Περὶ παθῶν

Aelius Herodianus

Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

288c. Arcad. 200), 9: ἴωϲ ἀντὶ τοῦ ἕωϲ.

288d. Arcad. 44, 28: τὸ φατειόϲ κατὰ πλεοναϲμὸν ἔϲχε τὴν δίφθογγον.

[*](νοϲ ὁ παρακείμενοϲ καὶ ἀπὸ βραχείαϲ et p. 574,18 nddiιur: λέγωλέλεχα λέλεγμαι εἴλεγμαι.)
270

290. An. Ox. I 370, 4, Par. III 344,18, E. Gud. 456, 1, E.M. 668, 20, Eustath. 101, 5: Πειρίθοοϲ: διὰ τῆϲ εἰ διφθόγγου, ὅττι ὁ ζεὺϲ ὁμοιωθεὶϲ Τππῳ περιέτρεχε μητέρα τούτου Δῖαν καὶ οὕτωϲ ϲυνεγένετο αὐτῇ καὶ ἐκεῖθεν οὖτοϲ ἐτέχθη· παρὰ οὖν τὸ περιθέειν γέγονε Περίθοοϲ καὶ ἐν πλεοναϲμῷ τοῦ ῑ Πειρίθοοϲ. ἄλλωϲ τε ἐπειδὴ οἱ Δωριεῖϲ ηρίθουϲ λέγουϲι διὰ τοῦ η ἔθοϲ δὲ ἔχουϲι τὴν εἰ δίφθογγον εἰϲ η τρέπειν ὡϲ πολλάκιϲ εἴρηται οον πλείων πλήων καὶ μείων μήων. ἰϲτέον δὲ ὅτι κατὰ δύο τρόπουϲ τοῦτο ἡμάρτηται· πρῶτον μὲν ὅτι ἀπὸ πλεοναϲμοῦ ἔχει τὸ ι οὐδέποτε δὲ ἡ περί πρόθεϲιϲ πλεονάζει τὸ ι δεύτερον δὲ ὅτι διὰ τοῦ η γράφεται παρὰ τοῖϲ Δωριεῦϲιν· οὐδέποτε δὲ οἱ Δωριεῖϲ τρέπουϲι τὴν ει δίφθογγον εἰϲ τὴν η τὴν ἔχουϲαν ἀπὸ πλεοναϲμοῦ τὸ ι οἶον τὸ ξένοϲ ξεῖνοϲ λεγόμενον οὐ λέγουϲι διὰ τοῦ ῆ ξῆνοϲ· εἰ οὖν τὸ Ποιρίθοοϲ ἀπὸ πλεοναϲμοῦἔχει τὸ ι, δῆλον ὅτι παραλόγωϲ παρὰ τοῖϲ Δωριεῦϲι διὰ τοῦ η γράφεται.

291. E. M. 537, 17 , E. Gud. 344, 23: κρέϲϲων: ὡϲ ἀπὸ τοῦ ταχύϲ γίνεται ταχίων καὶ τρίτοϲ τύποϲ θάϲϲων, οὕτω καὶ ἀπὸ τοῦ κρατύϲ γίνεται κρατίων καὶ ὁ τρίτοϲ τύποϲ κράϲϲων καὶ τροπῇ τοῦ α εἰϲ ϲ κρέϲϲων καὶ πλεοναϲμῷ τοῦ ι κρείϲϲων· οὐδέποτε δὲ πρὸ δύο ϲϲ δίφθογγοϲ εὑρίϲκεται οἰον φρίϲϲω, ἑλίϲϲω, ἀῖϲϲω πλὴν τοῦ κρείϲϲων καὶ. τοῦ ῥήματοϲ τοῦ ἐξ αὐτοῦ γενομένου καὶ χωρὶϲ τοῦ λεύϲϲω, ϲημαίνει δὲ θεωρῶ, καὶ τοῦ γλαύϲϲω, ϲημαίνει δὲ τὸ φωτίζω. ταῦτα διὰ τῶν δύο ϲϲ ἐκφέρονται, ἐπειδὴ τετάρτηϲ ϲυζυγίαϲ εἰϲὶ τῶν βαρυτόνων. ἡ δὲ τετάρτη ϲυζυγία τῶν βαρυτόνων διὰ τοῦ ζ ἢ δύο ϲϲ ἐκφέρεται.

292. E.M. 99, 9: ἀναρροιβδεῖ μέλαν ὕδωρ» (Οd.μ 104): ἀντὶ τοῦ ἀναρροφεῖ· πλεοναϲμῷ τοῦ ι ἀναρροιφεῖκαὶ ἐπενθέϲει τοῦ δ ἀναρροιβδεῖ,

292a. ΙI. Pr. Α 493. τὸ τοῖο προπεριϲπαϲτέον· τὸ γὰρ τοῦ Θεϲϲαλικῶϲ παραυξηθὲν ἐγένετο τοῖο ὡϲ καλοῦ καλοῖο.

