Περὶ παθῶν
Aelius Herodianus
Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
326a. Ιo. Alex. 15, 25: αἱ εἰϲ εϲ λήγουϲαι εὐθεῖαι πληθυντικαὶ οὐδέποτε ὀξύνονται Πάριδεϲ μῆνεϲ Αῖαντεϲ χωρὶϲ εἰ μὴ ἐκ πάθουϲ εἰεν διὰ τὸ βιοπλανέϲ «ο τε βιοπλανὲϲ ἀγρὸν ἐπ’ ἀγροῦ φοιτῶϲιν » (Callim.) καὶ τὸ ἐπιτηδέϲ «ἐϲ δ’ ἐρέταϲ ἐπιτηδὲϲ ἀγείρομεν » (Α 142).
327a. Arcad.38, 24: τὰ διὰ τοῦ αλεοϲ παραγωγὰ ὑπὲρ τρεῖϲ ϲυλλαβάϲ ἐϲτι καὶ παροξύνεται χωρὶϲ εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματοϲ οἱον νηφαλέοϲ, αὐαλέοϲ, ϲμερδαλέοϲ, θαρϲαλέοϲ· πρόϲκειται εἰ μὴ ἔχη ἔνδειαν τοῦ ι ἀπὸ κτητικοῦ ὀνόματοϲ διὰ τὸ δαιδάλειοϲ δαιδάλεοϲ, κονιϲάλειοϲ κονιϲάλεοϲ· ὅϲα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατ’ ἔνδειαν τοῦ ῖ, καὶ προπαροξύνονται, Ἀγαμεμνόνεοϲ, Ἑκτόρεοϲ, Νεϲτόρεοϲ, τέλεοϲ, χάλκεοϲ, χρύϲεοϲ.
[*](ad fr. *326. cf.. Ahrens de dialecto Doric. p. 173 cum not. 2.)[*](ad fr. *327, cf. Ιl. Pros. Θ 217, quem locum in adnotatione ad fr. 324 sttuli. Alii ac fortasse Herodianus ipse alio loco hanc ellipsin Aeolicum nominaverunt: Ep. Cr. I 436, 24: χρύϲεοϲ: ἀποβάλλει τὸ ι τῆϲ ει διφθόγγου τὰ διὰ τοῦ ειοϲ κτητικὰ ὑπὲρ δύο ϲυλλαβὰϲ οἱ Αίολεῖϲ διὰ τοῦ εοϲ προφέρουϲιν οἶον φλόγειοϲ φλόγεοϲ, ϲιδήρειοϲ ϲιδήρεοϲ, χάλκειοϲ χάλκεοϲ, χρύϲειοϲ χρύϲεοϲ. ad fr. *329. Etiam aliis locis St. B. huius afectionis meminit: 409, 15 Λαμπcτεια. τὸ ἐθνικὸν δύναται καὶ Λαμπειάτηϲ καὶ δίχα τοῦ i; in quibusdam nominibus cum ellipsi etiam tropo vocalis ἀ in ω coniuncta est Ἡράκλεια Ἡρακλειώτηϲ καὶ Ἡρακλεώτηϲ p. 304, 3. Huius generis exempla proponam in ea parte, quae est de trope vocalium.)[*](ad fr. [326a]. Ab hoc anomalo ἐπιτηδέϲ diserte distinguit lo. Al. 30, 15 adverbialo ἐπίτηδεϲ. τὸ ἐπιτηδέϲ ὀνοματικῶϲ ὀξυνόμενον, ἐπιρρηματικῶϲ προποροξυνόμενον cf. Eustath. 67, 36, Choer. Dict. 447, 10, Lob. El. 1 264.)[*](ad fr. [327 a]. ef. Mon. 4, 12, ubi diserte τὸ δαιδάλεοϲ καὶ κονιϲάλεοϲ κτητικῇ Ἰωνικῇ ἐϲτιν ἐνδείᾳ τοῦ ι ὁμοίωϲ καὶ Ἑκτόρεοϲ καὶ Νεϲτόρεοϲ.)330. St. B.374, 9: Μύρλεια: τὸ ἐθνικὸν Μύρλεανόϲ καθ’ ὕφεϲιν τοῦ ι.
331. Choer. 629, 29. ἡ ει δίφθογγοϲ ἐν τῷ δευτέρῳ ἀορίϲτῳ ἀποβάλλει τὸ ε καὶ φυλάττει τὸ ι, λείπωἔλιπον, πείθω ἔπιθον, λείβω ἐλιβον χωρὶϲ τῶν διϲυλλάβων τῆϲ ε′ ϲυζυγίαϲ οἷον κείρω κερῶ ἔκαρον, ἐξ οὖ τὸ ἐκάρην, φθείρω φθερῶ ἐφθάρην.
