Περὶ συντάξεως τῶν στοιχείων
Aelius Herodianus
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
22. Choer. 691, 33: ἐν τῷ μεμίανται καὶ μεμόλυνται τρίτῳ προϲώπῳ, ἐπειδὴ οὐκ ἐπιφέρεται ϲύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν ἐφυλάχθη τὸ ν· τὸ γὰρ τ ἐπιφέρεται· τὸ δὲ ν ἐπιφερομένου τοῦ ἢ θ ἢ ν φυλάττεται οἷον ἔνδον ἔνθα ἐντυχία καὶ ἔντευξιϲ.
[*](ad fr. 20. cf. E. Gud. 450, 20 (περὶ παθῶν fr. 42): ἔϲτι πᾶν καὶ κατ᾿ ἀναδιπλαϲιαϲμὸν πάμπαν, τὸ δὲ μ διά ϲύνταξιν. οὕτωϲ Ἡρωδιανόϲ.)[*](ad fr. *21. cf. περὶ παθῶν fr. 90.)[*](ad fr. *22. De κν in fine vocabuli illicitis cf. Herod. περὶ παθῶν ap. St. B. Πνύξ: ἔϲτι πύκνη πύκν. οὐ δύναται δὲ καταλῆξαι καὶ ὑπερετέθη τὸ ν καὶ ἐτράπη τὸ κ εἰϲ ξ πνύξ. ὑπέρθεϲιν ἄρα ἔχει διὰ τὴν κατάληξιν. — De λ ants ϲ cf. St. B. Μεϲημβρία: Μελϲημβρία ἡ Μέλϲου πόλιϲ καὶ διὰ τὸ εὐφωνότερον λέγεται Μεϲημβρία.)23. Choer. Dict. 514, Bekk. Anecd. (Schol. ad Dionys.) p. Τὸ ρ ἐνομίϲθη φωνῆεν εἶναι ἐκ τούτων τῶν κανόνων· τὸ ρ γὰρ μόνον ἐκ πάντων τῶν ϲυμφώνων δέχεται καὶ δαϲεῖαν οἷον ῥαπίζω, ῥάπτω, δέχεται καὶ ψιλὴν οἷον μέροϲ, φέρω ὥϲπερ τὰ φωνήεντα.
Τὰ δὲ εἰϲ α λήγοντα θηλυκά, ϲυνεϲταλμένον ἔχοντα τὸ α, ἐὰν μὲν ἔχωϲι πρὸ τοῦ α ϲύμφωνον, τρέπουϲι τὸ α εἰϲ η ἐν τῇ γενικῇ, οἷον μοῦϲα μούϲηϲ, δόξα δόξηϲ, δίψα δίψηϲ, ἐὰν δὲ φωνῆεν ἔχωϲι πρὸ τοῦ α, φυλάττουϲι τὸ α καὶ ἐν τῇ γενικῇ οἷον μαῖα μαίαϲ, Ἀντιόχεια Ἀντιοχείαϲ, Ἀλεξάνδρεια Ἀλεξανδρείαϲ. ὁμοίωϲ καὶ τὰ ἔχοντα τὸ ρ φυλάττουϲι τὸ α ἐν τῇ γενικῇ οἷον ϲφαῖρα ϲφαίραϲ, θύρα θύραϲ. δῆλον οὖν ὅτι οὐκ ἔϲτι ϲύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν, ὡϲ τὸ ἴδιον τῶν φωνηέντων ἀποτελοῦν. εἰ γὰρ ἦν ϲύμφωνον, οὐκ ὤφειλε τὸ α φυλαχθῆναι ἐν τῇ γενικῇ, ἀλλὰ τραπῆναι εἰϲ η.
Καὶ ἐξ ἄλλου δὲ λόγου δείκνυται τὸ ρ φωνῆεν ὑπάρχον. τὰ εἰϲ οϲ λήγοντα ἀρϲενικὰ ποιοῦντα κατ᾿ ἰδίαν θηλυκά, τουτέϲτι μὴ ὄντα κοινὰ τῷ γένει, διὰ τὸ ὁ φιλόϲοφοϲ καὶ ἡ φιλόϲοφοϲ, εἰ μὲν ἔχουϲι πρὸ τοῦ ο φωνῆεν, εἰϲ α ποιοῦϲι τὸ θηλυκὸν οἷον Βυζάντιοϲ Βυζαντία, Ῥόδιοϲ Ῥοδία, ἀλλότριοϲ ἀλλοτρία, μέτριοϲ μετρία· εἰ δὲ ϲύμφωνον ἔχουϲι πρὸ τοῦ ο, εἰϲ η ποιοῦϲι τὸ θηλυκὸν οἷον ϲοφόϲ ϲοφή, καλόϲ καλή, ἀγαθόϲ ἀγαθή, εἰ δὲ ἔχουϲι πρὸ τοῦ ο τὸ ρ, εἰϲ α ποιοῦϲι τὸ θηλυκὸν οἷον φοβερόϲ φοβερά, χλιαρόϲ χλιαρά, καθαρόϲ καθαρά. δῆλον οὖν ὅτι οὐκ ἔϲτι ϲύμφωνον τὸ ρ, ἀλλὰ φωνῆεν· εἰ γὰρ ἦν ϲύμφωνον, εἰϲ η ὤφειλε ποιῆϲαι τὸ θηλυκὸν καὶ οὐκ εἰϲ α.
