Περὶ ὀνομάτων

Aelius Herodianus

Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

17. Eustath. 700, 56: τὸ κρανίον τῆϲ κεφαλικῆϲ πολυωνυμίαϲ τμῆμά ἐϲτιν, ἧϲ καὶ αἱ κατ’ εὐθεῖαν προφοραὶ καὶ τὸ κεῖθεν δὲ κλίμα κατὰ Ἡρωδιανὸν εἰπεῖν διαφόρωϲ ἔχουϲιν — κάρα θηλυκῶϲ τε καὶ οὐδετέρωϲ. ἔτι κοινῶϲ καὶ κράϲ κρατόϲ ἡ κεφαλή, καὶ μὴν καὶ κράαϲ, ὅθεν τὸ «ϲῷ κράατι τίϲειϲ» (χ 218). ἡ δ’ αὐτὴ καὶ κάρηαϲ καρήατοϲ, τὸ δὲ αὐτὸ καὶ κάρηνον καὶ ἀποκοπῇ κάρη ἄκλιτον κατὰ τὸ κρῖ καὶ τὸ δῶ. παρὰ δὲ Ϲοφοκλεῖ (Philoct. 1207) κρᾶτα εὕρηται καινότερον.

Sequuntur, quae apud Choeroboscum ex libro περὶ ὀνομάτων petita videntur, composita cum praeceptis, quae ab aliis epitomatoribus et in reliquis scriptis Herodiani servata sunt.

Choer. 93, 12: τὰ εἰϲ αϲ βαρύτονα ἀρϲενικὰ μακρὸν ἔχει τὸ α, οἶον Θόαϲ, Δρύαϲ, Αἴαϲ, Κάλχαϲ, γίγαϲ, κοχλίαϲ, Αἰνείαϲ, Ἑρμείαϲ, Παπίαϲ. πρόϲκειται « βαρύτονα» διὰ τὸ Ἀρκάϲ καὶ φυγάϲ· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτι βαρύτονα, ἀλλ’ ὀξύτονα. πρόϲκειται « ἀρϲενικὰ» διὰ τὸ κρέαϲ. τοῦτο γὰρ βαρύτονον ὂν ϲυνεϲταλμένον ἔχει τὸ α, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. δεῖ προϲθεῖναι, χωρὶϲ τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ, ὅπερ ϲημαίνει τὸν λίθον, καὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου· ταῦτα γὰρ ϲυνεϲταλμένον ἔχει τὸ α. τὰ γὰρ κύρια, φημὶ δὴ τὸ Λάαϲ τὸ κύριον καὶ τὸ Μέγαϲ τὸ κύριον, καὶ ἐκτεταμένον ἔχει τὸ α καὶ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὴν γενικήν, οἷον ὁ Λάαϲ τοῦ Λάα καὶ ὁ Μέγαϲ τοῦ Μέγα, τὸ δὲ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ ἐπίθετον καὶ ϲυνεϲταλμένον ἔχει τὸ α καὶ διὰ καθαροῦ οϲ κλίνεται, οἷον ὁ λᾶαϲ τοῦ λάαοϲ, καὶ κατὰ κρᾶϲιν τῶν δύο αα εἰϲ ἓν μακρὸν τοῦ λᾶοϲ,

  • λᾶοϲ ὑπὸ ῥιπῆϲ (Μ 462).
  • καὶ πάλιν ὁ μέγαϲ τοῦ μέγαοϲ, ἡ γὰρ μεγάλου γενικὴ ἑτερόκλιτόϲ ἐϲτιν, ὡϲ ἀπὸ τῆϲ μεγάλοϲ εὐθείαϲ, ἑξῆϲ καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ μεγάλοι.

    [*](1. 5 in his omisi quae ab Eustathio inserta videntur. 1. 16 concinunt haec. fere cum Dichr. 283, 11, ad quem l. ef. Lehrsium et quem citat, Ahrens. de dial.)
    617

    Καὶ ἄξιόν ἐϲτι ζητῆϲαι, διὰ ποίαν αἰτίαν τὸ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ τὸ ἐπίθετον ϲυνεϲταλμένον ἔχει τὸ α. καὶ περὶ μὲν τοῦ λᾶαϲ τοῦ προϲηγορικοῦ ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην τὰ εἰϲ αϲ καθαρὸν ὀνόματα διϲύλλαβα ἀρϲενικὰ οὐδέποτέ ἐϲτι προϲηγορικά, ἀλλ’ ἢ κύρια, ὡϲ τὸ Δρύαϲ, Θόαϲ, Αἴαϲ, ἢ ἐθνικά, ὡϲ τὸ Ὕαϲ Ὕαντοϲ (Ὕαντεϲ δὲ λέγονται οἱ κατοικοῦντεϲ τὴν Βοιωτίαν) ἢ ἐπίθετον , ὡϲ τὸ Εὔαϲ Εὔαντοϲ (τὸ δὲ Εὔαϲ ἐπίθετόν ἐϲτι τοῦ Διονύϲου). ἐπεὶ οὖν τὸ λᾶαϲ προϲηγορικόν ἐϲτι, τὸν γὰρ λίθον ϲημαίνει, εἰκότωϲ ὡϲ διήλλαξε περὶ τὸ ϲημαινόμενον, διήλλαξε καὶ περὶ τὸν χρόνον. πρόϲκειται ἐν τῷ κανόνι «καθαρὸν» διὰ τὸ γίγαϲ· τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτι καθαρόν. πρόϲκειται « διϲύλλαβα», διὰ τὸ κοχλίαϲ, καὶ τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτι διϲύλλαβον. πρόϲκειται «ἀρϲενικὸν» διὰ τὸ κρέαϲ, καὶ τοῦτο γὰρ προϲηγορικόν ἐϲτιν, ἀλλ’ οὐκ ἔϲτιν ἀρϲενικὸν ἀλλ’ οὐδέτερον. περὶ τοῦ μέγαϲ τοῦ ἐπιθέτου ἔϲτιν εἰπεῖν τὴν αἰτίαν ταύτην, ὅτι ἐπειδὴ ἀποβολῇ τοῦ ϲ ποιεῖ τὸ οὐδέτερον, οἷον τὸ μέγα, καὶ καθόλου δὲ τὰ εἰϲ ϲ λήγοντα μετὰ διχρόνου ἀποβολῇ τοῦ ϲ τὸ οὐδέτερον ποιοῦντα ϲυνεϲταλμένον ἔχει τὸ δίχρονον, οἷον ὁ ὀξύϲ τὸ ὀξύ, ὁ ταχύϲ τὸ ταχύ, ὁ βραδύϲ τὸ βραδύ, ὁ φυγόπολιϲ τὸ φυγόπολι, ὁ λιπόπατριϲ τὸ λιπόπατρι, ὁ ἄχαριϲ τὸ ἄχαρι, ὁ τίϲ τὸ τί οὕτωϲ οὖν καὶ ὁ μέγαϲ τὸ μέγα.

