Περὶ ὀνομάτων
Aelius Herodianus
Aelius Herodianus, Περὶ ὀνομάτων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
15. Eustath. 1807, 16 ἐν τοῖϲ ὀνοματικοῖϲ τοῦ Ἡρωδιανοῦ φέρεται ὡϲ ἐκ τοῦ μάρτυϲ γίνεται κατά τινα διάλεκτον τροπῇ τοῦ ϲ εἰϲ p μάρτυρ, οὗ ἡ γενικὴ ἀναδραμοῦϲα εἰϲ εὐθεῖαν κινεῖ τὸν μάρτυρον.
Εustath. 114, 15: Ἡρωδιανὸϲ εἰπών, ὅτι καὶ μάρτυροι καὶ μάρτυρεϲ ἑκατέρωϲ, ἐπάγει, ὅτι τέτριπται τὸ μάρτυρεϲ ἀπὸ τῆϲ μάρτυϲ εὐθείαϲ, ἣν ἡ Αἰολέων διάλεκτοϲ διὰ τοῦ ρ προφέρει· ἐκεῖνοι γάρ, φηϲί, τὸ ϲ εἰϲ ρ μεταβάλλουϲι τὸ οὗτοϲ οὗτορ λέγοντεϲ καὶ τὸ ἵπποϲ ἵππορ· οὕτωϲ οὖν, φηϲί, καὶ μάρτυϲ μάρτυρ, ἀφ’ ἧϲ ἐκπίπτει πληθυντικὸν οἱ μάρτυρεϲ παρά τε τοῖϲ κωμικοῖϲ καὶ Ἱππώνακτι οἱ δέ γε μάρτυροι ἀπὸ τοῦ μάρτυροϲ εὐθείαϲ οἷον «Ζεὺϲ δ’ ἄμμ’ ἐπιμάρτυροϲ ἔϲτω» (Ιl. H 76).
[*](l. cf. Catholicam p. 238, 14.)16. Choer. 350, 25: τὸ ἀναδενδράϲ ὁ Ἡρωδιανὸϲ ὑπολαμβάνει μόνωϲ ϲυϲτέλλειν τὸ α καὶ ὀξύνεϲθαι.