Περὶ ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Choer. 203, 22: τὰ εἰϲ ειϲ λήγοντα ὑπὲρ μίαν ϲυλλαβὴν ὀνόματα κοινολεκτούμενα καθαρὰν θέλει ἔχειν τὴν ει δίφθογγον, τουτέϲτι μὴ ἔχουϲαν ϲύμφωνον προηγούμενον, οἷον χαρίειϲ, ἀνεμόειϲ, ὑδατόειϲ, τιμήειϲ, δαφνήειϲ, ἀϲτερόειϲ, φθογγήειϲ. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν» διὰ τὸ κτείϲ μονοϲύλλαβον. πρόϲκειται «ὀνόματα» διὰ τὸ τυφθείϲ καὶ δαρείϲ μετοχάϲ. πρόϲκειται «κοινολεκτούμενα », ἐπειδὴ τὸ Λάχηϲ καὶ τὸ πένηϲ οἱ Βοιωτοὶ διὰ τῆϲ ει διφθόγγου προφέρονται, Λάχειϲ καὶ πένειϲ λέγοντεϲ· καὶ ἰδοὺ ταῦτα ἔχει πρὸ τῆϲ ει διφθόγγου ϲύμφωνον, ἀλλ’ οὐκ ἔϲτι κοινολεκτούμενα. οὐ θέλει δὲ παραλήγεϲθαι τῷ ι, ἀλλ’ ἢ τῷ η, ὡϲ ἐπὶ τοῦ τιμήειϲ ἑρϲήειϲ, ἢ κατὰ ϲυϲτολὴν ποιητικὴν τῷ ε ἠχέειϲ βρωμέειϲ, ἢ τῷ ο, ὡϲ ἐπὶ τοῦ ἀνεμόειϲ δροϲόειϲ, ἢ τῷ α, ὡϲ ἐπὶ τοῦ ϲκιάειϲ, ἢ τῷ ω, ὡϲ ἐπὶ τοῦ κητώειϲ ἐρώειϲ, ὅθεν τὸ χαριτόειϲ ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ παραληγομένου τῷ ι. καὶ ἐξ ἄλλου δὲ κανόνοϲ δείκνυται τὸ χαριτόειϲ ἀναλογώτερον τοῦ χαρίειϲ· τὰ γὰρ εἰϲ ειϲ λήγοντα ἔχοντα θηλυκὰ ἀποβολῇ τῆϲ ει διφθόγγου ὡϲ ἐπὶ τὸ πλεῖϲτον τὴν γενικὴν τοῦ θηλυκοῦ ἀποτελεῖ, οὐ μὴν τὴν εὐθεῖαν, οἷον, δαφνήειϲ δάφνηϲ, ἡ δάφνη γὰρ τῆϲ δάφνηϲ, τιμήειϲ τιμῆϲ, ἡ τιμή τῇϲ τιμῆϲ, φθογγήειϲ φθογγῆϲ, ἡ φθογγή τῆϲ φθογγῆϲ, αὐδήειϲ αὐδῆϲ, ἡ αὐδή τῆϲ αὐδῆϲ, λαχνήειϲ λάχνηϲ, ἡ λάχνη τῆϲ λάχνηϲ, φωνήειϲ φωνῆϲ, ἡ φωνή τῆϲ φωνῆϲ, ϲκιάειϲ ϲκιᾶϲ, ἡ ϲκιά γὰρ τῆϲ ϲκιᾶϲ τὸ γὰρ ϲκιόειϲ ἀπὸ τοῦ ϲκιάειϲ ἐγένετο κατὰ τροπὴν τοῦ α εἰϲ τὸ ο. πρόϲκειται «ὡϲ ἐπὶ τὸ πλεῖϲτον», διὰ τὸ δροϲόειϲ δρόϲοϲ, τοῦτο γὰρ τὴν εὐθεῖαν τοῦ θηλυκοῦ ἐποίηϲεν, οὐ μὴν τὴν γενικήν. τὸ ἀνεμόειϲ τὴν ἄνεμοϲ εὐθεῖαν ποιοῦν καὶ οὐ τὴν γενικὴν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐ ποιεῖ θηλυκόν, ἀλλ’ ἀρϲενικόν· εἰ ἄρα οὖν τὸ μὲν χαριτόειϲ ἀποβολῇ τῆϲ ει διφθόγγου τὴν γενικὴν τοῦ θηλυκοῦ ποιεῖ, τὸ δὲ χαρίειϲ ἀποβάλλον τὴν ει δίφθογγον οὐ ποιεῖ τὴν γενικὴν τοῦ θηλυκοῦ, ἀλλὰ τὴν εὐθεῖαν, χάριϲ γάρ, δηλονότι τὸ [*](l. 1 cf. E. M. 575, 53 maxime V. Quamquam Lob. Parall. 21 docet cpalleliam diphthongi αι Graecis non absonam fuisse, tamen non dubitandum est, quin hoc adnotamentum ab Herodiano profectum sit, qui etiam in aliis, quae Lobeck. reprobavit, cacopboniam detexit cf. Ahrens de dial. Aeol. p. 70. l. 18 verba ἢ κατὰ ϲυϲτολὴν — βρωμέειϲ addidi ex Mon. 14, 19, cf. praeterea Ep. Cr. I 12 et 408.)

619
χαριτόειϲ ἀναλογώτερόν ἐϲτι τοῦ χαρίειϲ. παραφυλαττόμεθα δὲ παρὰ τῷ ΤΠινδάρῳ (Ol. 5, 54) τὴν αἰτιατικὴν λεγομένην ὑγίεντα, ὡϲ ἀπὸ εὐθείαϲ γάρ ἐϲτι παραληγομένηϲ οἷον τῷ ἰῶτα, ὡϲ ἀπὸ τοῦ ὑγίειϲ.

Choer. 132, 11: πολλάκιϲ οἱ Δωριεῖϲ τῶν εἰϲ ειϲ τῶν διὰ τῆϲ ει διφθόγγου ἀποβάλλουϲι τὸ ι, οΐον χαρίειϲ χαρίεϲ, τιμήειϲ τιμήεϲ, Μαλόειϲ. Μαλόεϲ· τοιοῦτο γάρ ἐϲτι καὶ παρὰ Καλλιμάχῳ,

  • ὁ δὲ ἀείδων Μαλόεϲ ἦλθε χορόϲ,
  • ἀντὶ τοῦ Μαλόειϲ. Μαλόειϲ ἐϲτὶν ὁ Λέϲβιοϲ.

    Choer. 209, 3: τὰ εἰϲ ευϲ λήγοντα ὀνόματα ἀρϲενικὰ εἴτε μονοϲύλλαβα εἴτε ὑπὲρ μίαν ϲυλλαβὴν πάντα ὀξύτονά ἐϲτιν.