Περὶ παθῶν

Aelius Herodianus

Aelius Herodianus, Περὶ παθῶν, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

142. Ep. Cr. I 416, 15: Τελαμωνιάδηϲ: οἱ μὲν λέγοντεϲ ἀπὸ τοῦ Τελαμώνιοϲ Τελαμωνιάδηϲ ὡϲ Ἥλιοϲ Ἡλιάδηϲ, Δεξιάδηϲ Ἀϲιάδηϲ κατορθοῦϲι μὲν τὴν φωνήν, λύουϲι δὲ τὸ πατρωνυμικόν· ἀπὸ γὰρ κυρίων θέλει παράγεϲθαι τὰ πατρωνυμικά· τὸ δὲ Τελαμώνιοϲ οὐ κύριον, ἀλλ’ ἐπίθετον. ἄμεινον οὖν ἀπὸ τοῦ Τελαμών Τελαμῶνοϲ Τελαμωνίδηϲ καὶ κατὰ πλεοναϲμὸν ποιητικὸν τοῦ α Τελαμωνιάδηϲ.

143. Ep. Cr. I 443,20: Χαλκωδοντιάδηϲ: οἱ μὲν λέγουϲιν ἀπὸ εὐθείαϲ Χαλκωδοντίαϲ γενέϲθαι, οἱ δὲ ἀπὸ Χαλκωδόντιοϲ κτητικοῦ· ἀλλ’ οὐδέποτε τὸ πατρωνυμικὸν ἀπὸ κτητικοῦ γίνεται, ἀλλ’ ἀπὸ κυρίων. ἄμεινον οὖν πλεοναϲμὸν λαμβάνειν. γέγονεν οὖν ἀπὸ τῆϲ περιττοϲυλλάβου γενικῆϲ· ὡϲ γὰρ Ἀγαμεμνονίδηϲ, Τεκτονίδηϲ, οὕτωϲ Χαλκώδοντοϲ Χαλκωδοντίδηϲ καὶ πλεοναϲμῷ τοῦ α Χαλκωδοντιάδηϲ.

[*](ad fr. * 138 — * 141. Haec omnia ap. Steph. ex Herodiano fluxisse apparet ex fr.)[*](ad (fr. * 142 et * 143. His fragmentis addere potui tertium Ep. Cr. l 261, 5 (E. M. 556, 26) Λαομεδοντιάδηϲ: πᾶϲα γενικὴ εἰϲ οϲ διὰ τοῦ δηϲ ποιεῖ τὸ πατρωνυμικόν. ἔϲτι Λαομέδοντοϲ η γενικὴ καὶ τὸ πατρωνυμικὸν Λαομεδοντίδηϲ· καὶ ὥϲπερ Τελαμών Τελαμῶνοϲ Τελαμωνίδηϲ καὶ ποιητικῷ πλεοναϲμῷ τοῦ α Τελαμωνιάδηϲ, οὕτωϲ καὶ Λαομεδοντιάδηϲ, sed ipsum iam continetur duobus propositis, addidi autem ex hoc Epimerismerum loco in fr. 142 ποιητικὸν ad πλεοναϲμόν. Caeterum iam praecepti conformatio, in quo duae sententiae, e quibus altera praeoptatur, in examen vocantur, Herodianeam originem prodit. Explicatum de patronymicis adnotamentum habemus in Ep 346, 28, in quo ipsa haec Τελαμωνιάδηϲ et Χαλκωδοντιάδηϲ pro exemplis α pleonastici producuntur atque hoc etiam ex Herodiano derivatum vietur et quidem ex libro περὶ παρωνύμων, quum expositio huius doctrinae in Schol. ad Dionys. p. 849 ad Apollonium auctorem referenda sit, cum quo Herodianus ut in aliis materiis consentit. Ex his Schol. comperimus etiam Tryphonem formam Τελαμωνιάδηϲ ἀπὸ τοῦ Τελαμώνιοϲ propagasse.)
222

