Περὶ παθῶν
Aelius Herodianus
Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
339. Choer. 832, 22: οἱ Ἀθηναῖοι τὸ ι τὸ ἐν διφθόγγῳ ἀποβάλλειν πεφύκαϲιν οἰον κλαίω κλάω, ποιῶ ποῶ καὶ τὸ τετυφυῖα καὶ γεγραφυῖα τετυφῦα γεγραφῦα λέγουϲιν.
340. E M. 638, 54: οὖαϲ ϲημαίνει τὸ οὖϲ. παρὰ τὸ αὕω τὸ φωνῶ γίνεται αὐαϲ· καὶ τροπῇ τοῦ α εἰϲ ο οὖαϲ, τὸ τῆϲ φωνῆϲ ἀντιληπτικὸν αἰϲθητήριον. κλίνεται οὔατοϲ ὡϲ δέραϲ δέρατοϲ· ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῦ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὤϲ. τὸ δὲ ἀμφῶεϲ νεοτευχὲϲ παρὰ Θεοκρίτῳ (Ι 28) γίνεται οὕτωϲ· ὡϲ παρὰ τὸ οὖδαϲ γίνεται τὸ οὖδοϲ καὶ παρὰ τὸ γῆραϲ γῆροϲ καὶ παρὰ τὸ κῶαϲ κῶοϲ, οὕτω καὶ παρὰ τὸ ὦαϲ ὦοϲ. εἶτα πάλιν .ὥϲπερ παρὰ τὸ εἰδὸϲ εὐειδήϲ, γένοϲ εὐγενήϲ, οὕτω καὶ παρὰ τὸ ὦοϲ γίνεται ἀμφωήϲ. ἀπὸ γὰρ τῶν εἰϲ αϲ οὐ γίνεται ϲύνθετον εἰϲ ηϲ, ἀλλὰ ἀπὸ τῶν εἰϲ οϲ. περὶ ταθῶν.
341. Choer. 248, 21: τὸ πόϲ οἰον «ῷ πὸϲ ἄγ’ ἱεμένοιϲιν» ἀπὸ τοῦ πούϲ γέγονε κατὰ ἀποβολὴν τοῦ ῦ καὶ τὸ ἀελλόποϲ οὐκ ἔϲτι φύϲει εἰϲ οc, ἀελλόπουϲ γὰρ ἦν, καὶ κατὰ ἀποβολὴν τοῦ υ ἀελλόποϲ γέγονεν.
341. Ep. Cr. I 122, 25: δοῦραϲ ἡ γενικὴ δούρατοϲ καὶ ἐν ϲυγκοπῇ δουρόϲ, ὑφέϲει τοῦ ῦ δορόϲ
339a. Theogn. 49, 30: τὰ εἰϲ ιιοϲ λήγοντα δύο ἐϲτίν, υἱόϲ καὶ γυιόϲ. ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ ῖ γράφουϲιν.
[*](ad fr. *339. cf. Lob. El. 11 25.)[*](ad fr. 340. Locum sic exhibui, ut emendatus est a Lehrsio ad Mon. p. 46. cf. Mustath. 1896, 5: ἰϲτέον ὅτι τὸ οὔατα Ἰωνικὴν ἐπένθεϲιν ἔχει τοῦ ὕ. εὐθέα γὰρ αὐτοῦ ἑνικὴ ὄαϲ καθ’ Ἡρωδιανὸν ὡϲ φόαϲ, διὸ καὶ ϲυναιρεθέντα εἰϲ φῶϲ καὶ ὡϲ, ἀ δὴ μόνα ἐν οὐδετέροιϲ εἰϲ ωϲ λήγει, διὰ τοῦ κλίνεται. cf. Lob. EI. II 107.)[*](ad fr. 341. Poetae verba praobui, ut Lobeckius Parali. 86 scribenda proposuit pro ὡϲ πὸϲ ἔχει μαινομένοιϲι. Cuodl Lobeckiuιs arbitratur Herodianum in E. Gud. 352, 31 et ap. Theogn. An. Cr. II 135 negare omnino vocabula monosyllaba in oc reperiri, non verum est, epitomatores parum accnrate excerpserunt. Herodianus sic fere dixerat: εἰϲ οϲ ὄνομα μονοϲύλλαβον οὐκ ἔϲτιν εὑρεῖν, τὸ γὰρ πόϲ γέγονε κατὰ ἀποβολὴν τοῦ ῦ. Choeroboscus autem genuinro Herodiani sententiam refert.)[*](ad fr. *341 2. Particulam eius adnotamenti, quod Lchrsius ad Mon. p. 118 emendavit et illustravit, hic posui, reliqua satius est ad librum περὶ κλίϲεωϲ ὀνομάτων relegare.)αἱ δὲ παρὰ ρύφωνι εὐθεῖαι δόρ καὶ δούρ, ἀφ’ οὖ δορόϲ κοὶ δουρόϲ, κακίζονται.
342. Theogn. 88, 9: ὄλβοϲ παρὰ τὸ ὅλοϲ κεὶ πλεοναϲμῷ τοῦ βὄλβοϲ. οὕτωϲ Ἡρωδιανὸϲ περὶ παθῶν.
343. E. M. 204, 28: βόλιτον. βόλβιτον δὲ ωνεϲ οἵ τε ἄλλοι καὶ Ἱππῶναξ οἱον «βολβίτου καϲιγνήτην », εἰτα «ναὶ τὸν Ποϲειδῶ καὶ βολίτινον θάτερον » (Arist. Han. 295) κατὰ παραγωγήν· πλεοναϲμῷ τοῦ β.
342a. Chocr. Dict. 572, 18. ἡ ει δίφθογγοϲ καὶ ἡ ϲυ δίφθογγοϲ ἀποβάλλουϲιν ἐπὶ τοῦ Ἀττικοῦ παρακειμένου τὸ προτακτικὸν φωνῆεν τοῦτ’ ἔϲτι τὸ ε καὶ φυλάττει ἡ μὲν ει δίφθογγοϲ τὸ ι, ἡ δὲ ευ τὸ ῦ οἰον. ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω λευθα ἐλήλυθα, ἡ δὲ ου δίφθογγοϲ τὸ ὑποτακτικὸν ἀποβάλλει, τοῦτ’ ἐϲτι τὸ κ καὶ φυλάττει τὸ ο οἶον ἀκούω ἤκουα καὶ ἀκήκοα, ἐπειδὴ οἱ Ἀττικοὶ μᾶλλον τὸ ο χαίρουϲιν ἤπερ τὸ ε καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ε εἰϲ ο τρέπουϲι κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντεϲ καὶ πάλιν ἐπὶ τοῦ ἀγήοχα τὸ ο ἐπλεόναϲε καὶ οὐχὶ τὸ ἑ καὶ πάλιν ἔϲτιν έδω ἤδεκα ἐδήδεκα ἐδήδοκα καὶ ἐνέγκω ἤνεχα καὶ ἐνήνεχα καὶ ἐνήνοχα.
342b. Mon. 7, 25. τὸ οὐρανόϲ Ἀλκαῖοϲ ἀποφαίνεται λέγων καὶ ἄνευ τοῦ υ ὀρανόϲ. — καὶ Ϲαπφώ·