Περὶ παθῶν
Aelius Herodianus
Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
422. E. M. 684, 56, E. Gud. 477, 16: πόϲθη τὸ αiδοον ὁ Ἡρωδιανὸϲ πρόϲθη περὶ παθῶν παρὰ τὸ προκεῖϲθαι καὶ προτεθεῖϲθαι.
[*](praecepto sumptus videtur. Pro ἐϲταλκώϲ, quod nihil offensionis habet, scribendum est ἑϲταώϲ, qui nominativus revera non reperitur. Ϲaeterum sic Herodianum de huiuscemodi participiis iudicasse apparet ex Schol. L. ad Il ε 698 κεκαφηώϲ ὁ Ἡρωδιανὸϲ οὕτω κανονίζει κεκαφηώϲ. καπῶ καπήϲω κεκαπηκώϲ καὶ Ἰωνικῶϲ κεκαπηώϲ καὶ κεκαφηώϲ. Cf. Choer. Diet. 829, 6 ἀπὸ τοῦ γέγηκα καὶ. τέθνηκα καὶ ἕϲτηκα καὶ βέβηκα κατὰ ωναϲ ἀποβάλλεται τὸ κ καὶ γίνεται ἑϲτηώϲ γεγηώϲ βεβαώϲ τεθηώϲ καὶ πάλιν κατὰ τοὺϲ αὐτοὺϲ Ἴωναϲ ϲυϲτολὴ παρακολουθεῖ τοῦ η εἰϲ α καὶ γίνεται ἑϲταώϲ (Θ 565) εἐϲταότεϲ παρ’ ὄχεϲφι καὶ λοιπὸν κατὰ κρᾶϲιν ἐν μὲν τῇ εὐθείᾳ τοῦ ᾶ καὶ ω εἰϲ ω ἑϲτώϲ, βεβώϲ γεγώϲ τεθνώϲ ὥϲπερ βοάω βοῶ, ἐν δὲ τῇ γενικῇ τοῦ αο εἰϲ ω ἑϲτῶτοϲ βεβῶτοϲ γεγῶτοϲ.)[*](ad fr. *421. Cum Salmasio probante Lobeckio Proli. p. 423 pro διὰ τοῦ ϲ scripsi διὰ τοῦ θ, quod commendatur etiam praecedente fragmento.)[*](ad fr. 422. Extrema verba παρὰ τὸ addidi ex E. ud., quum explicationem Herodianεae originationis confineant.)423. E. Or.101, 25, E. M.481, 46, Zonar. 1349: μέτρον: ὁ Ἡρωδιανὸϲ λέγει· ὡϲ ἀπὸ τοῦ φέρω γίνεται φέρτρον, οὕτω καὶ ἀπὸ τοῦ μείρω τὸ μερίζω καὶ ἀριθμῶ γίνεται μέρτρον καὶ ἀποβολῇ τοῦ ρ μέτρον· καὶ ἀπὸ τοῦ δείρω δέρτρον.
424. Ep. Cr. I 174, 21: ἐν τῷ ἔϲϲευα ἐνδεῖ τὸ ἑ· πολλάκιϲ δὲ ἐπὶ ταύτηϲ τῆϲ διφθόγγου ἐνδεῖ τὸ ϲ « ἀλευάμενοι νίφα λευκήν » (Hes. Op. 533), χεῦαν ἀντὶ τοῦ χεῦϲαν· γέγονε δὲ ἀναδαιπλαϲιαϲμὸϲ τοῦ ἑνὸϲ ϲ ὡϲ ἐν τῷ «ὁ δ’ ἄρ’ ἔθορε μέϲϲοϲ » τὸ δὲ παρακείμενον ῥῆμα δύο πάθη ἀναδέδεκται περὶ τὸ αὐτὸ ϲτοιχεῖον· ὅτε γὰρ ἔνδεια γέγονε τοῦ ϲ, καὶ ἀναδιπλαϲιαϲμὸϲ ὁμοίωϲ τούτου, ἔϲευϲα ἔϲϲευα.