144. St. B. 3, 12: δοκεῖ ἀπὸ τοῦ Ἀβάντιοϲ εἶναι τὸ Ἀβαντιάϲ ὡϲ ἀπὸ τοῦ Ἑλικώνιοϲ Ἑλικωνιάϲ, Ὀλύμπιοϲ Ὀλυμπιάϲ, Δήλιοϲ Δηλιάϲ. τὸ δὲ Ἀβαντίϲ ἀπὸ τῆϲ Ἄβαντοϲ γενικῆϲ ὡϲ Ἑλικωνίϲ τῆϲ Ἑλικῶνοϲ, Βίϲτονοϲ Βιϲτονίϲ, Αὔϲονοϲ Αὐϲονίϲ. ἴϲωϲ δὲ καὶ τὸ Ἀβαντιάϲ ἀπὸ τοῦ Ἀβαντίϲ παρήχθη ὡϲ ἀπὸ τοῦ Λέϲβοϲ Λεϲβίϲ Λεβιάϲ, Ἀχαιίϲ Ἀχαιιάϲ Ἀχαιιάδων εὐπέπλων» (Ιl. Ε 424). μαρτυρεῖ δὲ τῷ προτέρῳ λόγῳ ἀπὸ τοῦ Ἀβάντιοϲ Ἀβαντιάϲ τὸ Ἀβαντία θηλυκόν, ὅπερ κατὰ βαρβαρικὴν τροπὴν τοῦ β εἰϲ μ ἐλέχθη παρὰ Ἀντιγόνῳ ἐν Μακεδονικῇ περιηγήϲει.

145. E.M. 725, 7: ϲταϲιάζειν; ὁ Ἡρωδιανὸϲ πλεοναϲμὸν λέγει εἶναι ἀπὸ τοῦ ϲτάϲιϲ ϲταϲιάζειν.

146. E. M. 346, 15: ἑξάκλινον, ἑξάπουν. Ἀττικῶϲ μὲν ἕξπουν καὶ ἕξκλινον λέγεται ὥϲπερ καὶ παρὰ τῷ Ϲοφοκλεῖ ἑξπηχυϲτί καὶ παρὰ Πλάτωνι τῷ κωμικῷ ἕξπουν. φυλάττεται γὰρ τὸ τέλοϲ τῶν ἀριθμῶν ἐν ϲυνθέϲει πεντέμηνον λεγόμενον καὶ «ἐν πεντεϲυρίγγῳ ξύλῳ» (Arist. Eqq. 1049) Ἀττικῶϲ· ἡμεῖϲ δὲ πεντάμηνον, Ἀττικοὶ ὀκτώπουν ἡμεῖϲ ὀκτάπουν. εἰ οὖν ἄρα τὸ τέλοϲ τῶν ἀριθμῶν φυλάϲϲεται, ὁ δὲ ἕξ ἀριθμὸϲ τὸ ξ ἔχει, φυλάϲϲει ἄρα τὸ τέλοϲ τοῦ ἀριθμοῦ ὁ ἕξκλινον λέγων.

144a. E. M. 644, 8: ὡϲ παρὰ τὸ φύϲιϲ γίνεται φυϲικόϲ, μάντιϲ μαντικόϲ, οὕτωϲ ὄφιϲ ὀφικόϲ καὶ ὀφιακόϲ κατὰ πλεοναϲμὸν τοῦ α. ϲυνηκολούθηϲε γὰρ τῷ θηριακόϲ.

146a. Ιl. Pr. X 28: ἄϲτραϲιν: ὃν τρόπον ἡ ἐγκάτοιϲ ἔγκαϲιν ἐγένετο ἥ τε προβάτοιϲ πρόβαϲιν ἥ τε πετάλοιϲ πέταλϲιν, οὕτωϲ ἄϲτροιϲ ἄϲτραϲιν, ἐπειϲελθόντοϲ τοῦ α, ἵνα ϲυϲτῇ ἡ λέξιϲ.

[*](ad fr. * 144. Quamquam hoc de Ἀβαντιάϲ praeceptum ex libro περὶ παρωνύμων desumptum videtur, tamen simile quid in libro περὶ παθῶν traditum esse pro certo haberi potest. De re cf. Lob. Proll. p. 468.)[*](ad fr. 145. Cum ϲταϲιάζειν, quod quasi a ϲταϲία propagari dicit Lobeckius El. 1 406, hic confert E. M. 119, 22. Ep. Hom. 338: ἐκ τοῦ αὐθάδηϲ γίνεται αὐθαδίζω καί πλεοναϲμῷ τοῦ α αὐθαδιάζω; exemplum huiuscemodi α mobilis profert ex Herodiano petens, ut fere ubique St. B.671, 4 λέγεται φρατρίζειν τὸ εἰϲ φρατρίαν ϲυνιέναι· καὶ μετὰ τοῦ α φρατριάζειν, ὅπερ ϲύνηθεϲ τοῖϲ Ἀττικοῖϲ.)[*](ad fr. 146. dem habet Philemon. p. 51, unde quaedam vitia leviora. correxi. Propter sententiam inserui ante ἀνάλογον — ἀλλὰ et pro ἑξάετεϲ ἤναϲϲεν ἕξετεϲ, nam his de formis in ξ exeuntibus sermo est; Horodianus autem lapsu memoriae ἕξετεϲ ἤναϲϲεν citavit, quum in Od. γ 305 exstet ἑπτάετεϲ δ’ ἤναϲϲε. Tum pro οὐκ ἔϲτιν οὖν posui οὐκ ἔϲτι δὲ τὸ ἑξάπουν, nam de huiusmodi cum α formis in praecedente expositione  nihildum dictum est.)[*](ad fr. [144a]. cf. Lob. Proll. 481, qui ex St. B. affert Καυλικοί ἔθνοϲ. Ἀπολλώνιοϲ δὲ Καυλιακόϲ φηϲι.)
223