332. Choer. Dict. 606, 14: τὸ ἐτετύφεϲαν λέγουϲιν οἱ ωνεϲ ἄνευ τοῦ ι κατὰ τὴν παραλήγουϲαν καὶ ἐγεγράφεϲαν καὶ ἐπὶ τῶν λοιπῶν ὡϲαύτωϲ, οἰϲτιϲι καὶ οἱ Ἀττικοὶ πολλάκιϲ ἀκολουθοῦϲιν ἐπεποιήκεϲαν λέγοντεϲ· ὁ δὲ κανὼν ταῦτα πάντα μετὰ τοῦ ι ἀπαιτεῖ οἶον ἐπεποιήκειϲαν, ἐγεγράφειϲαν διὰ τῆϲ ει διφθόγγου, ἐπειδὴ ἐκ τοῦ ἐτετύφειμεν καὶ ἐπεποιήκειμεν καὶ ἐγεγράφειμεν διὰ τῆϲ εἰ διφθόγγου τροπῇ τῆϲ μὲν εἰϲ ϲάν γίνονται.
333. Choer. Dict. 527, 33: τὸ ὀψείω ὅπερ ϲημαίνει τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆϲαι, ὀφεῖλον εἶναι ἐν τῷ παρατατικῷ ὤψειον διὰ τῆϲ εἰ διφθόγγου ἐγένετο ὤψεον παρὰ Ϲώφρονι κατ’ ἀποβολὴν τοῦ ι οἰον
334. Ep. Cr. I 367, 13: ποίη: ὅτε τὸ ο μόνον ἔχει, οὐκέτι τὸ α τὸ γὰρ ο τὸ η αἰτεῖ οἷον ὀγδόη Θόη πνόη· ἐὰν γὰρ λέγῃϲ διὰ τοῦ α ὀγδόα, Δωρίζειϲ· τὸ ϲτοά οὐχ ὑγιῶϲ ἔχει τὸ ο ἢ γὰρ Δώριόν ἐϲτι ἢ ἐλλείπει τὸ ι, καὶ δῆλον τὸ γὰρ περίϲτοιον τὸ ι ἔχει· ποία οὖν ἐϲτιν, οὐ πόα ἡ γὰρ οἱ δίφθογγοϲ αἰτεῖ τὸ α οἱον ἀλλοῖοϲ ἀλλοία,
332a. Arcad. 148, 13: πᾶν ῥῆμα βαρύνεται ἢ περιϲπᾶται, γράφω, τύπτω, ποιῶ, βοῶ. ὀξύνεται δὲ οὐδέποτε κατὰ τὴν κοινὴν ϲυνήθειαν, εἰ μὴ παρὰ Δωριεῦϲι τὰ ϲυνῃρημένα ἀπαρέμφατα εἰϲ εἰν ἀφαιρέϲει τοῦ ι ποιέν ἀντὶ τοῦ ποιεῖν, δαϲμοφορέν ἀντὶ τοῦ δαϲμοφορεῖν.
[*](ad fr. *334. Hoc Herodianeum esse et res probat et dictio. Nam Herodiano consuetum est praecepta sua quasi ad praesentem quendam auditorem pronunciare cf. e. g. E. M. 663, 54 Περίηρϲ fr. 239. S hoc loco ubi in ϲτοά i deficere dicitur Herodianus secum ipso ap. Arcad. 100, 13 τὰ ἐν ἐπενθέϲει ὀξύνεται, ϲτοιά ϲτοά, ῥοιά ῥοά dissentire videtur, hoc sic expediendum arbitror, ut ap. Arcadium ad originem, hoc loco ad usum spectaverit. Atque ut de ῥῳδιόϲ (fr. 13) dixit ad originem integrum , ad usum affectum esse, sie pronunciare potuit, t in ϲτοιά non origine insitum esse , sed usu huic voci ita inhaerere, ut species ϲτοά pro eliiptica habenda sit. F ortasse ex Herodiano fluxit notatio in E. Or. 83, 11)[*](ad fr. [332 a]. ef.Choer. 496, 1 τοιοῦτοι δέ εἰϲιν οἴ Δωριεῖϲ, λέγω δὴ πολλάκιϲ εὑρίϲκονται ἀποβάλλοντεϲ τῆϲ εἰ διφθόγγου τὸ ι οἱον ϲυρίζειϲ ϲυρίϲδεϲ ὡϲ παρὰ Θεοκρίτῳ «εἁδὺ δὲ καὶ τὺ ϲυρίϲδεϲ». E. M. 249, 29.)ὅμοιοϲ ὅμοία· ποία ἄρα· ἐὰν οὖν λέγῃϲ πόα, ἔλλειψίϲ ἐϲτι τοῦ ι ὡϲ τὸ χροία χρόα.