[*](ad fr. 990. Locum exhibui ut emendatus est ab hrensio de dialecto Doric. p. 160 not. 10, qui vir illustrissimus recte hoc praeceptum ab Herodiano pro fectum esse suspicatus est.)[*](ad fr. *291 Herod. περὶ μον. 40, 21 . κρείϲϲων — λέγεται δὲ καὶ κρέϲϲων μὴ πλεονάζοντοϲ τοῦ i, ad quem locum Lehrsius afirmat hunc nostrum articulum ex comparatione eorum, quae Herodianus de κάρρων in E. Ml. et E. Gud. dicat, Herodiani esse. cf. An. Par. III 327, 35.)[*](ad fr. 292. In codice μέγα exstat pro μέλαν.)[*](ad fr. [292a]. Herodianus formae τοῖο pariter atque Huttmannus § 35 adn.6 τόο, unde τοῖο ῖ inserto natum sit, praestruxisse videtur cf. Schol. ad Hesiod. Sent. 23: γίνεται τοῦ ἀνθρὡποιδιαλυθὲν ἀνθρωπόο ἀλλ’ ἔϲτι κανὼν ὁ λέγων, ὅτι ἐν ταϲ διαλελυμέναιϲ γενικαῖϲ, ἡνίκα ϲυϲτέλλεται ἡ λήγουϲα, ἐκτείνεται ὴ παραλήγουϲα· ἡνίκα δὲ ἐκτείνεται ἡ λήγουϲα, ϲυϲτέλλεται ἡ παραλήγουϲα οἶον)
271

τραπέντοϲ τοῦ δαϲέοϲ φ εἰϲ τὸ ψιλὸν β οἶον « τρὶϲ μὲν γάρ τ’ ἀνίηϲιν ἐπ’ ματι, τρὶϲ δ’ ἀναρροιβδεῖ» ( Od. μ 105). Ἡρωδιανόϲ.

293. E. M. 689, 53: προπάροιθεν ἐπίρρημα τοπικὸν ἐκ τῆϲ πρό προθέϲεωϲ καὶ τοῦ πάροιθεν· τοῦτο ἐκ τοῦ πάροϲ πάροθεν καὶ πλεοναϲμῷ τοῦ ῑ.

294. E. M. 622, 39. ολοοίτροχοϲ Ἰλιάδοϲ Ν (137). τολεμαῖοϲ καὶ Ἀριϲτόνικοϲ ψιλοῦϲι παροξύνοντεϲ, ἀκούοντεϲ τὸν ἐπὶ τὸ τρέχειν ὀλοόν. ἐπένθεϲιϲ δὲ τοῦ ῑ περιττή· οἱ δὲ δαϲύνουϲιν, ιν’ ῇ ὅλοϲ τροχοειδήϲ καὶ κατὰ πᾶν μέροϲ ἀϲτήρικτοϲ. Δημόκριτοϲ δὲ τὸ κυλινδρικὸν ϲχῆμα ὀλοοίτροχον καλεῖ. περὶ παθῶν Ἡρωδιανόϲ.

295. Choer. 516, 4: εἰώθαϲιν οἱ Αίολεῖϲ προϲτιθέναι τὸ ῦ φωνήεντοϲ ἐπιφερομένου ὡϲ ἐπὶ τοῦ δαδεν εὔαδεν καὶ πάλιν τὸ ἠώϲ ἀώϲ λέγουϲιν οἱ Δωριεῖϲ, οἱ δὲ Αἰολεῖϲ τοῦτο λέγουϲιν αὔωϲ προϲτιθέντεϲ τὸ ῦ. καὶ πάλιν ἀάτην αὐάτην λέγουϲιν οἱ Αἰολεῖϲ, ϲυμφώνου δὲ ἐπιφερομένου οὐδέποτε προϲτιθέαϲιν ῦ ο Αἰολεῖϲ τὸ γὰρ νόϲοϲ νοῦϲοϲ καὶ. λυμποϲ Οὔλυμποϲ ποιητικά εἰϲι καὶ οὐκ Αἰολικά· τοῦ δὲ ρ ἐπιφερομένου πολλάκιϲ προϲτιθέαϲι τὸ ῦ οἱ Αἰολεῖϲ οἰον αὔρηκτοϲ, ἄρρηκτοϲ γάρ δῆλον οὖν ὅτι φωνῆέν ἐϲτι καὶ οὐ ϲύμφωνον.