Περὶ ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 259, 16: ἐπὶ τῶν εἰϲ οϲ καθαρῶν, τῶν διὰ τοῦ α μακροῦ ἐχόντων τὴν παραλήγουϲαν μακράν, ὑπερβιβαϲμὸν ποιοῦνται τοῦ χρόνου οἱ Ἀθηναῖοι, καὶ τὴν μὲν τελευταίαν ἐκτείνουϲιν εἰϲ τὸ ω, τὴν δὲ παραλήγουϲαν ϲυϲτέλλουϲιν εἰϲ τὸ ε, οἷον Μενέλαοϲ Μενέλεωϲ, Ἰόλαοϲ Ἰόλεωϲ, λαόϲ λεώϲ, ναόϲ νεώϲ. ἰδοὺ ταῦτα ἔχοντα τὴν μὲν παραλήγουϲαν μακράν, τὴν δὲ τελευταίαν βραχεῖαν ἐκ τοῦ ἐναντίου ἐποίηϲαν τὴν μὲν τελευταίαν φύϲει μακράν, τὴν δὲ παραλήγουϲαν ϲυνέϲτειλαν, ὅθεν τὸ Οἰνόμαοϲ, ἐπειδὴ οὐκ ἔχει μακρὰν τὴν παραλήγουϲαν, οὐκ ἐγένετο παρὰ τοῖϲ Ἀττικοῖϲ διὰ τοῦ ε καὶ ω οἷον Οἰνόμεωϲ, ἐπειδὴ τὸ α ϲυνεϲταλμένον ἔχον οὐκ ἠδύνατο ὑπερβιβαϲμὸν χρόνου ποιήϲαϲθαι. εἰ δέ τιϲ εἴποι καὶ πῶϲ τὸ ἵλαοϲ ϲυνεϲταλμένον ἔχον τὸ α, οἷον ὡϲ παρὰ Παρθενίῳ

  • ἵλαοϲ, ὦ ὑμέναιε,
  • γίνεται παρὰ τοῖϲ Ἀθηναίοιϲ διὰ τοῦ ε καὶ ω οἶον ἵλεωϲ, λέγομεν ὅτι τὸ ἵλαοϲ μᾶλλον ἐκτείνει τὸ α (ϲπάνιον γὰρ τὸ ἐν ϲυϲτολῇ ἐϲτιν εὑριϲκόμενον), καὶ τούτου χάριν ἐγένετο παρὰ τοῖϲ Ἀθηναίοιϲ ἵλεωϲ. ὅτι γὰρ ἐκτείνει τὸ α, ἐδήλωϲε Παρθένιοϲ ἐν τῷ Βίαντι εἰπών
  • ἵλαοϲ ταύτην δέχνυϲο πυρκαϊήν.
  • ἔϲτι δὲ ἐλεγεῖον. καὶ ἐν τῷ Εὐφορίωνοϲ Δημοϲθένει ὁμοίωϲ ἐκτεταμένον εὑρίϲκεται, οἷον
  • δαίμονοϲ ἱλάοιο.
  • πρόϲκειται «ἐπὶ τῶν εἰϲ οϲ καθαρόν», ἐπειδή εἰϲί τινα μὴ καθαριεύοντα καὶ γινόμενα διὰ τοῦ ω παρὰ τοῖϲ Ἀθηναίοιϲ, οἷον ὁ κάλοϲ ὁ κάλωϲ (ϲημαίνει δὲ τὸν ϲχοῖνον), ὁ Τάλοϲ ὁ Τάλωϲ (ἔϲτι δὲ ὄνομα κύριον), ὁ ὄρφοϲ ὁ ὀρφῶϲ (ϲημαίνει τὸν ἰχθῦν), τοῦτο δὲ περιϲπᾶται παρὰ τοῖϲ Ἀθηναίοιϲ, τοῦ παρ’ ἡμῖν, ἤγουν τοῦ κοινοῦ, βαρυνομένου. [*](l. 9 ef. fr. 1)
    626
    ἰδοὺ ταῦτα διὰ τοῦ ω γινόμενα Ἀττικῶϲ οὐκ ἐτρέψατο παραλῆγον φωνῆεν εἰϲ τὸ ἀλλ’ οὐ καθαριεύει.