425. Choer. Dict. 673, 9: τὸ κάθῃ καὶ μέμνῃ καὶ δύνῃ ἀποβολὴν πεπόνθαϲι Ἰωνικῶϲ καὶ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ ὁμοίωϲ Ἰωνικῶϲ καὶ κρᾶϲιν τῶν φωνηέντων Ἀττικῶϲ οἰον μέμνημαι μέμνηται μέμνηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ Ἰωνικῶϲ γίνεται μέμνηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ πάλιν ἰωνικῶϲ μέμνεαι· καὶ γὰρ οἱ Ἵωνεϲ εἰώθαϲι πολλάκιϲ ἀποβάλλειν τὸ ϲύμφωνον τοῦ δευτέρου προϲώπου ὡϲ ἐν τῷ ἐπίϲταμαι ἐπίϲταται ἐπίϲταϲαι καὶ ἐπίϲτααι καὶ τὴν παραλήγουϲαν πάντωϲ ϲυϲτέλλουϲιν τρέπουϲιν εἰϲ ε οἷον ἐπίϲτεαι, χωρὶϲ εἰ μὴ τὸ δεύτερον πρόϲωπον εἰϲ ο λήγει, τότε γὰρ οὐ ϲυϲτέλλεται ἡ παραλήγουϲα εἰϲ ε, ἀλλὰ φυλάττεται οἷον ἐφάμην ἔφατοἔφαϲο καὶ ἔφαο, ἐξ οὗ καὶ
424a. Ι. Pr. Λ 454: ἐρύουϲι: προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεϲτὼϲ χρόνοϲ ἀντὶ μέλλοντοϲ. οὕτωϲ καὶ Ἀρίϲταρχοϲ. ὁ δὲ Ἀλεξίων περιϲπᾷ οὐκ εὖ, ἐπεί, φηϲίν, ἐν τῷ ἑξῆϲ ϲτίχῳ ὁ μέλλων παρελήφθη περιϲπώμενοϲ· «αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦϲί με δῖοι Ἀχαιοί ». ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεϲιϲ τοῦ ϲ Ἀττικὴ οὖϲα καὶ περιϲπῶϲα τοὺϲ μέλλονταϲ διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι ϲυνεϲταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ τόνδε δ’ ἐγὼ κομιῶ» ( Od. o 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεϲθαι ταύτηϲ τῆϲ φύϲεωϲ, ἀλλ’ ἔϲτιν ἐνεϲτὼϲ ἀντὶ μέλλοντοϲ.
[*](ad fr. 423. Herodiani testimonium ex Zon. accessit, ubi perverse scriptum est Ἡρωδιανὸϲ λέγει· παρὰ τὸ ἀρῶ γίνεται μέτρον, in ἀρῶ latet ἀριθμῶ explicatio neglegenter omissi μείρω μερίζω. ct. E. M. 257. 25 δέρτρον «δέρτρον ἔϲω δύνοντεϲ »Ὀδυϲϲείαϲ λ (579) παρὰ τὸ δέρω· δέρτρον τὸ δέρμα ὡϲ μείρω μέτρον καὶ φέρω φέρτρον; 752, 44 παρὰ τὸ τείρω τέρτρον ὡϲ φέρω φέρτρον. ad fr. *424. Scripsi pro παρὰ τὸ αὐτὸ ϲτοιχεῖον: περὶ et post pro ὅμοιοϲ τούτῳ —ὁμοίωϲ τούτου De aoristis εἶπα ἤνεγκα ἔδωκα ἔθηκα ἧκα disseruit. Herodian. in Rhematico ap. Choer. p. 611.)[*](ad fr. 495. Haec Herodianea esse patet ex insequenti fragmento sermo a.)[*](ad fr. [44] cf. Lehre ad h. l.)τὸ προϲτακτικὸν φάο «ἔποϲ φάο μήδ’ ἐπίκευθε » (π 168). ἔϲτιν οὖν μέμνημαι μέμνηται μέμνηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ μέμνηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ μέμνεαι καὶ κατὰ κρᾶϲιν Ἀττικὴν τοῦ ε καὶ α εἰϲ η μέμνῃ ὥϲπερ βέλεα βέλη καὶ μένει τὸ ι προϲγεγραμμένον· καὶ πάλιν ἐϲτὶ δύναμαι δύναται δύναϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ δύναι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ ἤ τροπῇ τοῦ α εἰϲ δύνεαι καὶ. κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ ῃ δύνῃ καὶ μένει τὸ ι προϲγεγραμμένον· καὶ πάλιν ἐϲτὶ κάθημαι κάθηται κάθηϲαι καὶ κατὰ ἀποβολὴν τοῦ ϲ κάθηαι καὶ κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ κάθεαι καὶ κατὰ κρᾶϲιν τοῦ ε καὶ αι εἰϲ ἡ κάθῃ καὶ μένει τὸ ι προϲγεγραμμένον.