335. E. M. 679, 25: ποιῶ: ἰϲτέον ὅτι οἱ Ἀθηναῖοι ἀποβάλλουϲι τὸ λέγοντεϲ ποῶ· κεὶ ἀποροῦϲί τινεϲ λέγοντεϲ ὅτι, εἰ ἄρα οἱ Ἀθηναῖοι ἐν τῷ κλαίω καὶ καίω ἀποβάλλοντεϲ τὸ ῖ ἐκτείνουϲι τὸ δίχρονον, διατί καὶ ἐν τῷδε ἀποβάλλοντεϲ τὸ ι οὐκ ἐκτείνουϲι τὸ ο εἰϲ τὸ ῶ. καὶ ἔϲτιν εἰπεῖν, ὅτι οἱ Ἀθηναῖοι ἀποβάλλοντεϲ τὸ ῖ τὸν αὐτὸν τόνον φυλάττουϲιν ἐν τῷ κλάω κάω· τὸ δὲ ποιῶ καὶ μετὰ τὴν ἀποβολὴν τοῦ ῑ ἀναγκάζεται περιϲπᾶϲθαι· εἰ δὲ ἐξετάθη τὸ ο εἰϲ τὸ ῶ, οὐκ ἠδύνατο περιϲπᾶϲθαι· τὰ γὰρ διὰ τοῦ ωῶ μὴ ἔχοντα ὀνόματα προῦποκείμενα βαρύνονται· μὴ ἔχοντα δὲ ὀνόματα εἶπον διὰ τὸ ἐρωῶ. λέγουϲι δέ τινεϲ, ὅτι οὐ πάντωϲ οἱ Ἀθηναῖοι ἀποβάλλοντεϲ τὸ ι καὶ τὸν αὐτὸν τόνον φυλάττουϲιν· ἰδοὺ γὰρ τὸ χροιά γινόμενον παρ’ αὐτοῖϲ κατὰ ἀποβολὴν τοῦ ι βαρύνεται· ἔϲτι δὲ εἰπεῖν, ὅτι οὐκ ἐγένετο ἀπὸ τοῦ χροιά ὀξυτόνου, ἀλλ’ ἀπὸ τοῦ χροία βαρυτόνου· καὶ γὰρ τὸ χροιά χροία λέγεται βαρυτόνωϲ· ἢ ἀπὸ τοῦ χροῦϲ χροόϲ γέγονεν ἡ χρόα Ἀττικῶϲ καὶ ἐκεῖθεν χροιά ἐν ὀξείᾳ τάϲει.
336. E.M. 281 ,33, Ζon. 565: δοάϲϲατο παρὰ τὸ δοιόϲ δοιάζω ὡϲ ῖπποϲ ἱππάζω, λίθοϲ λιθάζω. ὁ μέλλων δοιάϲω ἐδοιαϲάμην ἐδοιάϲατο καὶ πλεοναϲμῷ τοῦ ϲ Αἰολικῶϲ ὡϲ ἔϲεται ἔϲϲεται ἐδοιάϲϲατο καὶ ἀποβολῇ τοῦ ι δοάϲϲατο. οὕτωϲ Ἡρωδιανόϲ.
337. Choer. 772,2. Ὥϲπερ ἐν ταῖϲ εἰϲ ω ληγούϲαιϲ δοτικαῖϲ οὐ προϲγράφουϲιν οἱ Αἰολεῖϲ τὸ ι οἰον μήρω ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκιϲ ἀποβάλλουϲι τὸ ι. ἔϲτι γὰρ λάχοιμι λάχοιϲ λάχοι· τοῦτο γίνεται Ἀττικῶϲ λαχοίη κατὰ πλεοναϲμὸν τοῦ η καὶ προϲθήκῃ τοῦ ϲ τὸ δεύτερον λαχοίηϲ καὶ τροπῇ τοῦ ϲ εἰϲ τὸ ν λαχοίην ὥϲπερ ἐτύφθη ἐτύφθηϲ ἐτύφθην, καὶ ἀποβάλλουϲιν οἱ Αἰολεῖϲ τὸ ῖ καὶ λέγουϲι λαχόηϲ.