    Choer. 261, 20: δεῖ δὲ γινώϲκειν ὅτι τὰ πολλὰ εὑρίϲκεται παρὰ τοῖϲ Ἀθηναίοιϲ εἰϲ ωϲ μὴ ἔχοντα προüποκείμενον κοινόν, οἷον κορώνεωϲ, φιβάλεωϲ, δαμερίππεωϲ, χελιδώνεωϲ, ἱέρεωϲ. προπαροξύνεται δὲ ὅλα ταῦτα καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν ὁμοίωϲ τοῖϲ ἄλλοιϲ Ἀττικοῖϲ.

    Choer. 270, 11: τὰ εἰϲ ν λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ οὐ θέλει ἔχειν πρὸ τοῦ ν οὕτε δίφθογγον οὔτε βραχὺ φωνῆεν, ἀλλ’ ἢ ἓν ἐκ τῶν τριῶν διχρόνων, ὅπερ δὲ (leg. δὴ) καὶ ἐκτείνεται, ἢ ἓν ἐκ τῶν μακρῶν φωνηέντων, ὡϲ εἶναι πέντε φωνήεντα τὰ εὑριϲκόμενα πρὸ τοῦ ν κατὰ τὴν εὐθεῖαν, α, ι, υ, η, ω, οἷον Ἀλκμάν, παιάν, δελφίν, Ϲαλαμίν, μόϲυν, Φόρκυν, ϲωλήν, ποιμήν, Πλάτων, τρήρων.

    Choer. 270, 23: τὰ εἰϲ ν λήγοντα ἀρϲενικὰ ἢ θηλυκὰ ἢ ὀξύνεται ἢ βαρύνεται, οἷον δελφίν, Ϲαλαμίν, ποιμήν, Τροιζήν, ἄρϲην, Ἕλλην· οὐδέποτε δὲ περιϲπᾶται, χωρὶϲ εἰ μὴ ᾖ εἰϲ ων, ἐν γὰρ τῇ εἰϲ ων καταλήξει ἔϲτιν ὅτε ἐπιδέχεται καὶ τὴν περιϲπωμένην τάϲιν, οἷον Ξενοφῶν, Ποϲειδῶν. πρόϲκειται ἀρϲενικὰ ἢ θηλυκά» διὰ τὰ οὐδέτερα, διὰ τὸ χαλκοῦν, χρυϲοῦν, ὀϲτοῦν, περιϲπώμενα.

    Dichr. 283, 9 ( Choer. 271): πᾶν εἰϲ αν λῆγον ἀρϲενικὸν ἐπ’ εὐθείαϲ ἐκτείνεϲθαι θέλει, Παιάν, Τιτάν, Ἀλκμάν καὶ ὅϲα τοιαῦτα.

    Choer. 278, 18 (coll.69, 31): τὰ εἰϲ ιν μακρὸν ἔχει τὸ ι καὶ εἰ μέν ἐϲτιν ἁπλᾶ ὀξύνεται εἴτε ἀρϲενικά ἐϲτιν εἴτε θηλυκά οἷον Ϲαλαμίν Ἐλευϲίν ἀκτίν δελφίν Τελχίν (Τελχῖνεϲ δέ εἰϲι φθονεροὶ δαίμονεϲ οἱ οἰκήϲαντεϲ τὴν Ῥόδον), ῥίν, θίν, ἴν (ὃ ϲημαίνει τὴν δύναμιν)· ἡ ἴκτινα αἰτιατικὴ προπαροξυνομένη, οἷον ὡϲ παρὰ Ἀριϲτοφάνει (fr. 525)