    Ἰϲτέον δὲ ὅτι οὐ μόνον τὸ λᾶαϲ τὸ προϲηγορικὸν καὶ τὸ μέγαϲ τὸ ἐπίθετον ϲημειούμεθα ἔχειν τὸ α ϲυνεϲταλμένον, ἀλλὰ καὶ τὸ Αἴαϲ τὸ παρ’ Ἀλκμᾶνι ἔχομεν ϲεϲημειωμένον ὡϲ ϲυϲτέλλον τὸ α, ἐκεῖνοϲ γὰρ ϲυνέϲτειλεν αὐτὸ εἰπών

  • δουρὶ δὲ ξυϲτῷ μέμηνεν Αἶαϲ αἵματά τε μέμνων. (leg. αἱματᾷ τε
  • μίμνων.)
  • ἔϲτι δὲ τροχαικὸν τὸ μέτρον, καὶ μετρεῖται οὕτωϲ· δουρὶ δὲ ξυϲτῷ μέμηνεν |Αἶαϲ αἵμα |τά τε | μέμνων. ἐν τῇ πέμπτῃ γὰρ χώρᾳ κεῖται, ἐν ἡ οὐ τίθεται ϲπονδεῖοϲ ἐν τροχαικῷ μέτρῳ. ἔϲτι δὲ καὶ ἄλλα τινὰ Δωρικὰ ϲυϲτέλλοντα τὸ α· παρ’ Ἡϲιόδῳ (Theog. 521)
  • δῆϲαϲ ἀλυκτοπέδῃϲι Προμηθέα
  • καὶ παρὰ τῷ Ῥιανῷ «λίθοϲ μέλαϲ ».

    Choer. 97, 32: οὐκ ἔϲτι τὰ εἰϲ αϲ ὀξύτονα ὑπὲρ μίαν ϲυλλαβὴν μόνωϲ ἀρϲενικά, ἀλλ’ ἢ μόνωϲ θηλυκὰ ὡϲ ἐπὶ τοῦ ἡ τριάϲ, ἢ κοινὰ τῷ γένει ὡϲ ὁ φυγάϲ καὶ ἡ φυγάϲ, ὁ Ἀρκάϲ καὶ ἡ Ἀρκάϲ, ὑπεϲταλμένου τοῦ ἀνδριάϲ ἀνδριάντοϲ, καὶ ἱμάϲ ἱμάντοϲ, ἅτινα καὶ παραλόγωϲ ὀξύνεται. πρόϲκειται «ὑπὲρ μίαν ϲυλλαβὴν » διὰ τὸ ὁ Ζάϲ καὶ ὁ Φθάϲ, ταῦτα γὰρ ἀρϲενικὰ μόνα ἐϲτὶν ὀξύτονα, ἀλλ’ οὐκ ἔϲτιν ὑπὲρ μίαν ϲυλλαβὴν ἀλλὰ μονοϲύλλαβα.

    [*](Dor. p. 173. l. 25 corr. Meinekius ad Theocr. Id. II 4. — Multa in hae et insequentibus paginis Byxantinum doctorem produnt: velut puerilia illa l. 27—29 Herodiani non esse patet. l. 32 Ῥιανῷ pro Ἀριανῷ Bekkerus restituit et idem μέλαϲ pro μέγαϲ. De Rhiano cf. Mein. Anall. Alex. p. 203. l. 38 substitui Φθάϲ pro Πράϲ, quum in Onomatico Herodianum Πρᾶϲ perispomenos pronuntiasse sciamus cf. fr. 3.)
    618

    Choer. 98, 16: δεῖ δὲ γινώϲκειν ὅτι οἱ Αἰολεῖϲ τὸ τάλαϲ τάλαιϲ λέγουϲι καὶ τὸ μέλαϲ μέλαιϲ καὶ τὸ Θόαϲ Θόαιϲ, προϲτιθέντεϲ τὸ ι, τὸ δὲ Αἴαϲ Αἴαιϲ οὐ λέγουϲι διὰ τὴν ἐπαλληλίαν τῆϲ αι διφθόγγου· ηὑρίϲκετο γὰρ ἀλλεπάλληλοϲ ἡ αι δίφθογγοϲ, καὶ ἐκ τούτου κακόφωνοϲ ἐγένετο ἡ λέξιϲ.

    St. B. 603, 2: οὐδὲν εἰϲ ραϲ θηλυκὸν εὑρίϲκεται· τὸ δὲ Τάραϲ εὕρηται καὶ θηλυκῶϲ.