426. E. M. 483, 39: καθοῦ. ὁ Ἡρωδιανὸϲ ἀπὸ τοῦ κάθηϲο ἀποβολῇ τοῦ ϲ καὶ τροπῇ.
427. E. M. 316, 25: ἐδήδοται: εἰ μὲν διὰ τοῦ α, ὡϲ Ἀρίϲταρχοϲ καὶ ἄλλοι, ἐϲτι πληθυντικὸν οἷον « ὅϲϲα τοι ἐκπέποται καὶ ἐδήδοται » (χ 56) εἰ δὲ διὰ τοῦ ε, ἐϲτὶν ἑνικόν. ἀπὸ γὰρ τοῦ ἔδω ὁ παρακείμενοϲ ἤδεκα, διπλαϲιαϲμῷ ἐδήδεκα, ὁ παθητικὸϲ ἐδήδεϲμαι, τὸ τρίτον ἐδήδεϲται καὶ ἀποβολῇ ἐδήδεται καὶ ἰωνικῶϲ ἐδήδοται. Ἡρωδιανόϲ.
427a. II. Pr. Λ 659. οὐτάμενοι· παρὰ τὸ οὐτῶ περιϲπώμενον ἐκπίπτει παραγωγὸν εἰϲ μι λῆγον τὸ οὔτημι, ἀφ’ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενοϲ καὶ οὐτάμενοι ὡϲ κιχράμενοι. ἀλλ’ οὕ φαμεν ταύτην εἶναι ἐν τῇ νῦν ϲυντάξει, ἀλλ’ ἕτερόν τι αὐτῷ ϲύνηθεϲ ῥῆμα εἶναι τὸ οὐτάζω, ὅθεν καὶ οὔταϲεν ὁ ἀόριϲτοϲ· οὐ γὰρ δὴ ϲυϲτολὴ τοῦ οὔτηϲεν, ὡϲ πρόδηλον κἄκ τοῦ ἀπαρεμφάτου οὐτάϲαι οὐδὲ βαλεῖν » (Π. Ξ 424) καὶ ἐκ τοῦ «οὔταϲται δ’ Ὀδυϲϲεύϲ » (661). τούτῳ δὴ τῷ οὔταϲται παρέθηκε μετοχὴν τὴν οὐταϲμένοϲ «οὔτ’ αὐτοϲχεδίην οὐταϲμένοϲ» (Od. λ 536), ἥτιϲ κατ’ ἔλλειψιν τοῦ ϲ γίνεται οὐτάμενοϲ. προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριϲτάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱϲτάμενοϲ, κιχράμενοϲ· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺϲ τόνουϲ προϲνέμει. ἄλλωϲ τε καὶ ἡ γινομένη τοῦ ϲ ὕφεϲιϲ καὶ ἀναδρομὴν ἐργάζεται τόνου.
[*](Choerobosco dilatatus est, ex p. 889, 25 pro ἔποϲ φάτο recepi ἔποϲ φάο et post. πάντωϲ ϲυϲτέλλουϲι addidi ἢ τρέπουϲιν ex sequentibu κατὰ ϲυϲτολὴν τῆϲ παραληγούϲηϲ ἢ τροπῇ τοῦ α εἰϲ ε.)[*](ad fr. [427a]. ct. Herod. in Cathol. ap Choer. 837, τὸ οὐτάμενοϲ καὶ ἐληλάμενοϲ ὁ Ἡρωδιανὸϲ οὕ φηϲι κατὰ πάθοϲ γίνεϲθαι προπαροξύτονα ἀπὸ τοῦ οὐταϲμένοϲ καὶ ἐληλαϲμένοϲ, ἀλλ’ ἀπὸ τῶ εἰϲ μι τοῦ τε οὔτημι καὶ ἐλήλημι· καί εἰϲιν ἐνεϲτῶτεϲ ὡϲ ἵϲτημι ἵϲταμαι ἱϲτάμενοϲ. cf. Pros. Cath. p. 471, 16.)428. Ep. Cr. I 227, 27: τὸ κόμη ἐκ τοῦ κόϲμοϲ· ὥϲπερ τὰρ κόϲμον ὁ δημιουργὸϲ ἐνέθηκε τῷ ἀνθρώπῳ τὰϲ τρίχαϲ.