  • ἴκτινα παντόφθαλμον ἅρπαγαϲ τρέφων,
  • οὐκ ἔϲτιν ὡϲ ἀπὸ τῆϲ ἴκτιν εὐθείαϲ, οὐδαμοῦ γὰρ ἡ εὐθεῖα αὕτη εὕ- ρηται ἐν χρήϲει, ἀλλ’ ἔϲτιν ἴκτινοϲ ἡ εὐθεῖα, ὡϲ παρὰ Ϲοφοκλεῖ (fr. 890)
  • ἴκτινοϲ ὡϲ ἔκλαγξεν παραϲύραϲ κρέαϲ,
  • τούτου ἡ γενικὴ ἰκτίνου, ὡϲ παρὰ Ϲιμωνίδῃ·
  • ϲπλάγχν’ ἀμπέχοντεϲ αὐτίκ’ ἰκτίνου δίκην,
  • εἶτα ἡ δοτικὴ ἰκτίνῳ, καὶ ἡ αἰτιατικὴ ἴκτινον, ὡϲ παρὰ Μενάνδρῳ·
  • ἀλλὰ προϲέδωκαϲ τάλαντον εἶναι παρ’ ἡμῖν τὸν ἴκτινον.
  • εἶτα αὕτη ἡ αἰτιατική, κατὰ μεταπλαϲμὸν γέγονεν ἴκτινα, ὡϲ παρὰ Ἀριϲτοφάνει·
  • ἴκτινα παντόφθαλμον ἅρπαγαϲ τρέφων,
  • ὥϲπερ ἁλίτροχον ἁλίτροχα παρ’ Ἰβύκῳ, καὶ διθύραμβον διθύραμβα [*](. 36 Menandri fragmentum corruptum est, cf. Mein. p. 1035 ed. min.)
    627
    παρὰ Πινδάρῳ εἰ δέ ἐϲτι ϲύνθετα εἰϲ ιν βαρύνεται οἷον δελφάκτιν, τριγλώχιν. πάντα δὲ προϲθέϲει τοῦ οϲ ποιεῖ τὴν γενικήν, καὶ πάντα φυλάττει τὸ ι μακρόν, οἷον δελφῖνοϲ, ἀκτῖνοϲ, Ϲαλαμῖνοϲ, Ἐλευϲῖνοϲ, ῥινόϲ, θινόϲ. δικατάληκτα δὲ καλεῖται, ὅτι παρὰ μὲν τοῖϲ ἀρχαίοιϲ εἰϲ ϲ λήγει οἷον δελφίϲ, Τελχίϲ, Ϲαλαμίϲ· παρὰ δὲ νεωτέροιϲ εἰϲ ν οἷον δελφίν, Τελχίν, Ϲαλαμίν. πλατυτέρα δέ ἐϲτιν ἡ εἰϲ ϲ λήγουϲα κατάληξιϲ, ϲπανιωτέρα δὲ ἡ εἰϲ ν ϲπανίωϲ γὰρ εὕρηται ἐν χρήϲει ἡ εἰϲ ν κατάληξιϲ, ὡϲ παρὰ Ϲιμωνίδῃ·
  • τριγλώχιν ὀϊϲτόϲ,
  • καὶ παρὰ Καλλιμάχῳ
  • τριγλώχιν ὀλοῷ νῆϲοϲ ἐπ’ Ἐγκελάδῳ.
  • καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, ποῖά ἐϲτιν ἀναλογώτερα τὰ εἰϲ ν λήγοντα, ἢ τὰ εἰϲ c. καὶ ἔϲτιν εἰπεῖν, ὅτι τὰ εἰϲ ν λήγοντα ἀναλογώτερά ἐϲτιν· · πᾶϲα γὰρ γενικὴ εἰϲ οϲ λήγουϲα μετὰ ἀμεταβόλου ἔχουϲα μακρὰν φύϲει τὴν παραλήγουϲαν ἀποβολῇ τοῦ οϲ τὴν εὐθεῖαν ἀποτελεῖ οἷον Ἀλκμᾶνοϲ Ἀλκμάν, Θέωνοϲ Θέων, Πλάτωνοϲ Πλάτων, ἰχῶροϲ ἰχώρ, Δίωνοϲ Δίων. πρόϲκειται «ἔχουϲα φύϲει μακρὰν τὴν παραλήγουϲαν» διὰ τὸ κτενόϲ τοῦτο γὰρ οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ τὴν εὐθεῖαν, κτείϲ γάρ ἐϲτι καὶ οὐ κτέν ἀλλ’ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ βραχεῖαν ἔχει τὴν παραλήγουϲαν· καὶ πάλιν ἔϲτιν Μέμνονοϲ καὶ Νέϲτοροϲ. καὶ ἐπειδὴ ταῦτα βραχεῖαν ἔχει τὴν παραλήγουϲαν, οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ ,τὴν εὐθεῖαν, Μέμνων γὰρ καὶ Νέϲτωρ διὰ τοῦ ω καὶ οὐ διὰ τοῦ ο. καὶ πάλιν ἔϲτι θεράποντοϲ καὶ γέροντοϲ, καὶ ἐπειδὴ ταῦτα οὐκ ἔχει μακρὰν φύϲει τὴν παραλήγουϲαν, οὐκ ἀποβολῇ τοῦ οϲ ποιεῖ τὴν εὐθεῖαν, οὐδὲ γὰρ λέγομεν θεράπον καὶ γέρον, ἀλλὰ θεράπων καὶ γέρων διὰ τοῦ ω ἄλλωϲ τε δὲ οὐκ ἔχει τὴν γενικὴν ταῦτα εἰϲ οϲ λήγουϲαν μετὰ ἀμεταβόλου, πρὸ γὰρ τοῦ ο οὐκ ἔϲτιν ἀμετάβολον ἀλλὰ τ. εἰ οὖν ἡ δελφῖνοϲ καὶ Τελχῖνοϲ καὶ Ϲαλαμῖνοϲ γενικὴ εἰϲ οϲ λήγει ϲὺν ἀμεταβόλῳ καὶ φύϲει μακρᾷ παραλήγεται, δηλονότι ἀποβολῇ τοῦ οϲ ἀποτελεῖ τὴν εὐθεῖαν. δείκνυται δὲ ὅτι ἀναλογώτερά ἐϲτιν ἡ εἰϲ ν κατάληξιϲ καὶ ἐξ ἄλλων κανόνων τὰ εἰϲ ϲ λήγοντα περιττοϲυλλάβωϲ κλινόμενα ἢ διὰ καθαροῦ τοῦ οϲ κλίνεται οἷον ἡδύϲ ἡδέοϲ, βότρυϲ βότρυοϲ, ἢ διὰ τοῦ δ οἷον Πάριϲ Πάριδοϲ, Θέτιϲ Θέτιδοϲ, ἢ διὰ τοῦ θ οἷον ὄρνιϲ ὄρνιθοϲ, δέλλιϲ δέλλιθοϲ, ἢ διὰ τοῦ τ οἷον Λάχηϲ Λάχητοϲ, ἔρωϲ ἔρωτοϲ. πρόϲκειται «περιττοϲυλλάβωϲ κλινόμενα» διὰ τὸ καλόϲ καλοῦ, Χρύϲηϲ Χρύϲου εἰ ἄρα οὖν τὸ δελφίϲ καὶ Τελχίϲ καὶ τὰ ὅμοια οὐ κλίνεται δι’ ἑνὸϲ τούτων, δηλονότι οὐ καταλήγει φύϲει εἰϲ ϲ ἡ εὐθεῖα, ἀλλ’ εἰϲ ν. περὶ γὰρ τῶν δοκούντων ἐναντιοῦϲθαι οἷον περὶ τοῦ ἅλϲ ἁλόϲ, εἷϲ ἑνόϲ, ἔϲτιν εἰπεῖν ὅτι ἐλλείπει ταῦτα τὸ τ, καὶ τὸ τάλαϲ δὲ τάλανοϲ καὶ μέλαϲ μέλανοϲ ἐλλείπει τὸ τ μέλαντοϲ γὰρ καὶ τάλαντοϲ ἦν καὶ κατὰ ἀποβολὴν τοῦ τ γέγονε μέλανοϲ καὶ τάλανοϲ. ὅτι γὰρ τοῦ μέλαϲ μέλοντοϲ ἦν ἡ γενικὴ δηλοῖ τὸ
  • μελαντείουϲ δ’ ἐπὶ πέτραϲ