338. St. B. 284, 3. Εὔβοια: τὸ ἐθνικὸν ὐβοιεύϲ καὶ ὐβοιϲ τὸ θηλυκόν· καὶ Εὐβοεύϲ χωρὶϲ τοῦ ι, καίτοι τὰ ἀπὸ τῶν εἰϲ α παραγόμενα εἰϲ ευϲ φυλάττει τὴν παραλήγουϲαν. διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προυπ- [*](eo loco posita, ubi sedes Herodianeorum praeceptorum: κολεόϲ παρὰ τὸ κεκοιλάνθαι ἤτοι κοιλανθῆναι.) [*](ad fr. *335. Hoc ab Hlorodiano protectum esse docta explanatio ostendit. de barytonesi verborum in ω cf. Theogn 142, 17 (Pros. Cath. 456, 24, ubi in fine canonis ex hoc loco addas καὶ τοῦ ἐρωῶ ἀπὸ τοῦ ἐρωή); χροία χρόα hoc accentu etiam ap. Arcadiam p. 100, 12 proforuntur (Pros. Cath. 301, 21). Caeterum pro διατί καὶ ὦδε scripsi καὶ ἐν τῷδε.) [*](ad fr. 336. In fine hae ineptiae, quas omisi, exstant: ἄλλοι δὲ ἀπὸ τοῦ δοκῶ δοκάζω δοκάϲϲατο ἀποβολῇ τοῦ κ ὤύϲτε οἱ μὲν ἔλλειψιν τοῦ v, οἱ δὲ τοῦ ι, ἵνα μὴ παρ’ ἄλλου ὡϲ καινὸν ἀκούϲῃϲ.) [*](ad fr. *338. cf. Lob. El. IΙ 20 et 140.)
339. Choer. 832, 22: οἱ Ἀθηναῖοι τὸ ι τὸ ἐν διφθόγγῳ ἀποβάλλειν πεφύκαϲιν οἰον κλαίω κλάω, ποιῶ ποῶ καὶ τὸ τετυφυῖα καὶ γεγραφυῖα τετυφῦα γεγραφῦα λέγουϲιν.
340. E M. 638, 54: οὖαϲ ϲημαίνει τὸ οὖϲ. παρὰ τὸ αὕω τὸ φωνῶ γίνεται αὐαϲ· καὶ τροπῇ τοῦ α εἰϲ ο οὖαϲ, τὸ τῆϲ φωνῆϲ ἀντιληπτικὸν αἰϲθητήριον. κλίνεται οὔατοϲ ὡϲ δέραϲ δέρατοϲ· ἐκ δὲ τούτου γίνεται κατὰ ἀποβολὴν τοῦ ῦ ὄαϲ καὶ κατὰ κρᾶϲιν οὖϲ καὶ κατὰ Δωριεῖϲ ὤϲ. τὸ δὲ ἀμφῶεϲ νεοτευχὲϲ παρὰ Θεοκρίτῳ (Ι 28) γίνεται οὕτωϲ· ὡϲ παρὰ τὸ οὖδαϲ γίνεται τὸ οὖδοϲ καὶ παρὰ τὸ γῆραϲ γῆροϲ καὶ παρὰ τὸ κῶαϲ κῶοϲ, οὕτω καὶ παρὰ τὸ ὦαϲ ὦοϲ. εἶτα πάλιν .ὥϲπερ παρὰ τὸ εἰδὸϲ εὐειδήϲ, γένοϲ εὐγενήϲ, οὕτω καὶ παρὰ τὸ ὦοϲ γίνεται ἀμφωήϲ. ἀπὸ γὰρ τῶν εἰϲ αϲ οὐ γίνεται ϲύνθετον εἰϲ ηϲ, ἀλλὰ ἀπὸ τῶν εἰϲ οϲ. περὶ ταθῶν.
341. Choer. 248, 21: τὸ πόϲ οἰον «ῷ πὸϲ ἄγ’ ἱεμένοιϲιν» ἀπὸ τοῦ πούϲ γέγονε κατὰ ἀποβολὴν τοῦ ῦ καὶ τὸ ἀελλόποϲ οὐκ ἔϲτι φύϲει εἰϲ οc, ἀελλόπουϲ γὰρ ἦν, καὶ κατὰ ἀποβολὴν τοῦ υ ἀελλόποϲ γέγονεν.