ἀλλ’ ἔϲτιν εἰπεῖν πρὸϲ τοῦτο, ὅτι οὐδὲ μίαν λέξιν ἔχομεν εἰϲ διπλοῦν καταλήγουϲαν καὶ ἐν ϲυνθέϲει φυλαϲϲομένην. εἰϲὶ δὲ αἱ φυλαϲϲόμεναι ἐν παραθέϲει οἷον «πὺξ μὲν ἐνίκηϲα» (Ιl. ψ 634), «λὰξ ποδὶ κινήϲαϲ» (Ιl. Κ 158) εἰ οὖν ἕξπουϲ ἐν ϲυνθέϲει, ὀφείλει τρέπειν καὶ μὴ καταλήγειν εἰϲ διπλοῦν. ἀλλ’ ἀνάλογον, ὅτι πεφύλακται τὸ τέλοϲ τοῦ ἀριθμοῦ ὡϲ καὶ παρὰ τῷ ποιητῇ οἷον ἑξετήϲ «ἑξετέ᾿  ἀδμήτην» (ψ 655) καὶ «ἕξετεϲ ἤναϲϲεν». οὐκ ἔϲτι δὲ τὸ ἑξάπουν πλεοναϲμόϲ, ὡϲ πλανῶνταί τινεϲ. τὰ γὰρ εἰϲ κιϲ ἐπιρρήματα ἐν τῇ ϲυνθέϲει ἀποβάλλει τὸ κιϲ οἷον ἑπτάκιϲ ἑπτάμηνοϲ, οὐ γὰρ ἀπὸ τοῦ ἑπτά ἀριθμοῦ. τέϲϲαρεϲ ὁ ἀριθμόϲ, τετράκιϲ τὸ ἐπίρρημα, παρὰ τοῦτο τετράμηνον. οὕτωϲ οὖν ἑξάκιϲ ἑξάκλινον ἑξάπουν. Ἡρωδιανὸϲ περὶ παθῶν.

147. Ep. Hom. 395, 22, E. M. 500, 9: τετράφαται. ἐπὶ τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερϲυντελίκου τοῖϲ τρίτοιϲ προϲώποιϲ τῶν πληθυντικῶν πρὸ τοῦ τ προτίθεται τὸ α, καὶ εἰ μὲν ψιλὸν ᾖ ϲύμφωνον πρὸ τοῦ τ, τρέπεται εἰϲ δαϲύ οἷον ἀπὸ τοῦ τέτραμμαι τέτραπται τετράμμεθα τέτραφθε καὶ Ἰωνικῶϲ τετράφαται «πεδίον δὲ γὰρ αἰεὶ τετράφαθ᾿ , ὁππότ’ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων» (Κ 188) «ᾧ λαοί τ’ ἐπιτετράφαται» (Β 25). τοιοῦτον καὶ τὸ τεύχω τέτευχα τέτυ-

146b. Io. Alex. 11, 27: αἱ πλεονάϲαϲαι τὸ α κατὰ τὴν παραλήγουϲαν παροξύνονται πατράϲι, θυγατράϲι μητράϲι.

146c. Choer. 463, 17: αἱ πλεονάϲαϲαι δοτικαὶ πληθυντικαὶ τῷ α παροξύνονται οἷον πατρί πατράϲιν, θυγατρί θυγατράϲιν, ἀνδρί ἀνδράϲιν, υἷι ὑιάϲιν. ἔϲτι γὰρ ὑϊϲ ὕϊοϲ ὕϊιι καὶ κατὰ ϲυναίρεϲιν τοῦ υ καὶ ι εἰϲ τὴν υ δίφθογγον υἷι· καὶ ἐπειδὴ τοῦ ϲ προϲερχομένου ἀϲυνταξία ἤμελλε γενέϲθαι (οὐδέποτε γὰρ μετὰ τὴν υι δίφθογγον ϲύμφωνον εὑρίϲκεται ἐπιφερόμενον οἷον μυῖα ἅρπυια, υἱόϲ) τούτου χάριν ἐπλεόναϲε τὸ α καὶ γέγονεν υἱάϲιν.