  • 628
    διὰ τοῦ ντ τὸ ἐξενεχθὲν καὶ τὸ [Ιl. Δ 277]
  • μελάντερον ἠΰτε πίϲϲα.
  • ὅτι δὲ καὶ τοῦ τάλαϲ τάλαντοϲ ἦν ἡ γενική, δηλοῖ ὁ Ἰππῶναξ εἰπών
  • τί τῷ τάλαντι Βουπάλῳ ϲυνῴκηϲαϲ,
  • καὶ ὁ Ἀντίμαχοϲ δὲ γινώϲκει τὴν διὰ τοῦ ντ κλίϲιν, ἐν οἷϲ φηϲιν
  • οἱ δὲ τὸν αἰνοτάλαντα κατέϲτυγον.
  • περὶ δὲ τῆϲ κτενόϲ γενικῆϲ ἔϲτιν εἰπεῖν ὅτι κτείν ἦν ἡ εὐθεῖα, καὶ λοιπὸν ἀκολούθωϲ κτεινόϲ ἡ γενικὴ δι’ ἀμεταβόλου καὶ ἐπεὶ οὐδέποτε τὰ εἰϲ ν λήγοντα εἴτε ἀρϲενικὰ εἴτε θηλυκά θέλει ἔχειν πρὸ τοῦ ν δίφθογγον, οἷον δελφίν, ἀκτίν, Ϲαλαμίν, Τιτάν, μόϲυν (ϲημαίνει δὲ τὸν ξύλινον πύργον), Ἕλλην, Τροιζήν, Πλάτων, τρήγων (leg. τρήρων), τούτου χάριν ἔτρεψε τὸ ν εἰϲ τὸ ϲ καὶ γέγονε κτείϲ καὶ ἐφύλαξε τὴν αὐτὴν κλίϲιν, τουτέϲτι τὴν διὰ τοῦ ν. πρόϲκειται «εἴτε ἀρϲενικὰ εἴτε θηλυκὰ» διὰ τὸ δίπουν, τοῦτο γὰρ ἔχει πρὸ τοῦ ν δίφθογγον, ἀλλ’ οὐδέτερόν ἐϲτι. τὸ δὲ τίϲ τινόϲ μὴ δυνάμενον κλιθῆναι δι’ ἄλλου ϲυμφώνου ἐξ ἀνάγκηϲ ἐκλίθη διὰ τοῦ ν. τρίτοϲ δὲ κανών ἐϲτιν οὗτοϲ ὁ δεικνύϲ, ὅτι τὰ εἰϲ ν λήγοντα ἀναλογώτερά ἐϲτι τῶν εἰϲ ϲ ληγόντων. τὰ εἰϲ ιϲ λήγοντα ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν κλητικήν οἷον ὁ Πάριϲ ὦ Πάρι, ὁ μάντιϲ ὦ μάντι, ὁ λάτριϲ ὦ λάτρι, ἡ πόλιϲ ὦ πόλι, ἡ Θέτιϲ ὦ Θέτι τὸ γὰρ ὁμόφωνον Ἀττικόν ἐϲτιν, ὦ μάντιϲ, ὦ πόλιϲ. εἰ ἄρα οὖν τὸ δελφίϲ καὶ Τελχίϲ καὶ τὰ ὅμοια οὐκ ἀποβάλλει τὸ ϲ ἐν τῇ κλητικῇ, ἀλλὰ τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικὴν οἷον ὁ δελφίϲ ὦ δελφίϲ, ὁ Τελχίϲ ὦ Τελχίϲ, δηλονότι οὐ καταλήγει φύϲει εἰε ϲ ἀλλ’ εἰϲ ν, τροπὴ δὲ ἐγένετο τοῦ ν εἰϲ ϲ κατὰ Δωρικὴν διάλεκτον, ὥϲπερ ἦν ἦϲ, ἥρπομεν ἥρπομεϲ, ὡϲ παρὰ Θεοκρίτῳ (7, l)
  • ἦϲ χρόνοϲ,
  • ἀντὶ τοῦ ἦν χρόνοϲ, καὶ παρὰ τῷ αὐτῷ (7, 2)
  • ἥρπομεϲ ἐκ πόλιοϲ,
  • ἀντὶ τοῦ ἥρπομεν ἐκ πόλεωϲ.

