεωϲτημένον αὐτῷ οἱ Αἰολεῖϲ ἀνεπλήρωϲαν, τίοϲ λέγοντεϲ, ὡϲ παρὰ Ϲαπφοῖ·
  • τίοιϲιν ὀφθαλμοῖϲιν.
  • ἄλλωϲ τε δὲ τὸ τίϲ οὐκ ἄρχεται ἀπὸ τοῦ π, τῶν ἄλλων πευϲτικῶν ἀπὸ τοῦ π ἀρχομένων, οἷον ποῖοϲ, πόϲοϲ, πηλίκοϲ, ποδαπόϲ, ἐπειδὴ διήλλαξε κατὰ τὴν ἄρχουϲαν πρὸϲ τὰ ἄλλα πευϲτικά, διήλλαξε καὶ κατὰ τὴν ποϲότητα τῶν ϲυλλαβῶν, καὶ τῶν ἄλλων ὑπερβαινόντων τὴν μονοϲυλλαβίαν, τοῦτο μονοϲυλλαβεῖ. πάλιν ἀποροῦϲί τινεϲ λέγοντεϲ, τί δήποτε πάντων τῶν πευϲτικῶν μὴ ὄντων ζητητικῶν αὐτῆϲ τῆϲ οὐϲίαϲ, ἀλλὰ τῶν περὶ τὴν οὐϲίαν, οἷον τὸ ποῖοϲ, ποιότητοϲ, τὸ πόϲοϲ, ποϲότητοϲ, τὸ πηλίκοϲ πηλικότητοϲ, τὸ πόϲτοϲ τάξεωϲ, τὸ ποδαπόϲ ἔθνουϲ, τὸ τίϲ αὐτῆϲ τῆϲ οὐϲίαϲ ἐϲτὶ ζητητικόν, ἐρωτώμενοι γὰρ τίϲ ἐϲτι, λέγομεν Ϲωκράτηϲ, Πλάτων καὶ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ πευϲτικὰ πάντα ὑπερβαίνει τὴν μονοϲυλλαβίαν, οἷον ποῖοϲ, πόϲοϲ,
    623
    πηλίκοϲ, πόϲτοϲ, ποδαπόϲ, τὸ δὲ τίϲ μονοϲυλλαβεῖ, ἐπειδὴ διήλλαξε πρὸϲ τὰ ἄλλα περὶ τὴν ποϲότητα τῶν ϲυλλαβῶν, εἰκότωϲ διήλλαξε καὶ περὶ τὸ ϲημαινόμενον.