[*](ad fr. 147. Composui hoc fragmentum ex Epim. et E. M. adnotamentis, quae primitus cohaesisse inde apparet, quod principium articuli E. M. etiam in Epim. servatum est, ubi οἱ γὰρ καθαρεύοντεϲ παρακείμενοι τὸ α μόνον πρὸ τοῦ τ (pro ι) λαμβάνουϲι· καὶ εἰ μακρᾷ παραλήγοιντο, ταύτην ϲυϲτέλλουϲι καὶ οὕτωϲ τὸ Ἰωνικὸν ποιοῦϲι· παρὰ γοῦν τὸ κλείω κέκλειται· οὐδέποτε γὰρ μετὰ τοῦ ϲ τοῦτο λέγουϲιν οἱ Ἕλληνεϲ· quae verba pro iis, quae sunt in E. M. χωρὶϲ τοῦ ϲ παῤ Ἕλληϲι posui, ϲυνεϲταλμένη οὖν ἡ ει δίφθογγοϲ τῇ ἀποβολῇ τοῦ ε καὶ προϲελθὸν τὸ α ἐποίηϲε τὸ κεκλίαται τοιοῦτό ἐϲτι καὶ ἀπὸ τοῦ ἐρύω εἴρυται εἴρΰαται, quae extrema verba inserui post πεποίηται πεποιέαται. Etiam priorem partem prae cepti, quamquam Herodiani nomen quasi per occasionem tantum commemoratur, ab eo profectam ese et subscriptio E. M., cuius articulum ab ea, quae est in)[*](ad fr. [146c]. Choeroboscum pendere ex Herodiano docent fr. [146a] et [146b] et Herod. fr. in E. M. 775, 20, ubi de ὗϊϲ iden traditur praeterquam quod dativus plural. υἱάϲι non commemoratur, quum in illo fr. de synaeresi sermo sit.)
224

γμαι τέτευκται τετεύχαται· εἰ δὲ τὸ ϲ ᾖ, τρέπεται εἰϲ ϲύμφωνον τοῦ μέϲου παρακειμένου καὶ τοῦ δευτέρου ἀορίϲτου ὡϲ ἀπὸ τοῦ ἔρραϲμαι ἔρραϲται καὶ ἐρράδαται «αἵματι ἐρράδαται τοῖχοι» ( Od. υ 354) καὶ ἐρείδω ἤρειϲται ἠρείδαται καὶ Ἀττικῶϲ ἐρηρέδαται «λᾶε δὲ τοῦ ἑκάτερθε ἐρηρέδαται δύο λευκώ» (ψ 322) καὶ παρὰ τὸ πείθω πέπειϲται πεπείθαται. εἰ δὲ ἀμετάβολον ῇ πρὸ τοῦ τ, τοῦτο φυλάττεται ἐξ ἀνάγκηϲ ὡϲ παρὰ τὸ ἀγείρω ἤγερκα Ἀττικῶϲ ἀγήγερται καὶ Ἰακῇ παραγωγῇ ἀγηγέραται καὶ ὁ ὑπερϲυντελικὸϲ ἀγηγέρατο καὶ ϲτέλλω ἔϲταλκα ἔϲταλται ἐϲτάλαται καὶ παρὰ τὸ κλίνω κέκλινται κεκλίναται, εἰ ὅλωϲ γίνεται Ἰωνικὸϲ παρακείμενοϲ, ἐπὶ τούτων γὰρ οὐκ ἐφάνηϲαν οἱ Ἴωνεϲ ποιήϲαντεϲ τρίτα πληθυντικά, οὐδὲ γὰρ λέγουϲι κεκάραται καὶ τετίλαται. τὸ δὲ κέκλιται παρὰ τῷ Δημοκρίτῳ χωρὶϲ τοῦ ν κατὰ τὴν πλάνην τοῦ Ὁμηρικοῦ, ὥϲ φηϲιν Ἡρωδιανόϲ, κεκλίαται «κεκλίαται χώρηϲ ὀλίγον ἔτι μοῖραν ἔχοντεϲ » ( Π 68), οἱ γὰρ καθαρεύοντεϲ παρακείμενοι τὸ α μόνον προϲλαμβάνουϲι κατὰ τὸ τρίτον πρόϲωπον τῶν ἑνικῶν, καὶ εἰ μὲν μακρῷ παραλήγεται, ϲυϲτέλλουϲι ταύτην καὶ οὕτω ποιοῦϲι τὸ Ἰωνικὸν ὡϲ πεποίηται πεποιέαται εἴρυται εἰρύαται· οὕτωϲ ἀπὸ τοῦ κλείω γίνεται κέκλειται καὶ ϲυϲτολῇ τῆϲ ει διφθόγγου «αἵ θ’ ἁλὶ κεκλίαται ( Od. δ 608)  « ἠέρι δ’ ἔγχοϲ ἐκέκλιτο καὶ ταχέ’ ἵππω» (Ε 356) ἀντὶ τοῦ ἐκεκάλυπτο περιεκέκλειϲτο καὶ περιέκειτο. οὐκ ἄρα ἀπὸ τοῦ κλίνω, ἀλλ’ ἀπὸ τοῦ κλείω κλείϲω ὁ παρακείμενοϲ κέκλειμαι χωρὶϲ τοῦ ϲ — οὐδέποτε γὰρ μετὰ τοῦ ϲ τοῦτο λέγουϲιν οἱ Ἕλληνεϲ — ἐλλείψει τοῦ ε κέκλιμαι. οὕτω καὶ τὸ «ϲτήλῃ κεκλιμένοϲ» ἀντὶ τοῦ ὑπὸ ϲτήληϲ περιεχόμενοϲ καὶ τὴν ἐπὶ τοῦ τάφου ϲτήλην περιβεβλημένοϲ ἀντὶ ἀϲπίδοϲ, τοιοῦτον καὶ τὸ «λίμνῃ κεκλιμένοϲ Κηφιϲίδι » (Ιl.Ε 709). ἔλλειψιϲ ἄρα τοῦ ἑ ὥϲπερ καὶ ἀπὸ τοῦ κλείϲω κλείϲ δικλείϲ καὶ δικλίϲ οἷον « κύϲϲε δ’ἑόν τε λέχοϲ καὶ δικλίδαϲ ἀμφοτερωθεν » (Apollon.lV 26)καὶ «δικλίδεϲ ὑψηλαί» (Ιl. Μ 455). τοῦ Ἡρωδιανοῦ.