    Choer. 283, 5 (70, 11): πάντα τὰ εἰϲ υν βαρύνεται, οἷον μόϲυν, Φόρκυν, Γόρτυν, ἐπειδὴ τὰ πολλὰ παρὰ τοῖϲ Αἰολεῦϲιν εὑρίϲκεται, καὶ λοιπὸν ὡϲ δοκοῦντα εἶναι Αἰολικὰ εὐλόγωϲ βαρύνεται· οἱ γὰρ Αἰολεῖϲ βαρυντικοί εἰϲιν, οἷον Πηλεύϲ Πήλευϲ, Ἀτρεύϲ Ἄτρευϲ, Ἀχιλλεύϲ Ἀχίλλευϲ.

    Dichr. 287,6: αἱ εὐθεῖαι τῶν εἰϲ υν ϲυϲτέλλουϲι τὸ υ Φόρκυν, Πόλτυν, αἱ δὲ διὰ τοῦ νοϲ γενικαὶ τῷ υ ἐκτεταμένῳ παραλήγονται.

    [*](l. 31 de Φόρκυν cf. not. ad Cathol. 18, 14. De Γόρτυν haec apud St. B. 212, 2 servata sunt: Γόρτυν (Γόρτυϲ)· φαϲὶ δὲ τὴν αἰτιατικὴν οἱ μὲν διϲυλλάβωϲ Γόρτυν, οἱ δὲ τριϲυλλάβωϲ «Γόρτυνά τε τειχιόεϲϲαν» (Β 646), οἱ δὲ Γόρτυναν ὡϲ ἄμυναν. l. 35 cf.. (Choer. 283, 9 ἰϲτέον καὶ τοῦτο, ὅτι διάφοροι δόξαι περὶ τοῦ χρόνου τῆϲ εὐθείαϲ γεγόναϲιν, αἱ μὲν γὰρ ἀξιοῦϲι καὶ ἐν τῇ εὐθείᾳ καὶ ἐν πάϲαιϲ ταῖϲ πτώϲεϲιν ἐκτείνεϲθαι τὸ υ, οἱ δέ λέγουϲιν ὅτι ἐν μὲν τῇ εὐθείᾳ ϲυϲτέλλεται τὸ υ, ἐν δὲ ταῖϲ ἄλλαιϲ πτώϲεϲι ταῖϲ πλαγίαιϲ ἐκτείνεται καὶ διάφοροί εἰϲι δόξαι τῶν τεχνικῶν περὶ τούτου.)
    629

    Choer. 297, 24: τὰ εἰϲ ων περιϲπώμενα διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ καί ἐϲτι μόνου ἀρϲενικοῦ γένουϲ, οἷον ὁ θῶν τοῦ Θῶντοϲ (ἔϲτι δὲ ὄνομακύριον), ὁ Ξενοφῶν τοῦ Ξενοφῶντοϲ, ὁ Ἀγλαοφῶν τοῦ Ἀγλαοφῶντοϲ, ὁ Ἱπποκῶν τοῦ Ἱπποκῶντοϲ, χωρὶϲ ἑνὸϲ ἐν τῇ ϲυνηθείᾳ λεγομένου (ἔϲτι δὲ ὄνομα πόλεωϲ Περϲικῆϲ), τοῦτο γὰρ θηλυκοῦ γένουϲ ἐϲτίν, οἷον ἡ Κτηϲιφῶν, περιϲπᾶται δὲ καὶ διὰ τοῦ ντ κλίνεται καὶ φυλάττει τὸ ω ἐν τῇ γενικῇ οἷον τῆϲ Κτηϲιφῶντοϲ τοῦτο δὲ ἀπὸ ἀρϲενικοῦ γένουϲ γέγονε θηλυκόν, καὶ τὴν αὐτὴν κλίϲιν ἐφύλαξεν, οἷον ἀπὸ τοῦ Κτηϲιφῶν. οὐ μόνον δέ ἐϲτι τοῦτο τὸ ὄνομα ἐν τῇ ϲυνηθείᾳ, ἀλλὰ καὶ παρὰ τοῖϲ ἀρχαίοιϲ τὸ ὄνομα τοῦτο τῆϲ πόλεωϲ εὕρηται.

