Περὶ συντάξεως τῶν στοιχείων
Aelius Herodianus
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
24. E. M. 324, 14: ἐκ Ῥώμηϲ: ἡ ἐξ πρόθεϲιϲ, ὅταν αὐτῇ ϲύμφωνον ἐπιφέρηται, τρέπει τὸ ξ εἰϲ κ· δεῖ δὲ προϲθεῖναι χωρὶϲ εἰ μὴ εὑρεθῇ μετὰ παρέλκοντοϲ οἷον ὡϲ παρὰ Ἀρχιλόχῳ «διὲξ ϲωλῆνοϲ» καὶ πάλιν «διὲξ τὸ μύρτον» ἀντὶ τοῦ διὰ τὸ μύρτον, ϲημαίνει δὲ τὴν μυρϲίνην. ἔτι δεῖ προϲθεῖναι καὶ χωρὶϲ εἰ μὴ εὑρεθῇ ἐν τέλει ϲτίχου οἷον ὡϲ παρὰ Θεοκρίτῳ
403
25. Ep. Cr. I 333, 26: παρὰ τὸ πτῶ τὸ πίπτω γίνεται εἰϲ μοϲ ὄνομα πτμόϲ καὶ πλεοναϲμῷ τοῦ ο διὰ τὴν ἀϲυνταξίαν τοῦ πτμ πότμοϲ ἐπὶ τῆϲ τύχηϲ διὰ τὴν μετάπτωϲιν καὶ μεταβολὴν τῶν πραγμάτων, ὅθεν Μένανδρόϲ φηϲιν «τὸ τῆϲ τύχηϲ γὰρ ῥεῦμα μεταπίπτει ταχύ».