Δείκνυται δὲ καὶ ἀπὸ τῆϲ Αἰολίδοϲ διαλέκτου τὸ ρ φωνῆεν. εἰώθαϲι γὰρ οἱ Αἰολεῖϲ φωνήεντοϲ ἐπιφερομένου προϲτιθέναι τὸ υ ὡϲ ἐπὶ τοῦ εὔαδε. καὶ πάλιν τὸ ἠώϲ ἀώϲ λεγόντων τῶν Δωριέων οἱ Αἰολεῖϲ λέγουϲιν αὔωϲ τὸ υ προϲτιθέντεϲ. καὶ πάλιν ἀάτην αὐάτην λέγουϲιν οἱ Αἰολεῖϲ. ϲυμφώνου δὲ ἐπιφερομένου οὐδέποτε προϲτιθέαϲι τὸ υ οἱ Αἰολεῖϲ· τὸ γὰρ νόϲοϲ νοῦϲοϲ καὶ Ὄλυμποϲ Οὔλυμποϲ ποιητικά εἰϲι καὶ οὐκ Αἰολικά. τοῦ δὲ ρ ἐπιφερομένου πολλάκιϲ προϲτιθέαϲι τὸ υ οἱ Αἰολεῖϲ οἷον αὔρηκτοϲ, ἄρηκτοϲ γάρ. δῆλον οὖν ὅτι φωνῆέν ἐϲτι καὶ οὐ ϲύμφωνον τὸ ρ.
Δείξομεν δὲ πάλιν, ὅτι τὸ ρ ϲύμφωνόν ἐϲτι καὶ οὐ φωνῆεν. Πῶϲ δέ; ὅτι πᾶν φωνῆεν καθ᾿ ἑαυτὸ φωνὴν ἀποτελεῖ, τὸ δὲ ρ οὐ δύναται [*](ad fr. 23. Alteram particulam de ρ aspirato et lenito fere iisdem verbis in Tryphonis tractatu περὶ τοῦ ρ ποῦ δαϲύνεται καὶ ψιλοῦται, quem Velsen in Ttyphonis fr. p. 9 ex MS bibliothecae Vindobonensis exhibuit, invenies, sed hoc non impedit, quominus sumamus Choeroboscum, unde nostra excerpsimus, ap. Gaisf. p. 516 coll. p. 905 et in Anecd. Ox. I 178, ex Herodiano, qui hic ut in omnibus fere scriptis antecessorum placita, si ipsi placebant, in usum suum converterit, petivisse. ln re congruit fere Arcad. 200, 21 cf. etiam Mon. 35, 6 cum Lehrsii annotatione.) [*](Prior de vi et natura literae ρ pars item a Ϲhoerobosco ll. cc. (An. Ox. IV)
Τὸ ρ ἀρχόμενον λέξεωϲ δαϲύνεϲθαι θέλει οἷον ῥώμη, ῥήτωρ, ῥαπίζω πλὴν τοῦ ’Ρᾶροϲ καὶ ’Ράριον πεδίον, μεταξὺ δὲ δύο φωνηέντων ἐν ἁπλῇ λέξει ψιλοῦϲθαι θέλει οἷον μέροϲ, φέρει, χαίρω. πρόϲκειται «ἐν ἁπλῇ λέξει» διὰ τὸ φιλοῥωμαῖοϲ καὶ μιϲοῥήτωρ. ἐνταῦθα γὰρ ἐπειδὴ οὐκ ἔϲτιν ἁπλῆ λέξιϲ, εμένει τὸ ρ δαϲυνόμενον καὶ φυλάττον τοῦ Ῥωμαῖοϲ καὶ ῥήτωρ τὴν δαϲεῖαν. πρόϲκειται δὲ «μεταξὺ δύο φωνηέντων διὰ τὸ ἀφῥόϲ καὶ ὠχῥόϲ. ἐνταῦθα γὰρ τὸ ρ δαϲύνεται, ἐπεὶ κανών ἐϲτιν ὁ λέγων, ὅτι τὸ ρ μετὰ τῶν δαϲέων δαϲύ ἐϲτι καὶ μετὰ τῶν ψιλῶν ψιλόν· μετὰ τῶν δαϲέων οἷον θῥόνοϲ, ἄφῥων, μετὰ δὲ τῶν ψιλῶν ψιλὸν οἷον κάπῤοϲ, ἄκῤοϲ, τῤόποϲ. τούτων οὖν χάριν προϲλαμβάνει ὁ παρατατικὸϲ ἕτερον ρ οἷον ἔῤῥαπτον ἐῤῥάπιζον, ἵνα φυλαχθῇ τὸ πνεῦμα τοῦ ἐνεϲτῶτοϲ καὶ δαϲυνθῇ. κανὼν γάρ ἐϲτιν ὁ λέγων, ὅτι ἐὰν εὑρεθῇ δύο ρρ τὸ μὲν πρῶτον ψιλοῦται, τὸ δὲ δεύτερον δαϲύνεται οἷον πόῤῥω ἄῤῥωϲτοϲ, ἐπίῤῥημα, ἀῤῥαγέϲ. διὰ τοῦτο οὖν ψιλοῦται δὲ πρῶτον ρ, ἐπειδὴ οὕτε ϲυλλαβὴ οὔτε λέξιϲ εἰϲ δαϲὺ καταλήγει, ὅθεν Ἀτθίϲ καὶ Ϲαπφώ καὶ Βάκχοϲ τὰ πρῶτα ψιλοῦται καὶ οὐ δαϲύνεται.