    Choer. 300, 5: τὰ εἰϲ ων περιϲπώμενα οὐ γίνεται εἰϲ ωϲ, οἷον Κτηϲιφῶν Ἀγλαοφῶν Ξενοφῶν. τὸ δὲ τυφῶν καὶ ταῶν καὶ εἰϲ ωϲ λήγει. μηδεὶϲ δὲ οἰέϲθω τὸ τυφῶν καὶ τυφῶϲ καὶ ταῶν καὶ ταῶϲ δικατάληκτα εἶναι. τὰ γὰρ δικατάληκτα τὴν αὐτὴν ἔχει κλίϲιν, οἷον δελφίν δελφῖνοϲ καὶ δελφίϲ δελφῖνοϲ, Τελχίν Τελχῖνοϲ καὶ Τελχίϲ Τελχῖνοϲ, Ϲαλαμίν Ϲαλαμῖνοϲ καὶ Ϲαλαμίϲ Ϲαλαμῖνοϲ. ταῦτα δὲ οὐκ ἔχει τὴν αὐτὴν κλίϲιν, τυφῶν μὲν γὰρ τυφῶνοϲ, καὶ ταῶν ταῶνοϲ, ὥϲπερ καὶ Ποϲειδῶν Ποϲειδῶνοϲ· τυφῶϲ δὲ τυφῶ, καὶ ταῶϲ ταῶ, ἀποβολῇ τοῦ ϲ Ἀττικῶϲ, ὥϲπερ ὁ ὀρφῶϲ τοῦ ὀρφῶ, καὶ ὁ λαγῶϲ τοῦ λαγῶ. κρεῖττον οὖν ἕτερα θέματα λέγειν τοῦ τυφῶν καὶ ταῶν, καὶ ἕτερα τοῦ τυφῶϲ καὶ ταῶϲ. ἰϲτέον δὲ ὅτι τινὲϲ βούλονται τὸ ταῶϲ ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο λέγειν κατ’ ἔκταϲιν τοῦ ο εἰϲ τὸ ω καὶ ἐναλλαγῇ τοῦ τόνου εἰϲ περιϲπωμένην τάϲιν ἀλλ’ ἔϲτι λέγειν, ὅτι τὸ ταῶϲ οὐκ ἠδύνατο ἀπὸ τοῦ ταόϲ τοῦ διὰ τοῦ ο εἶναι, ἐπειδή τὸ ταόϲ τὸ διὰ τοῦ οϲ οὐκ ἔϲτι ϲύνηθεϲ τοῖϲ Ἕλληϲι.

    Choer. 300, 30: Ἄξιον δέ ἐϲτι ζητῆϲαι, εἰ ἄρα τὰ εἰϲ ων περιϲπώμενα οὐδέποτε φύϲει μακρᾷ παραλήγεται οἷον Δημοφῶν, Ἀγλαοφῶν, Κτηϲιφῶν, Ἀντιφῶν (τὸ γὰρ Δεξικρῶν οὐ παραλήγεται φύϲει μακρᾷ ἀλλὰ θέϲει), πῶϲ τὸ Ποϲειδῶν φύϲει μακρᾷ παραλήγεται. ἔϲτιν οὖν εἰπεῖν, ὅτι ἀπὸ τοῦ Ποϲειδέηϲ γέγονε Ποϲειδέων καὶ κατὰ κρᾶϲιν Ποϲειδῶν, ὥϲτε δυνάμει μὴ εἶναι φύϲει μακράν, φημὶ τὴν δίφθογγον, ἐν τῇ παραληγούϲῃ, ἀλλ’ ἐν τῇ προπαραληγούϲῃ.