[*](Epimorismis, expositione abscisum esse modo dixi, et argumentum probat. Quum hinc Choeroboscus Dictat. 697, 25 sua deprompserit , non dubitavi hic ex eo adiicere, quae ab epitomatore Epimerismorum omissa esse apertum est , scilicet verba εἰ ὅλωϲ γίνεται Ἰωνικὸϲ παρακείμενοϲ — κεκάραται καὶ τετίλαται. Quum in Ep. καὶ παρὰ τὸ κλίνω κέκλιται παρὰ τῷ Δημοκρίτῳ scriptum sit, ego exhibui quae sententia flagitat καὶ παρὰ τὸ κλίνω κέκλινται κεκλίναται τὸ δὲ κέκλιται παρὰ τῷ Δημοκρίτῳ. Omisi autem verba, qiae ex ipso adnotamenti tenore ab excerptore post οὐκ ἀπὸ τοῦ κλίνω, ἀλλ’ ἀπὸ τοῦ κλείω suta esse patet: ἐγὼ δὲ νομίζω τὸ παρὰ τῷ Δημοκρίτῳ μὴ κατὰ πλάνην γεγονέναι ἀλλ’ ἐπειδήπερ ἀπὸ τῶν εἰϲ νω διϲυλλάβων ἑνὶ φωνήεντι παραληγομένων οἱ παρακείμενοι ἀποβολὴν τοῦ ν πεπόνθαϲιν, ἀναλόγωϲ ἐκ τοῦ κέκλιται γέγονε τὸ κεκλίαται. Nam quum herodianus Democriteum κέκλιται pro κέκλινται reprehendat. manifestum est eum ν in hoc verbo stabile iudicasse pariter atque Apolloniue, qui up. Choer. 442, 1 eos reprehendit , qui canonem sic ut Epimerismorum consarcinator statuerunt: τὰ εἰϲ νω διϲύλλαβα ἑνὶ φωνήεντι παραληγόμενα ἀποβάλλουϲι τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον οἶον πλυνῶ πέπλυκα, κρινῶ κέκρικα ob has causas πρῶτον μὲν ὅτι αὐτὰ τὰ ϲεϲημειωμένα ἐκάκωϲαν, δεύτερον ὅτι ἀντίκειται αὐτοὶϲ τὸ τείνω β’ φωνήεϲι παραληγόμενον καὶ μὴ φυλάττον τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον atque post Choeroboscus 543, 15 eundem auctorum vel Herodianum secutus hoc addit: ἐλέγχονται ὅτι ὤφειλον ἔχειν τὸ ἀμετάβολον ἐκ τῶν ποιητικῶν χρήϲεων· εὑρίϲκονται γὰρ ἐν ταῖϲ χρήϲεϲι κλινθῆναι)
225