341. Ep. Cr. I 122, 25: δοῦραϲ ἡ γενικὴ δούρατοϲ καὶ ἐν ϲυγκοπῇ δουρόϲ, ὑφέϲει τοῦ ῦ δορόϲ
339a. Theogn. 49, 30: τὰ εἰϲ ιιοϲ λήγοντα δύο ἐϲτίν, υἱόϲ καὶ γυιόϲ. ταῦτα δὲ οἱ Ἀττικοὶ ἄνευ τοῦ ῖ γράφουϲιν.
[*](ad fr. *339. cf. Lob. El. 11 25.)[*](ad fr. 340. Locum sic exhibui, ut emendatus est a Lehrsio ad Mon. p. 46. cf. Mustath. 1896, 5: ἰϲτέον ὅτι τὸ οὔατα Ἰωνικὴν ἐπένθεϲιν ἔχει τοῦ ὕ. εὐθέα γὰρ αὐτοῦ ἑνικὴ ὄαϲ καθ’ Ἡρωδιανὸν ὡϲ φόαϲ, διὸ καὶ ϲυναιρεθέντα εἰϲ φῶϲ καὶ ὡϲ, ἀ δὴ μόνα ἐν οὐδετέροιϲ εἰϲ ωϲ λήγει, διὰ τοῦ κλίνεται. cf. Lob. EI. II 107.)[*](ad fr. 341. Poetae verba praobui, ut Lobeckius Parali. 86 scribenda proposuit pro ὡϲ πὸϲ ἔχει μαινομένοιϲι. Cuodl Lobeckiuιs arbitratur Herodianum in E. Gud. 352, 31 et ap. Theogn. An. Cr. II 135 negare omnino vocabula monosyllaba in oc reperiri, non verum est, epitomatores parum accnrate excerpserunt. Herodianus sic fere dixerat: εἰϲ οϲ ὄνομα μονοϲύλλαβον οὐκ ἔϲτιν εὑρεῖν, τὸ γὰρ πόϲ γέγονε κατὰ ἀποβολὴν τοῦ ῦ. Choeroboscus autem genuinro Herodiani sententiam refert.)[*](ad fr. *341 2. Particulam eius adnotamenti, quod Lchrsius ad Mon. p. 118 emendavit et illustravit, hic posui, reliqua satius est ad librum περὶ κλίϲεωϲ ὀνομάτων relegare.)αἱ δὲ παρὰ ρύφωνι εὐθεῖαι δόρ καὶ δούρ, ἀφ’ οὖ δορόϲ κοὶ δουρόϲ, κακίζονται.
342. Theogn. 88, 9: ὄλβοϲ παρὰ τὸ ὅλοϲ κεὶ πλεοναϲμῷ τοῦ βὄλβοϲ. οὕτωϲ Ἡρωδιανὸϲ περὶ παθῶν.
343. E. M. 204, 28: βόλιτον. βόλβιτον δὲ ωνεϲ οἵ τε ἄλλοι καὶ Ἱππῶναξ οἱον «βολβίτου καϲιγνήτην », εἰτα «ναὶ τὸν Ποϲειδῶ καὶ βολίτινον θάτερον » (Arist. Han. 295) κατὰ παραγωγήν· πλεοναϲμῷ τοῦ β.
342a. Chocr. Dict. 572, 18. ἡ ει δίφθογγοϲ καὶ ἡ ϲυ δίφθογγοϲ ἀποβάλλουϲιν ἐπὶ τοῦ Ἀττικοῦ παρακειμένου τὸ προτακτικὸν φωνῆεν τοῦτ’ ἔϲτι τὸ ε καὶ φυλάττει ἡ μὲν ει δίφθογγοϲ τὸ ι, ἡ δὲ ευ τὸ ῦ οἰον. ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω λευθα ἐλήλυθα, ἡ δὲ ου δίφθογγοϲ τὸ ὑποτακτικὸν ἀποβάλλει, τοῦτ’ ἐϲτι τὸ κ καὶ φυλάττει τὸ ο οἶον ἀκούω ἤκουα καὶ ἀκήκοα, ἐπειδὴ οἱ Ἀττικοὶ μᾶλλον τὸ ο χαίρουϲιν ἤπερ τὸ ε καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ε εἰϲ ο τρέπουϲι κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντεϲ καὶ πάλιν ἐπὶ τοῦ ἀγήοχα τὸ ο ἐπλεόναϲε καὶ οὐχὶ τὸ ἑ καὶ πάλιν ἔϲτιν έδω ἤδεκα ἐδήδεκα ἐδήδοκα καὶ ἐνέγκω ἤνεχα καὶ ἐνήνεχα καὶ ἐνήνοχα.