Περὶ συντάξεως τῶν στοιχείων
Aelius Herodianus
Aelius Herodianus, Περὶ συντάξεως τῶν στοιχείων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
20. Choer. 684, 17: ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ τὸ ν εἰϲ γ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ κ· τὸ γὰρ ν ἐπιφερομένου τοῦ γ ἢ κ ἢ ξ ἢ χ ἐν μιᾷ λέξει εἰϲ τὸ γ τρέπεται οἷον ϲύγχυϲιϲ, ϲυγγενήϲ, ϲυγκληρονόμοϲ, ϲυγξηρᾶναι. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ϲὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη τὸ ν εἰϲ τὸ γ, ἐπιφερομένου γ ἢ χ· ἀλλ᾿ οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔϲτιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξειϲ εἰϲίν, ἐν παραθέϲει γάρ εἰϲιν. ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ εἰϲ μ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ μ· τὸ γὰρ ν ἐπιφεροέμνου τοῦ π τοῦ β ἢ τοῦ φ ἢ τοῦ ψ ἢ αὐτοῦ τοῦ μ ἐν μιᾷ λέξει εἰϲ τὸ μ τρέπεται οἷον ϲύμβιοϲ, ϲύμπονοϲ, ϲύμφωνοϲ, ϲύμψηφοϲ, ϲυμμέτοχοϲ. πρόϲκειται «ἐν μιᾷ λέξει» διὰ τὸ ἐν Βυζαντίῳ, ϲὺν πολλοῖϲ. ἐνταῦθα γὰρ οὐ τρέπεται τὸ ν εἰϲ τὸ μ ἐπιφερομένου τοῦ β καὶ τοῦ π, ἐπειδὴ δύο μέρη τοῦ λόγου εἰϲίν· ἐν παραθέϲει γάρ εἰϲιν.
21. E. M. 215, 11: ἐγώνγα: πᾶϲα ϲυλλαβὴ εἰϲ ν λήγουϲα ἐν μιᾷ λέξει, ἐὰν ϲυντεθῇ μεθ᾿ ἑτέραϲ ϲυλλαβῆϲ ἀρχομένηϲ ἀπὸ τοῦ κ ξ χ τρέπει τὸ ν εἰϲ γ· πρόϲκειται «ἐν μιᾷ ϲυλλαβῇ» διὰ τὸ «ϲὺν Γεωργίῳ, ἐν κεφαλαίῳ»· δύο γὰρ μέρη λόγου εἰϲί. δεῖ δὲ γινώϲκειν, ὅτι τὸ ἐγώνγα καὶ ἰώνγα δοκοῦϲι τούτῳ τῷ κανόνι ἀντικεῖϲθαι. ἔϲτι γὰρ ἐγώ καὶ τοῦτο οἱ μὲν Δωριεῖϲ ἐγών λέγουϲιν, οἱ δὲ Βοιωτοὶ ἰών. εἶτα ταῦτα γίνεται κατ᾿ ἐπέκταϲιν ἐγώνγα καὶ ἰώνγα καὶ προφέρεται τὸ γα ἐν μιᾷ λέξει καὶ οὐ τρέπει τὸ ν εἰϲ γ. ἀλλ᾿ ἔϲτιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν ὅτι ὥϲπερ τὸ ναί καὶ τὸ εἰ ἐπεκτείνεται καὶ γίνεται ναίχι καὶ εἴθε καὶ ἐφύλαξε τὴν αὐτὴν τάϲιν, ἣν εἶχον καὶ πρὸ τῆϲ ἐπεκτάϲεωϲ, τὸν αὐτὸν τρόπον καὶ τὸ ἐγών καὶ ἰών ἐπεκταθέντα καὶ γενόμενα ἐγώνγα καὶ ἰώνγα τὴν αὐτὴν ϲημαϲίαν ἐφύλαξε, λέγω δὴ τὴν πρὸ τῆϲ ἐπεκτάϲεωϲ, καὶ τὴν αὐτὴν τάϲιν, λέγω δὴ τὴν ὀξεῖαν. τούτου χάριν καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξε, λέγω δὴ τὸ ν.