148. Ep. Hom. 300, 1, E. M. 599, 20. νέαται. ὅϲοι μὲν ἐνεϲτῶτα παραλαμβάνουϲιν, ἀντὶ τοῦ οἰκοῦνται ὅϲοι δὲ παρακείμενον, οἷον οἰκημένοι εἰϲίν. ἔϲτι ῥῆμα νῶ τὸ οἰκῶ. τούτου ὁ παρακείμενοϲ νένηκα, παθητικὸϲ νένημαι καὶ πληθυντικὸν νενήμεθα νένηϲθε νένηνται. τὸ Ἰωνικὸν νενέαται· ἄρον τὴν νε ϲυλλαβὴν «νέατι Πύλου ἠμαθόεντοϲ» (Ι 153) ὥϲτε ὅμοιον εἶναι τῷ δεδέχαται δέχαται.

149. Ep. Hom. 287, 28: μεμετρέαται. τοῦτο Ἰωνικόν ἐϲτιν, ὡϲ γὰρ νενόηνται νενοέαται καὶ περιπεποίηνται περιπεποιέαται, οὕτωϲ καὶ μεμέτρηνται μεμετρέαται παρὰ τῷ Ἑκαταίῳ «ὁ μὲν οὖν Βόϲποροϲ καὶ ὁ Πόντοϲ καὶ ὁ Ἑλλήϲποντοϲ κατὰ ταῦτά μοι μεμετρέαται» καὶ παρ’ Ἱππώνακτι «οἱ δέ μευ ὀδόντεϲ ἐν τοῖϲ γνάθοιϲι κεκινέαται» καὶ Ἀνακρέων «αἱ δέ μευ φρένεϲ ἐκκεκωφέαται» καὶ τὸ περιβεβλέαται.

150. Ep. Hom. 373, 29: παρείατο. Καλλίμαχοϲ «κούρη δὲ παρείατο δακρυχέουϲα. τινὲϲ πλεοναϲμὸν ἡγήϲαντο τοῦ α. ἀντὶ τοῦ παρῆν γάρ ἐϲτι ἢ καὶ παρέζετο. οὐκ ἔϲτι δὲ πλεοναϲμόϲ, ἀλλὰ πληθυντικόν ἐϲτιν ἀντὶ ἑνικοῦ τιθέμενον ὡϲ τὸ «οἱ δ’ εἵατ’ εἰν ἀγορῇ (Od 503).

[*](καὶ κρινθῆναι οἶον «ὁ δ’ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν» (Γ102) «ἐκλίνθη δὲ μάχη3 «διακρινθῆτε μάχεϲθαι» (Od. ω 532).— In parte, quam ex E. M. recepi, οὐκ ἄρα scripsi pro οἶμαι colato E. Oud. 312, 24 s. v. κεκλιμένοϲ, ubi οὖ γὰρ τὸ κλίνω, ἀλλὰ τὸ περικεκλιμένοϲ, quae verba sic fere mutanda sunt οὐκ ἄρα παρὰ τὸ κλίνω, ἀλλὰ τὸ κεκλιμένοϲ ἀντὶ τοῦ περιεχόμενοϲ, et ἀλλ’ pro ἄλλοι. Verba ab οἷον «κύϲε — ἀμφοτέρωθεν» ex cod. Paria. 2638 et E. Gud. adieci, quibus etiam subscriptio debetur. Sed omisi, quae ibi exstant sed desunt in E. M. ἤ ἀπὸ τοῦ δικληΐϲ δικλίϲ, δικληΐδεϲ δικλίδεϲ. οὐκ ἀναγκαῖον δέ, ut ab Herodiano aliena et ab epitomatore adiecta.)[*](ad fr. *148. II. Pr. 153 Herodianus dicit: πᾶϲαι δ’ ἐγγὺϲ ἁλὸϲ νέαται Πύλου ἠμαθόεντοϲ. ὡϲ κέαται. ϲημοίνει δὲ τὸ ναίονται γενόμενον παρὰ τὸ νῶ, οὖ παραγωγὸν τὸ ναίω· ὅϲοι δὲ παροξύνουϲιν ὡϲ ἐπὶ τοῦ ἔϲχαται κατὰ τὸ νοητὸν παραλαμβάνουϲιν οὐδ’ εὐθεῖαν δὲ ὑγιῶϲ παροξύνουϲιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι. Ἀπολλώνιοϲ (? Ἀπολλόδωροϲ ex Schol. L) δὲ διὰ τοῦ κ γράφει κέαται. Hinc concludi possit , quum Herodianum κέαται ex κεῖται pariter atque Choer. 698, 28 repetivisse probabile sit, eum etiam νέαται ex νεῖται praesente propa gasse sed comparatione formae νέαται cum κέαται nihil aliud significare voluit atque hoc: νέαται correpta paenultima α assumpsisse, quae autem primitiva. forma speciei νέαται sit, hoc loco, ubi de accentu tantum agebatur, nihil attinuit in libro yero περὶ παθῶν, ubi de origine quaerebatur, duas explicationes esse pronunciavit, quarum alter, ex qua νέαται perfectum esse dicebatur, principatum concessit, atque Herodiani sententiam etiam Eustath. 743, 42 (τὸ νέαται ϲυγκοπὲν ἐκ τοῦ νεναίαται [scr. νενέαται] i. e. per aphaeresin natum) repraesentavit. Neqne de origine Herodianea nostri fr. dubitare sinit quum adnotamenti conformatio, de qua iam saepius diximus, tum dictio ἆρον, quae compluries in Herodianeis se offert e. g. E. M. 663, 54.)[*](ad fr. 5149. cf. Herod. in E. M. 601, 20 νενόηται, ὅθεν καὶ νενοέαται Ἰωνικῶϲ γίνεται. Praeterea auctorum testimonia Herodianeam originem produnt. De Hecataeo iam Cram. adnotavit eius verba fere cum Herodoto IV 86 congruere, qui forsitan ab illo petiverit idem observavit haec in E. M. 578, 42 confusa esse et ibid. p. 322, 20 Anacreontis locum allatum quidem esse, sed auctore suppresso.)[*](ad fr. *150. Inserui ἢ ante καὶ παρέζετο; acceperunt enim aut pro παρἦντο ab ἧμαι aut pro παρῆντο ab εἰμί, de quibus cf. Il. Pr. Z 336. Herodiani autem)
226

151. E. M. 63, 18: ἅλιαϲ: ἔϲτιν ἅλιϲ καὶ πλεοναϲμῷ τοῦ α ἅλιοϲ· ἔϲτι δὲ μονῆρεϲ τὸ ἐπίρρημα· οὐδὲν γάρ ἐϲτιν εἰϲ αϲ ἐπίρρημα προπαροξύτονον, ἀλλ’ ἢ ὀξύτονον ἑκάϲ ἀγκάϲ ἢ παροξύτονον ὡϲ τὸ «ἀτρέμαϲ ἧϲο » (Β 200). οὕτωϲ Ἡρωδιανόϲ.

152. Steph. B. 383, 21: Κρήτην τὴν νῆϲον Κρεήτην ἔφη Ἀρχίλοχοϲ κατὰ πλεοναϲμόν.

153. E. M. 666, 35, Ep. Hom. 335, 11: πετεηνόϲ. ὁ Ἡρωδιανὸϲ. τὸ πετηνόν ὡϲ ῥηματικὸν διὰ τοῦ η ἐκ τοῦ πετῶ πετήϲω πετηνόν καὶ πλεοναϲμῷ τοῦ ἕ ποιητικῶϲ πετεηνόν. πάντοτε δὲ ὁ ποιητὴϲ διὰ τοῦ ε καὶ η προφέρει.

152a. Schol. ad Od. μ 417: θεείου. εἴγε ἀπὸ τοῦ θείου διαίρεϲιϲ, διὰ τί τὸ θεείου διὰ διφθόγγου, φαμὲν οὖν ὅτι πλεοναϲμόϲ ἐϲτι τοῦ ε ὡϲ εἰϲ ἕειϲ.

152b. Ep. Hom. 412, 8: τεόν. τὸ κοινὸν ϲόν, Δωρικὸν τεόν· πέπονθε γὰρ πλεοναϲμὸν τοῦ e καὶ τροπὴν τοῦ ϲ εἰϲ τ, ἀλλ’ ἐπὶ τῶν πρωτοτύπων τροπὴ μόνη γίνεται ϲύ τύ· ἐπὶ δὲ τῶν κτητικῶν οὔτε ἡ τροπὴ χωρὶϲ πλεοναϲμοῦ οὕτε ὁ πλεοναϲμὸϲ ἄνευ τῆϲ τροπῆϲ παρὰ Δωριεῦϲι ϲόν τεόν, ϲῇ τεῇ « ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυϲϲεν ἐφετμή » (Ξ 249).

[*](esse ex dictione: οὐκ ἔϲτι πλεοναϲμόϲ, ἀλλά cf. E. M. 44, 5 concludimus. Ex eodem fonte derivata sunt haec: E. M. 252, 54: δεδμήατο. δαμῶ δμῶ δευτέραϲ ϲυζυγίαϲ, δέδμηκα δέδμημαι ἐδέδμηντο καὶ Ἰωνικῶϲ δεδμέατο ὁ κανών· ταῦτα δ τὰ Ἰωνικὰ ϲυϲτέλλουϲι τὴν προπαραλήγουϲαν— καὶ ἐκτάϲει τοῦ ϲ εἰϲ η δεδμήατο χρόνου ὑπερϲυντελίκου et ibid. l. 46: δεδέχαται. ἐκ τοῦ δέχω δέξω δέδεχα δέδεγμαι δέδεξαι δέδεκται καὶ Ἰωνικῶϲ δαδέχαται καὶ πλεοναϲμῷ τοῦ ι δειδέχαται. Sed non ab Herodiano est quod ibid. 50 traditur δεδοίαται. δαίω τὸ μερίζω, ὁ παθητικὸϲ παρακείμενοϲ δέδαιμαι δέδαιται καὶ τὸ Ἰωνικὸν δεδαίαται καὶ ὤφειλεν ϲυϲταλῆναι ἡ προπαραλήγουϲα, ἀλλὰ διὰ τὸ μέτρον ἔμεινε τὸ ι «διχθὰ δεδαίαται», nam grammaticum δεδαίαται sic potius declinasse opinor δέδαϲμαι δέδαϲται καὶ ἀποβολῇ τοῦ ϲ δέδοται καὶ Ἰωνικῶϲ δεδάαται καὶ ἐπενθέϲει τοῦ ι δεδαίαται collato eius de ἐδήδοται adnotamento in E. M. 316, 25.)[*](ad fr.151. ἀγκάϲ pro ἐμπάϲ scipsit Lob. El.1 409, qui affert etiam lo. Alex. 38, 11: τὰ εἰϲ αϲ — ὀξύνεται — τὸ μέντοι πέλαϲ βαρύνεται καὶ τὸ ἀτρέμαϲ· τὸ δὲ ἅλιαϲ παρ’ Ἱππώνακτι προπαροξύνεται ἀπὸ τοῦ ἅλιϲ πλεονάϲαν τῷ α. ad fr. 153. ef. Choer. Ep. in Psalm. 110, 6, Lob. Rhem. 188 accentum in πετεηνόϲ, qui secundum Herodiani praeceptum in E. M. 614, 40 ὁ πλεοναϲμὸϲ. τὸν οἰκεῖον τόνον φυλάϲϲει, ἡ δὲ διαίρεϲιϲ ἀλλάϲϲει si quidem diaeresis est mutari debebat, non retractum esse propter characterem suspicatur, sed Herodiano πετεηνόϲ est pleonasmus poeticus, idem Lobeckius etiam θέειον huic canoni re fragari adnotat, sed Lehrsius Herod. p. 60 iure admonet hanc regulam non posse non apud ipsum Herodianum suas cautiones habuisse.)[*](sd fr. [152b]. cf. Apollon. de pron. 105, qui τεΐν statim ex τίν μετ’ ἐπενθέϲεωϲ τοῦ ε exsistere iubet, quum in Ep. Hom. 409, 28 ex τίν τείν et τεΐν per dialysin repetatur: Herodianum idem atque Apollonium sensisse arbitror.)
227

154. E. M. 31, 43: αἰέλουροϲ. τοῦτο οὐκ ἔϲτι πλεοναϲμόϲ, ἀλλ’ ἀντίθεϲιϲ· παρὰ γὰρ τὸ αἰόλον καὶ τὴν οὐράν ἐτυμολογεῖται αἰέλουροϲ. οὕτωϲ Ἡρωδιανὸϲ περὶ παθῶν.

155. E. M. 790, 20: φέρενα. τοῦτο κατὰ διάλεκτον· οἱ γὰρ Αἰολεῖϲ λέγουϲι τὴν φερνήν φέρεναν, ἴϲωϲ προϲφυέϲτερον παρὰ τὸ φέρειν· προίξ γάρ ἐϲτιν. ἦν γὰρ ἠλογημένον τὸ φερνή. τὰ γὰρ εἰϲ νη λήγοντα διϲύλλαβα ἔχοντα πρὸ τέλουϲ τὸ ρ βαρύνεται οἷον Τάρνη, πτέρνη· μόνον τὸ φερνή ὀξύνεται. ἐὰν δὲ δώϲῃ τιϲ τόνον μὴ πλεοναϲμὸν Αἰολικὸν εἶναι καὶ εἴπῃ φερένη καὶ μιμήϲηται τὸ Ἑλένη, ἀπολέλυται τὸ ἠλογημένον. περὶ παθῶν.